Ancient Greek
Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-2
Not analysed yet
Καὶ πόθεν οὐ πάντες αὐτὰ αἱροῦνται, φησί; Παρὰ τὴν οἰκείαν ἀσθένειαν. Καὶ τίνος ἕνεκεν αὐτῶν οὐκ ἐκκόπτει τὴν ἀσθένειαν; Καὶ πῶς, εἰπέ μοι, καὶ τίνι τρόπῳ ἐκκόψαι ἐχρῆν; οὐχὶ κτίσιν εἰργάσατο διδάσκουσαν αὐτοῦ τὴν φιλανθρωπίαν καὶ τὴν δύναμιν; Οἱ οὐρανοὶ γὰρ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ. Οὐχὶ καὶ προφήτας ἔπεμψεν; οὐχὶ καὶ ἐκάλεσε καὶ ἐτίμησεν; οὐχὶ ἐθαυματούργησεν; οὐ νόμον ἔδωκε καὶ γραπτὸν καὶ φυσικόν; οὐ τὸν Υἱὸν ἀπέστειλεν; οὐκ ἀποστόλους ἔπεμψεν; οὐ σημεῖα εἰργάσατο; οὐ γέενναν ἠπείλησεν; οὐ βασιλείαν ἐπηγγείλατο; οὐ καθ' ἑκάστην ἡμέραν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ; οὐχὶ ἅπερ ἐπέταξεν, οὕτως εὔκολα καὶ ῥᾴδια, ὡς πολλοὺς ὑπερβαίνειν αὐτοῦ τὰ προστάγματα τῇ περιουσίᾳ τῆς φιλοσοφίας; Τί ἔδει ποιῆσαι τῷ ἀμπελῶνι, καὶ οὐκ ἐποίησα; Καὶ διὰ τί μὴ ἐποίησεν ἡμῖν φυσικὴν τὴν γνῶσιν, φησὶ, καὶ τὴν ἀρετήν; Τίς ταῦτά φησιν; ὁ Ἕλλην ἢ ὁ Χριστιανός; Ἀμφότεροι μὲν, ἀλλ' οὐχ ὑπὲρ τῶν αὐτῶν· ἀλλ' ὁ μὲν ὑπὲρ τῆς γνώσεως, ὁ δὲ ὑπὲρ τοῦ βίου φιλονεικεῖ. Οὐκοῦν πρῶτον πρὸς τὸν ἡμέτερον ἐροῦμεν· οὐ τοσοῦτον γάρ μοί ἐστιν τῶν ἔξω λόγος, ὅσον τῶν οἰκείων μελῶν. Τί οὖν φησιν ὁ Χριστιανός; Αὐτὴν ἔδει τὴν γνῶσιν ἡμῖν ἐνθεῖναι τῆς ἀρετῆς. Ἐνέθηκε μὲν οὖν· εἰ γὰρ μὴ ἐνέθηκε, πόθεν ᾔδειμεν τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα; πόθεν οἱ νόμοι καὶ τὰ δικαστήρια; Ἀλλ' οὐ τὴν γνῶσιν, ἀλλὰ τὴν πρᾶξιν αὐτήν. Καὶ τίνος ἔμελλες λαμβάνειν τὸν μισθὸν, εἰ τὸ πᾶν ἔμελλεν ἔσεσθαι τοῦ Θεοῦ; Εἰπὲ γάρ μοι, σὲ καὶ τὸν Ἕλληνα ἁμαρτάνοντας ὁμοίως ὁ Θεὸς κολάζει; Οὐδαμῶς· ἔχεις γὰρ τέως τὴν ἀπὸ τῆς γνώσεως παῤῥησίαν. Τί οὖν, εἴ τις ἄρα εἶπε νῦν, ὅτι ὑπὲρ τῆς γνώσεως καὶ σὺ καὶ ὁ Ἕλλην