Ancient Greek
Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-2
Not analysed yet
Ἀποκάλυψιν δὲ λέγει, δεικνὺς ὅτι εἰ καὶ μὴ ὁρᾶται, ἀλλ' ἔστι, καὶ πάρεστι καὶ νῦν, καὶ τότε φανήσεται. Ὑπομονῆς οὖν χρεία· διὰ τοῦτο γὰρ ἐλάβετε τὰ θαύματα, ἵνα μείνητε βέβαιοι. Ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους. Ἐνταῦθα δοκεῖ μὲν αὐτοὺς θεραπεύειν, πάσης δὲ κολακείας ἀπήλλακται τὸ λεγόμενον. Καὶ γὰρ οἶδεν αὐτῶν καθάπτεσθαι, ὡς ὅταν λέγῃ· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· καὶ πάλιν. Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; καὶ, Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Λανθανόντως δὲ αὐτῶν καὶ κατηγορεῖ· τῷ γὰρ εἰπεῖν, Βεβαιώσει, καὶ τῷ, Ἀνεγκλήτους, δείκνυσι καὶ σαλευομένους ἔτι, καὶ ἐγκλήματος ὑπευθύνους ὄντας. Σὺ δὲ σκόπει πῶς αὐτοὺς τῷ ὀνόματι ἀεὶ τοῦ Χριστοῦ προσηλοῖ. Καὶ ἀνθρώπου μὲν οὐδενὸς, οὔτε ἀποστόλου οὔτε διδασκάλου, συνεχῶς δὲ αὐτοῦ τοῦ ποθουμένου μέμνηται, καθάπερ ἀπὸ μέθης τινὸς τοὺς καρηβαροῦντας ἀνενεγκεῖν παρασκευάζων. Οὐδαμοῦ γὰρ ἐν ἑτέρᾳ Ἐπιστολῇ οὕτω συνεχῶς κεῖται τὸ ὄνομα τοῦ Χριστοῦ· ἐνταῦθα μέντοι ἐν ὀλίγοις στίχοις πολλάκις, καὶ διὰ τούτου σχεδὸν τὸ πᾶν ὑφαίνει προοίμιον. Σκόπει δὲ ἄνωθεν· Παῦλος, κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ τῇ χάριτι τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν· ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁρᾷς τὴν συνέχειαν τοῦ ὀνόματος τοῦ Χριστοῦ; Ὅθεν δῆλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι οὐκ εἰκῆ οὐδὲ ἁπλῶς τοῦτο ποιεῖ, ἀλλὰ τῇ πυκνότητι τῆς καλῆς ταύτης προσηγορίας τὴν φλεγμονὴν αὐτῶν ἀπαντλῶν, καὶ τὴν σηπεδόνα τοῦ νοσήματος ἐκκαθαίρων. Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Βαβαὶ, πόσον ἐνταῦθα εἶπεν. πόσον μέγεθος δωρεᾶς ἐνέφηνεν. Εἰς κοινωνίαν τοῦ Μονογενοῦς ἐκλήθητε, καὶ ἀνθρώποις ἑαυτοὺς προσνέμετε; τί ταύτης τῆς ἀθλιότητος χεῖρον; Καὶ πῶς ἐκλήθητε; Διὰ τοῦ Πατρός. Ἐπειδὴ γὰρ δι' αὐτοῦ καὶ ἐν αὐτῷ συνεχῶς ἔλεγε περὶ τοῦ Υἱοῦ, ἵνα μὴ νομίσωσιν, ὅτι ὡς ἐλάττονος αὐτοῦ οὕτω μέμνηται, προσένειμεν αὐτὸ τῷ Πατρί. Οὐ γὰρ διὰ τοῦδε καὶ τοῦδε, φησὶν, ἀλλὰ διὰ τοῦ Πατρὸς ἐκλήθητε, δι' αὐτοῦ καὶ ἐπλουτίσθητε. Πάλιν ἐκλήθητε, οὐκ αὐτοὶ προσήλθετε. Τί δέ ἐστιν, Εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ; Ἄκουσον αὐτοῦ τοῦτο αὐτὸ σαφέστερον ἑτέρωθι λέγοντος· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ συναποθνήσκομεν, καὶ συζήσομεν. Εἶτα, ἐπειδὴ μέγα εἴρηκε, προσέθηκε καὶ λογισμὸν πληροφορίαν ἔχοντα ἀναντίῤῥητον· Πιστὸς γὰρ, φησὶν, ὁ Θεός· τουτέστιν ἀληθής. Εἰ δὲ ἀληθὴς, ἃ ἐπηγγείλατο καὶ ποιήσει· ἐπηγγείλατο δὲ κοινωνοὺς ἡμᾶς ποιήσειν τοῦ μονογενοῦς Υἱοῦ· ἐπὶ τοῦτο γὰρ καὶ ἐκάλεσεν· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα αὐτοῦ, καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Ταῦτα δὲ προοικονομεῖ νῦν ἐν τῷ λόγῳ, ὥστε μὴ μετὰ τὸ σφοδρὸν τῶν ἐγκλημάτων εἰς ἀπόγνωσιν αὐτοὺς ἐμπεσεῖν. Πάντως γὰρ τὰ παρὰ τοῦ Θεοῦ ἕψεται, ἂν μὴ σφόδρα ἡμεῖς ἀφηνιάσωμεν· καθάπερ οἱ Ἰουδαῖοι καλούμενοι οὐκ ἤθελον δέξασθαι τὰ ἀγαθά. Τοῦτο δὲ οὐκέτι τοῦ καλοῦντος ἦν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Αὐτὸς μὲν γὰρ ἐβούλετο δοῦναι, ἐκεῖνοι δὲ, μὴ θελήσαντες λαβεῖν, ἑαυτοὺς ἐξέβαλον. Εἰ μὲν γὰρ εἰς ἐπίπονον καὶ ἐπίμοχθον ἐκάλει πρᾶγμα, οὐκ ἦσαν μὲν οὐδὲ οὕτω συγγνώμης ἄξιοι παραιτούμενοι, πλὴν ἀλλ' εἶχον αὐτὸ τοῦτο λέγειν· Εἰ δὲ ἐπὶ καθαρμὸν καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν καὶ χάριν καὶ δωρεὰν, καὶ τὰ παρεσκευασμένα ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ Θεὸς ὁ καλῶν, καὶ δι' ἑαυτοῦ καλῶν, ποίας ἂν εἶεν συγγνώμης ἄξιοι οἱ μὴ προστρέχοντες; Μὴ τοίνυν τὸν Θεὸν αἰτιάσθω τις. Οὐ γὰρ παρὰ τὸν καλοῦντα γίνεται τὸ μὴ πιστεῦσαι, ἀλλὰ παρὰ τοὺς ἀποπηδῶντας. Ἀλλ' ἔδει, φησὶ, καὶ ἄκοντας ἐναγαγεῖν. Ἄπαγε· οὐ γὰρ βιάζεται οὐδὲ ἀναγκάζει. Τίς γὰρ ἐπὶ τιμὰς καὶ στεφάνους καὶ εὐωχίας καὶ πανηγύρεις καλῶν, ἄκοντας καὶ δεδεμένους ἕλκει; Οὐκ ἔστιν οὐδείς· τοῦτο γὰρ ὑβρίζοντός ἐστιν. Εἰς γέενναν ἄκοντας πέμπει, εἰς δὲ βασιλείαν ἑκόντας καλεῖ· εἰς τὸ πῦρ δεδεμένους ἄγει καὶ οἰμώζοντας, εἰς δὲ τὰ μυρία ἀγαθὰ οὐχ οὕτως· ἐπεὶ τοῦτο καὶ αὐτὰ διαβάλλει τὰ ἀγαθὰ, εἰ μὴ τοιαύτη αὐτῶν ἐστιν ἡ φύσις, ὡς καὶ ἑκόντας προσδραμεῖν, καὶ χάριν εἰδότας πολλήν.