Ancient Greek
Ἀλλ' ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-41
Not analysed yet
Ἥμερος ὢν σφόδρα καὶ ταπεινὸς ὁ Ἀπόστολος πανταχοῦ, ἐνταῦθα καὶ πληκτικώτερον τῷ λόγῳ κέχρηται διὰ τὴν ἀτοπίαν τῶν ἀντιλεγόντων. Οὐ μὴν ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ λογισμοὺς καὶ παραδείγματα τίθησι, καὶ τὸν σφόδρα φιλόνεικον ταύτῃ χειρούμενος. Καὶ ἀνωτέρω μέν φησιν· Ἐπειδὴ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἡ ἀνάστασις· ἐνταῦθα δὲ ἀντίθεσιν λύει παρ' Ἑλλήνων εἰσαγομένην. Καὶ ὅρα πῶς πάλιν ὑποτέμνεται τὸ σφοδρὸν τῆς διαβολῆς. Οὐ γὰρ εἶπεν, Ἀλλ' ἴσως ἐρεῖτε, ἀλλ' ἀδιόριστον τέθεικε τὸν ἀντιλέγοντα, ἵνα μετὰ ἀδείας καταφορικῷ χρώμενος τῷ λόγῳ, μὴ σφόδρα πλήξῃ τοὺς ἀκούοντας· καὶ τίθησι δύο τὰς ἐπαπορήσεις, τοῦ τρόπου τῆς ἀναστάσεως, καὶ τῆς ποιότητος τῶν σωμάτων. Καὶ γὰρ περὶ ἀμφοτέρων ἠπόρουν λέγοντες· Πῶς ἐγείρεται τὸ διαλυθέν; καὶ, Ποίῳ σώματι ἔρχονται; Τί δέ ἐστι, Ποίῳ σώματι; Οἷον τούτῳ τῷ φθαρέντι, τῷ ἀπολωλότι, ἢ ἑτέρῳ τινί; Εἶτα δεικνὺς ὅτι οὐ τὰ ἀμφιβαλλόμενα ζητοῦσιν, ἀλλὰ τὰ ὡμολογημένα, εὐθέως πληκτικώτερον ἀπαντᾷ λέγων· Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Ὅπερ καὶ ἡμεῖς εἰώθαμεν ποιεῖν ἐπὶ τῶν τοῖς ὡμολογημένοις ἀντιλεγόντων. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως ἐπὶ τὴν δύναμιν τοῦ Θεοῦ κατέφυγεν; Ὅτι ἀπίστοις διαλέγεται. Ὅταν μὲν γὰρ πρὸς πιστοὺς αὐτῷ ὁ λόγος ᾖ, οὐ σφόδρα δεῖται λογισμῶν. Διόπερ εἰπὼν ἀλλαχοῦ, ὅτι Μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ὑμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, καὶ πλέον τι τῆς ἀναστάσεως ἐνδειξάμενος, οὐ τέθεικε παραδείγματα, ἀλλ' ἀντὶ πάσης ἀποδείξεως τοῦ Θεοῦ τὴν δύναμιν εἰς μέσον ἤγαγε προσθεὶς καὶ εἰπὼν, Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα. Ἐνταῦθα δὲ καὶ λογισμοὺς κινεῖ. Ἐπειδὴ γὰρ ἀπὸ τῶν Γραφῶν αὐτὸ κατεσκεύασε, καὶ ταῦτα προστίθησιν ἐκ περιουσίας λοιπὸν πρὸς τοὺς οὐ πειθομένους ταῖς Γραφαῖς, καί φησιν· Ἄφρον, σὺ ὃ σπείρεις. Τουτέστι, Παρὰ σαυτοῦ τὴν ἀπόδειξιν ἔχεις τούτων, δι' ὧν πράττεις καθ' ἑκάστην ἡμέραν, καὶ ἀμφιβάλλεις ἔτι; Διὰ ταῦτά σε ἄφρονα καλῶ, ὅτι τὰ καθ' ἡμέραν ὑπὸ σοῦ γινόμενα ἀγνοεῖς, καὶ αὐτὸς δημιουργὸς ἀναστάσεως ὢν περὶ Θεοῦ ἀμφιβάλλεις. Διὸ σφόδρα ἐμφαντικῶς εἶπε, Σὺ ὃ σπείρεις, σὺ ὁ θνητὸς καὶ ἀπολλύμενος. Καὶ ὅρα πῶς ταῖς λέξεσιν οἰκείως τῇ ὑποκειμένῃ κέχρηται ὑποθέσει. Οὐ ζωοποιεῖται γὰρ, φησὶν, ἐὰν μὴ ἀποθάνῃ. Τὰς γὰρ οἰκείας λέξεις τῶν σπερμάτων ἀφεὶς, οἷον τὸ βλαστάνει, καὶ φύεται, καὶ σήπεται, καὶ διαλύεται, τὰς καταλλήλους ἥρμοσε τῇ σαρκὶ τῇ ἡμετέρᾳ, τὸ Ζωοποιεῖται καὶ Ἀποθάνῃ, ὅπερ οὐ σπερμάτων κυρίως ἐστὶν, ἀλλὰ σωμάτων. Καὶ οὐκ εἶπεν, ὅτι Μετὰ τὸ ἀποθανεῖν ζῇ, ἀλλ', ὃ μεῖζόν ἐστιν, ὅτι Διὰ τοῦτο ζῇ, ἐπειδὴ ἀποθνήσκει. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, εἰς τοὐναντίον ἀεὶ περιτρέπει τὸν λόγον. Ὃ γὰρ ἐποιοῦντο ἐκεῖνοι τεκμήριον τοῦ μὴ ἀνίστασθαι, τοῦτο τοῦ ἀνίστασθαι ποιεῖται ἀπόδειξιν· καὶ γὰρ ἔλεγον οὐκ ἀνίστασθαι, ἐπειδὴ ἀπέθανε. Τί οὖν αὐτὸς ἀντιστρέψας φησί; Καὶ μὴν εἰ μὴ ἀπέθανεν, οὐκ ἂν ἀνέστη· καὶ διὰ τοῦτο ἀνίσταται, ἐπειδὴ ἀπέθανε. Καθάπερ γὰρ ὁ Χριστὸς σαφέστερον αὐτὸ τοῦτο ἐνδείκνυται λέγων· Ὁ κόκκος τοῦ σίτου, ἐὰν πεσὼν εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει· ἐκεῖθεν καὶ ὁ Παῦλος τὸ παράδειγμα τοῦτο ἑλκύσας, οὐκ εἶπεν, ὅτι Οὐ ζῇ, ἀλλ', Οὐ ζωοποιεῖται, πάλιν τοῦ Θεοῦ τὴν δύναμιν παραλαμβάνων, καὶ δεικνὺς ὅτι οὐχ ἡ τῆς γῆς φύσις, ἀλλ' αὐτὸς τὸ πᾶν ἐργάζεται. Καὶ τί δήποτε οὐχ ὅπερ οἰκειότερον ἦν, τοῦτο ἤγαγεν εἰς μέσον, τὸ σπέρμα λέγω τὸ ἀνθρώπινον; Καὶ γὰρ καὶ ἡ ἡμετέρα γέννησις ἀπὸ φθορᾶς ἄρχεται, ὥσπερ ἡ τοῦ σίτου. Ὅτι οὐκ ἦν ἴσον, ἀλλὰ τοῦτο πλέον. Ὁλόκληρον γάρ τι ζητεῖ φθειρόμενον, ἐκεῖνο δὲ μέρος ἦν· διόπερ τοῦτο εἰς μέσον ἄγει. Ἄλλως δὲ, ἐκεῖνο μὲν καὶ ἀπὸ ζῶντος πρόεισι, καὶ εἰς ζῶσαν ἐμπίπτει γαστέρα· ἐνταῦθα δὲ οὐκ εἰς σάρκα, ἀλλ' εἰς τὴν γῆν ὁ σπόρος καταβάλλεται, καὶ εἰς αὐτὴν διαλύεται, καθάπερ τὸ σῶμα τὸ τεθνηκός. Διὸ καὶ ταύτῃ οἰκειότερον ἦν τὸ ὑπόδειγμα. Καὶ ὁ σπείρων, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρει. Τὰ μὲν γὰρ ἔμπροσθεν εἰρημένα, πρὸς τὸ λέγειν πῶς ἐγείρονται· τοῦτο δὲ, πρὸς τὸ διαπορεῖν ποίῳ σώματι ἔρχονται. Τί δέ ἐστιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις; Οὐ στάχυν ὁλόκληρον, οὐδὲ σῖτον νέον. Ἐνταῦθα γὰρ οὐκέτι πρὸς τὴν ἀνάστασιν ὁ λόγος, ἀλλὰ πρὸς τὸν τρόπον τῆς ἀναστάσεως, ποταπὸν τὸ σῶμα τὸ μέλλον ἀνίστασθαι, οἷον εἰ τοιοῦτον, ἢ βέλτιον καὶ λαμπρότερον· καὶ ἀμφότερα ἀπὸ τοῦ αὐτοῦ ὑποδείγματος λαμβάνει, δεικνὺς ὅτι πολλῷ βέλτιον.