τῶν αὐτῶν ἀξιωθήσεσθε, ἆρα οὐκ ἂν ἐδυσχέρανας; Ἔγωγε οἶμαι· εἶπες γὰρ ἂν, ὅτι ἔχων εὑρεῖν οἴκοθεν ὁ Ἕλλην τὴν γνῶσιν, οὐκ ἠθέλησεν. Ἂν οὖν καὶ ἐκεῖνος λέγῃ, ὅτι Ἔδει τὸν Θεὸν ἐνθεῖναι τὴν γνῶσιν ἡμῖν φυσικῶς, οὐχὶ καταγελάσῃ, καὶ πρὸς αὐτὸν ἐρεῖς, Διὰ τί γὰρ μὴ ἐζήτησας; διὰ τί μὴ ἐσπούδασας, καθάπερ ἐγώ; καὶ μετὰ πολλῆς στήσῃ τῆς παῤῥησίας, καὶ ἐρεῖς, ὅτι ἀνοίας ἐσχάτης ἦν τὸ ἐγκαλεῖν τῷ Θεῷ, ὅτι μὴ τῇ φύσει τὴν γνῶσιν ἐνέθηκε; Ταῦτα δὲ ἐρεῖς, ἐπειδή σοι κατώρθωται τὰ τῆς γνώσεως· οὕτω καὶ τὰ τοῦ βίου εἰ κατώρθωτο, οὐκ ἂν ταῦτα ἐζήτησας, ἀλλ' ἐπειδὴ ἀποκάμνεις πρὸς τὴν ἀρετὴν, διὰ τοῦτο τοὺς ἀνοήτους τούτους προβάλλῃ λόγους. Πῶς δὲ καὶ ἐχρῆν ποιῆσαι ἀνάγκῃ γίνεσθαι καλόν; Οὐκοῦν ἔμελλεν ἡμῖν τὰ ἄλογα φιλονεικεῖν τῆς ἀρετῆς, ἅτε ἡμῶν σωφρονέστερα ἔνια ὄντα. Ἀλλ' ἐβουλόμην, φησὶν, εἶναι ἀνάγκῃ καλὸς, καὶ πάντων ἀποστερεῖσθαι τῶν μισθῶν, ἢ προαιρέσει φαῦλος, καὶ κολάζεσθαι καὶ τιμωρεῖσθαι. Ἀλλ' οὐκ ἔστιν ἀνάγκῃ ποτὲ καλὸν εἶναι. Εἰ μὲν οὖν ἀγνοεῖς τὸ πρακτέον, δεῖξον, καὶ τότε ἐροῦμεν ὅπερ εἰπεῖν δεῖ· εἰ δὲ οἶδας πονηρὰν τὴν ἀσέλγειαν οὖσαν, τίνος ἕνεκεν οὐ φεύγεις τὸ πονηρόν; Οὐ δύναμαι, φησίν. Ἀλλ' ἕτεροι οἱ τὰ μείζω κατορθώσαντες κατηγορήσουσί σου, καὶ ἐπιστομίσουσί σε ἐκ περιουσίας πολλῆς. Σὺ μὲν γὰρ ἴσως καὶ μετὰ γυναικὸς ὢν οὐ σωφρονεῖς, ἄλλος δὲ καὶ χωρὶς γυναικὸς ἀκέραιον διατηρεῖ τὴν ἁγνείαν. Τίνα οὖν ἔχεις ἀπολογίαν, τὸ μέτρον οὐ φυλάττων, ἑτέρου ὑπὲρ τὰ σκάμματα πηδῶντος; Ἀλλ' οὐκ εἰμὶ τοιοῦτος, φησὶ, τοῦ σώματος τὴν φύσιν ἢ τὴν προαίρεσιν. Ἐπειδὴ μὴ θέλεις, οὐκ ἐπειδὴ μὴ δύνασαι· καὶ γὰρ δείκνυμι πάντας ἐπιτηδείως πρὸς ἀρετὴν ἔχοντας. Ὃ γὰρ μὴ δύναταί τις ποιῆσαι, οὐδὲ ἀνάγκης ἐπικειμένης δυνήσεται ποιῆσαι· εἰ δὲ ἀνάγκης ἐπικειμένης δύναται ὁ μὴ ποιῶν, παρὰ προαίρεσιν οὐ ποιεῖ. Οἷόν