Ancient Greek
Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-26
Not analysed yet
Διὰ τί γὰρ πολλοὺς ἔχει οἰκέτας; Ὥσπερ γὰρ ἐν ἱματίοις τὴν χρείαν διώκειν δεῖ μόνον, καὶ ἐν τραπέζῃ, οὕτω καὶ ἐν οἰκέταις. Τίς οὖν ἡ χρεία; Οὐκ ἔστιν οὐδεμία. Καὶ γὰρ ἑνὶ τὸν ἕνα χρῆσθαι δεσπότην οἰκέτῃ μόνον ἐχρῆν· μᾶλλον δὲ καὶ δύο καὶ τρεῖς δεσπότας ἑνὶ οἰκέτῃ. Εἰ δὲ βαρὺ τοῦτο, ἐννόησον τοὺς οὐδὲ ἕνα ἔχοντας, καὶ εὐκολωτέρας ἀπολαύοντας θεραπείας· καὶ γὰρ αὐτάρκεις τῇ διακονίᾳ τῇ ἑαυτῶν ἐποίησεν ὁ Θεὸς, μᾶλλον δὲ καὶ τῇ τοῦ πλησίον. Εἰ δὲ ἀπιστεῖς, ἄκουε Παύλου λέγοντος· Ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Εἶτα ὁ μὲν τῆς οἰκουμένης διδάσκαλος καὶ τῶν οὐρανῶν ἄξιος οὐκ ᾐσχύνετο μυρίοις ὑπηρετῶν· σὺ δὲ, εἰ μὴ πολλὰς περιφέρεις ἀνδραπόδων ἀγέλας, αἰσχρὸν εἶναι νομίζεις, οὐκ εἰδὼς ὅτι τοῦτο μὲν οὖν μάλιστά ἐστι τὸ καταισχῦνόν σε; Καὶ γὰρ διὰ τοῦτο καὶ χεῖρας ἡμῖν ἔδωκεν ὁ Θεὸς καὶ πόδας, ἵνα μὴ δεώμεθα οἰκετῶν. Οὐδὲ γὰρ χρείας ἕνεκεν τὸ τῶν δούλων ἐπεισήχθη γένος, ἐπεὶ μετὰ τοῦ Ἀδὰμ ἐπλάσθη ἂν καὶ δοῦλος· ἀλλ' ἁμαρτίας ἐστὶ τὸ ἐπιτίμιον, καὶ τῆς παρακοῆς ἡ κόλασις. Ὁ δὲ Χριστὸς παραγενόμενος, καὶ τοῦτο ἔλυσεν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθερος. Ὥστε οὐκ ἀναγκαῖον τὸ δοῦλον ἔχειν· εἰ δὲ καὶ ἀναγκαῖον, ἕνα που μόνον, ἢ τὸ πολὺ δεύτερον. Τί βούλεται τὰ σμήνη τῶν οἰκετῶν; Καθάπερ γὰρ οἱ προβατοπῶλαι καὶ οἱ σωματοκάπηλοι, οὕτως ἐν βαλανείῳ, οὕτως ἐν ἀγορᾷ περιίασιν οἱ πλουτοῦντες. Πλὴν ἀλλ' οὐδὲν ἀκριβολογοῦμαι· ἔστω σοι καὶ δεύτερος οἰκέτης· εἰ δὲ πολλοὺς συνάγεις, οὐ φιλανθρωπίας ἕνεκεν τοῦτο ποιεῖς, ἀλλὰ θρυπτόμενος· ἐπεὶ, εἰ κηδόμενος, μηδένα εἰς διακονίαν ἀπασχολήσῃς τὴν σὴν, ἀλλ' ἀγοράσας, καὶ τέχνας διδάξας ὥστε ἀρκεῖν ἑαυτοῖς, ἄφες ἐλευθέρους. Ὅταν δὲ μαστίζῃς, ὅταν δεσμεύῃς, οὐκέτι φιλανθρωπίας τὸ ἔργον. Καὶ οἶδα μὲν ὅτι φορτικός εἰμι τοῖς ἀκούουσιν· ἀλλὰ τί πάθω; Εἰς τοῦτο κεῖμαι, καὶ οὐ παύσομαι ταῦτα λέγων, ἄν τε γένηταί τι πλέον, ἄν τε μηδέν. Τί γάρ σοι βούλεται τὸ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς; μὴ γὰρ μεταξὺ θηρίων περιπατεῖς, ὅτι ἀπελαύνεις τοὺς ἐντυγχάνοντας; Μὴ φοβηθῇς· οὐδεὶς δάκνει τῶν προσιόντων, καὶ πλησίον σοι βαδιζόντων. Ἀλλ' ὕβριν ἡγῇ τὸ μετὰ πάντων συμβαδίζειν; Καὶ πόσης ταῦτα μανίας, πόσης τερατωδείας, τὸν μὲν ἵππον πλησίον ἑπόμενον μὴ νομίζειν φέρειν ὕβριν, ἄνθρωπον δὲ, εἰ μὴ ἀπὸ μυρίων ἐλαύνοιτο σταδίων, καταισχύνειν ἡγεῖσθαι; Τί δὲ καὶ παῖδας ῥαβδούχους ἔχεις, ὡς δούλοις κεχρημένος τοῖς ἐλευθέροις, μᾶλλον δὲ αὐτὸς παντὸς ἀτιμότερον οἰκέτου ζῶν; καὶ γὰρ παντὸς εὐτελέστερος οἰκέτου ὁ τοσοῦτον περιφέρων τῦφον. Διὰ τοῦτο οὐδὲ ὄψονται τὴν ὄντως ἐλευθερίαν οἱ τῷ χαλεπῷ τούτῳ καταδουλώσαντες ἑαυτοὺς πάθει. Εἰ γὰρ ἀπελαύνειν βούλει καὶ σοβεῖν, μὴ τοὺς προσιόντας, ἀλλὰ τὸν τῦφον ἀπέλασον· μὴ διὰ τοῦ παιδὸς, ἀλλὰ διὰ σεαυτοῦ· μὴ τῇ μάστιγι ταύτῃ, ἀλλὰ τῇ πνευματικῇ. Νῦν μὲν γάρ σου ὁ παῖς ἀπελαύνει τοὺς συμβαδίζοντας, σὲ δὲ ἄνωθεν ἡ ἀπόνοια αἰσχρότερον, ἢ οἰκέτης τὸν πλησίον. Ἂν δὲ ἀπὸ τοῦ ἵππου καταβὰς, ἐλάσῃς αὐτὴν διὰ τῆς ταπεινοφροσύνης, ὑψηλότερον καθεδῇ καὶ ἐν μείζονι σαυτὸν καταστήσεις τιμῇ, οὐδὲν τοῦ παιδὸς εἰς τοῦτο δεόμενος. Ὅταν γὰρ μέτριος γενόμενος χαμαὶ βαδίζῃς, ἐπὶ τοῦ ὀχήματος καθεδῇ τῆς ταπεινοφροσύνης τοῦ μέχρι τῶν οὐρανῶν σε ἀνάγοντος, τοῦ πτηνοὺς ἔχοντος ἵππους· ἂν δὲ ἀποπεσὼν ἐκείνου, εἰς τὸ τῆς ἀλαζονείας μεταβῇς, τῶν χαμαὶ συρομένων ἑρπετῶν οὐδὲν ἄμεινον διάκεισαι, ἀλλὰ καὶ ἀθλιώτερον πολλῷ καὶ ἐλεεινότερον. Τοὺς μὲν γὰρ ἡ τοῦ σώματος πήρωσις οὕτω καταναγκάζει σύρεσθαι, σὲ δὲ ἡ τῆς ἀλαζονείας νόσος. Καὶ γὰρ Πᾶς ὁ ὑψῶν ἑαυτὸν, φησὶ, ταπεινωθήσεται. Ἵν' οὖν μὴ ταπεινωθῶμεν, ἀλλὰ ὑψωθῶμεν, ἐπὶ τὸ ὕψος ἔλθωμεν ἐκεῖνο. Οὕτω γὰρ καὶ ἀνάπαυσιν εὑρήσομεν ταῖς ψυχαῖς ἡμῶν κατὰ τὸν θεῖον χρησμὸν, καὶ τῆς ἀληθοῦς καὶ ὑψηλοτάτης ἐπιτευξόμεθα τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.