τι λέγω· Ἀναπτῆναι καὶ πρὸς τὸν οὐρανὸν ἀρθῆναι σῶμα ἔχοντα, βαρὺ πάντως καὶ ἀδύνατον. Τί οὖν, εἰ βασιλεὺς ἐπιτάξειε τοῦτο ποιῆσαι, καὶ θάνατον ἠπείλησε λέγων, ὅτι Τοὺς μὴ πετομένους ἀνθρώπους ἀποτέμνεσθαι κελεύω καὶ καίεσθαι, ἢ ἄλλο τι πάσχειν τοιοῦτον, ἆρα ἄν τις ὑπήκουσεν; Οὐδαμῶς· οὐ δέχεται γὰρ ἡ φύσις. Ἂν δὲ ἐπὶ σωφροσύνης τὸ αὐτὸ τοῦτο γένηται, καὶ θῇ διατάγματα, ὥστε τὸν ἀσελγαίνοντα κολάζεσθαι, καίεσθαι. μαστίζεσθαι, μυρία πάσχειν δεινὰ, ἆρα οὐκ ἂν ἐπείσθησαν πολλοὶ τῷ προστάγματι; Οὐχὶ, φησί· καὶ γὰρ κεῖται καὶ νῦν νόμος ὁ κελεύων μὴ μοιχεύειν, καὶ οὐ πάντες πείθονται. Οὐκ ἐπειδὴ ὁ φόβος ἠσθένησεν, ἀλλ' ἐπειδὴ λήσεσθαι προσδοκῶσιν οἱ πολλοί· ὡς εἰ παρῆν αὐτοῖς ἀσελγαίνειν μέλλουσιν ὁ νομοθέτης καὶ ὁ δικάζων, ἴσχυσεν ἂν ὁ φόβος ἐκβαλεῖν τὴν ἐπιθυμίαν. Ἐπεὶ κἂν ἐλάττονα ταύτης ἑτέραν ἀνάγκην ἐπαγάγω, καὶ λαβὼν αὐτὸν ἀπὸ τῆς ἐρωμένης γυναικὸς ἀπαγάγω καὶ δήσας καθείρξω, δυνήσεται ἐνεγκεῖν, καὶ μηδὲν παθεῖν ἀηδές. Μὴ τοίνυν λέγωμεν, ὅτι ὁ δεῖνα φύσει καλὸς, καὶ ὁ δεῖνα φύσει κακός. Εἰ γὰρ φύσει ἀγαθὸς, οὐδέποτε δυνήσεται γενέσθαι κακός· καὶ εἰ φύσει κακὸς, οὐκ ἄν ποτε γένοιτο ἀγαθός. Νῦν δὲ ὁρῶμεν ὀξυῤῥόπους τὰς μεταβολὰς, καὶ ἀπὸ τούτων εἰς θάτερα μεταβάλλοντας, καὶ ἀπ' ἐκείνων εἰς ταῦτα μεταπίπτοντας. Καὶ ταῦτα οὐκ ἐν ταῖς Γραφαῖς ἔστιν ἰδεῖν μόνον, οἷον ὅτι τελῶναι γεγόνασιν ἀπόστολοι, καὶ μαθηταὶ προδόται, καὶ πόρναι γυναῖκες σώφρονες, καὶ λῃσταὶ εὐδοκίμησαν, καὶ μάγοι προσεκύνησαν, καὶ ἀσεβεῖς εἰς εὐσέβειαν μετέβαλον, ἐπί τε τῆς Καινῆς ἐπί τε τῆς Παλαιᾶς· ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν πολλὰ τοιαῦτα συμβαίνοντα ἴδοι τις ἄν. Εἰ δὲ φυσικὰ ἦν, οὐκ ἂν μετέπεσον. Καὶ γὰρ φύσει παθητοὶ ὄντες, οὐκ ἄν ποτε ἀπὸ σπουδῆς γενοίμεθα ἀπαθεῖς. Τὸ γὰρ φύσει τι ὂν, οὐκ ἂν ἐκπέσῃ τοῦ κατὰ φύσιν. Οὐδεὶς γοῦν ἀπὸ τοῦ καθεύδειν ἐπὶ τὸ μὴ καθεύδειν μετέπεσεν, οὐδεὶς ἀπὸ τοῦ φθείρεσθαι ἐπὶ τὸ μὴ φθείρεσθαι, οὐδεὶς ἀπὸ τοῦ πεινῇν ἐπὶ τὸ μηδέποτε τοῦτο πάσχειν. Διὰ τοῦτο οὐδὲ ἐγκλήματα ταῦτά ἐστιν, οὐδὲ ὀνειδίζομεν ἑαυτοὺς ἐπὶ τούτοις. Οὐδὲ μέλλων τίς τινι ἐγκαλεῖν εἶπεν· Ὦ φθαρτὲ καὶ παθητέ· ἀλλ' ἢ μοιχείαν ἢ πορνείαν ἤ τι τῶν τοιούτων ἀεὶ προφέρομεν τοῖς ὑπευθύνοις, καὶ δικασταῖς προσάγομεν τοῖς ἐγκαλοῦσι καὶ κολάζουσι, καὶ ἐπὶ τοῖς ἐναντίοις τιμῶσιν. Ὅταν οὖν καὶ ἐξ ὧν πρὸς ἀλλήλους ποιοῦμεν, καὶ ἐξ ὧν δικαζόμενοι πάσχομεν, καὶ ἐξ ὧν νόμους ἐγράψαμεν, καὶ ἐξ ὧν ἑαυτῶν καταγινώσκομεν, κἂν μηδεὶς ὁ κατηγορῶν ᾖ, καὶ ἐξ ὧν ῥᾳθυμοῦντες μὲν χείρους, φοβούμενοι δὲ βελτίους γινόμεθα, καὶ ἐξ ὧν ἄλλους ὁρῶμεν κατορθοῦντας καὶ πρὸς ἄκρον φιλοσοφίας ἀφικομένους, εὔδηλον ὅτι καὶ ἐφ' ἡμῖν κεῖται τὸ κατορθοῦν· τί μάτην ψυχραῖς ἑαυτοὺς ἀπατῶμεν οἱ πολλοὶ προφάσεσι καὶ ἀπολογίαις, μὴ μόνον συγγνώμην οὐ φερούσαις, ἀλλὰ καὶ κόλασιν ἀφόρητον, δέον τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πρὸ τῶν ὀφθαλμῶν ἔχοντας ἀρετῆς ἐπιμελεῖσθαι, καὶ μικρὰ πονέσαντας, τοὺς ἀκηράτους λαβεῖν στεφάνους; Οὐδὲν γὰρ ἡμῶν ταῦτα προστήσεται τὰ ῥήματα· ἀλλ' οἱ σύνδουλοι καὶ τὰ ἐναντία κατωρθωκότες κατακρινοῦσι τοὺς διαμαρτάνοντας πάντας, τὸν ὠμὸν ὁ ἐλεήμων, τὸν πονηρὸν ὁ χρηστὸς, τὸν θρασὺν ὁ ἐπιεικὴς, τὸν βάσκανον ὁ φιλόφρων, τὸν κενόδοξον ὁ φιλόσοφος, τὸν ῥᾴθυμον ὁ σπουδαῖος, τὸν ἀκόλαστον ὁ σώφρων. Οὕτως οἴσει τὴν κρίσιν ἡμῖν ὁ Θεὸς, ἑκάτερά τε στήσει τὰ τάγματα, τοὺς μὲν ἐπαινῶν, τοὺς δὲ κολάζων. Ἀλλὰ μὴ γένοιτό τινα τῶν παρόντων γενέσθαι τῶν κολαζομένων καὶ ἠτιμωμένων, ἀλλὰ τῶν στεφανουμένων καὶ τῶν τῆς θείας βασιλείας ἐπιτυγχανόντων· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.