Ancient Greek
Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-24
Not analysed yet
Τοῦτο καὶ οἱ ἐρῶντες ποιοῦσιν. Ὅταν ἴδωσι τοὺς ἐρωμένους τῶν ἀλλοτρίων ἐπιθυμοῦντας καὶ τῶν οἰκείων καταφρονοῦντας, τὰ αὐτῶν διδόντες πείθουσιν ἀποστῆναι τῶν ἐκείνων. Ἀλλ' οἱ ἐρῶντες μὲν ἐν χρήμασι καὶ ἱματίοις καὶ κτήμασι ταύτην ἐπιδείκνυνται τὴν φιλοτιμίαν, ἐν αἵματι δὲ οὐδεὶς οὐδέποτε· ὁ δὲ Χριστὸς καὶ ἐν τούτῳ τὴν κηδεμονίαν ἐπεδείξατο καὶ τὴν θερμὴν περὶ ἡμᾶς ἀγάπην. Καὶ ἐν μὲν τῇ Παλαιᾷ ἐπειδὴ ἀτελέστερον διέκειντο, ὃ τοῖς εἰδώλοις προσέφερον αἷμα, τοῦτο αὐτὸς ὑπέμεινε καταδέξασθαι, ἵνα ἀποστήσῃ ἐκείνων, ὃ καὶ αὐτὸ πάλιν ἀφάτου φιλοστοργίας ἦν· ἐνταῦθα δὲ ἐπὶ τὸ πολλῷ φρικωδέστερον καὶ μεγαλοπρεπέστερον τὴν ἱερουργίαν μετεσκεύασε, καὶ τὴν θυσίαν αὐτὴν ἀμείψας, καὶ ἀντὶ τῆς τῶν ἀλόγων σφαγῆς ἑαυτὸν προσφέρειν κελεύσας. Ὁ ἄρτος, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστι; Διὰ τί μὴ εἶπε, Μετοχή; Ὅτι πλέον τι δηλῶσαι ἠβουλήθη, καὶ πολλὴν ἐνδείξασθαι τὴν συνάφειαν. Οὐ γὰρ τῷ μετέχειν μόνον καὶ μεταλαμβάνειν, ἀλλὰ καὶ τῷ ἑνοῦσθαι κοινωνοῦμεν. Καθάπερ γὰρ τὸ σῶμα ἐκεῖνο ἥνωται τῷ Χριστῷ, οὕτω καὶ ἡμεῖς αὐτῷ διὰ τοῦ ἄρτου τούτου ἑνούμεθα. Διὰ τί δὲ προσέθηκεν, Ὃν κλῶμεν; τοῦτο γὰρ ἐπὶ μὲν τῆς εὐχαριστίας ἔστιν ἰδεῖν γινόμενον· ἐπὶ δὲ τοῦ σταυροῦ οὐκέτι, ἀλλὰ καὶ τοὐναντίον τούτῳ· Ὀστοῦν γὰρ αὐτοῦ, φησὶν, οὐ συντριβήσεται. Ἀλλ' ὅπερ οὐκ ἔπαθεν ἐπὶ τοῦ σταυροῦ, τοῦτο πάσχει ἐπὶ τῆς προσφορᾶς διὰ σὲ, καὶ ἀνέχεται διακλώμενος, ἵνα πάντας ἐμπλήσῃ. Εἶτα ἐπειδὴ εἶπε, Κοινωνία τοῦ σώματος, τὸ δὲ κοινωνοῦν ἕτερόν ἐστιν ἐκείνου, οὗ κοινωνεῖ, καὶ ταύτην τὴν δοκοῦσαν εἶναι μικρὰν διαφορὰν ἀνεῖλεν. Εἰπὼν γὰρ, Κοινωνία τοῦ σώματος, ἐζήτησε πάλιν ἐγγύτερόν τι εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ὅτι εἷς ἄρτος, ἓν σῶμά ἐσμεν οἱ πολλοί. Τί γὰρ λέγω κοινωνίαν; φησίν· αὐτό ἐσμεν ἐκεῖνο τὸ σῶμα. Τί γάρ ἐστιν ὁ ἄρτος; Σῶμα Χριστοῦ. Τί δὲ γίνονται οἱ μεταλαμβάνοντες; Σῶμα Χριστοῦ· οὐχὶ σώματα πολλὰ, ἀλλὰ σῶμα ἕν. Καθάπερ γὰρ ὁ ἄρτος ἐκ πολλῶν συγκείμενος κόκκων ἥνωται, ὡς μηδαμοῦ φαίνεσθαι τοὺς κόκκους, ἀλλ' εἶναι μὲν αὐτοὺς, ἄδηλον δὲ αὐτῶν εἶναι τὴν διαφορὰν τῇ συναφείᾳ· οὕτω καὶ ἀλλήλοις καὶ τῷ Χριστῷ συναπτόμεθα. Οὐ γὰρ ἐξ ἑτέρου μὲν σώματος σὺ, ἐξ ἑτέρου δὲ ἐκεῖνος τρέφεται, ἀλλ' ἐκ τοῦ αὐτοῦ πάντες· διὸ καὶ ἐπήγαγεν· Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Εἰ δὲ ἐκ τοῦ αὐτοῦ, καὶ τὸ αὐτὸ γινόμεθα πάντες, διὰ τί μὴ καὶ τὴν αὐτὴν ἀγάπην ἐπιδεικνύμεθα, καὶ γινόμεθα καὶ κατὰ τοῦτο ἕν; Καὶ γὰρ καὶ τὸ παλαιὸν ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων τοῦτο ἦν. Τοῦ γὰρ πλήθους τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ἀλλ' οὐχὶ νῦν, ἀλλὰ τοὐναντίον ἅπαν· πολλοὶ καὶ ποικίλοι μεταξὺ πάντων οἱ πόλεμοι, καὶ θηρίων χαλεπώτερον πρὸς τὰ ἀλλήλων διακείμεθα μέλη. Καὶ ὁ μὲν Χριστὸς τοσοῦτόν σε διεστηκότα ἑαυτῷ ἥνωσε· σὺ δὲ οὐδὲ τῷ ἀδελφῷ ἀξιοῖς ἡνῶσθαι μετὰ ἀκριβείας τῆς προσηκούσης, ἀλλὰ ἀποσχίζεις σεαυτὸν, τοσαύτης καὶ ἀγάπης καὶ ζωῆς ἀπολαύσας παρὰ τοῦ Δεσπότου. Οὐδὲ γὰρ ἁπλῶς τὸ σῶμα αὐτοῦ ἔδωκεν· ἀλλ' ἐπειδὴ ἡ προτέρα τῆς σαρκὸς φύσις ἡ ἀπὸ γῆς διαπλασθεῖσα, ἀπὸ τῆς ἁμαρτίας ἔφθασε νεκρωθῆναι καὶ ζωῆς γενέσθαι ἔρημος, ἑτέραν, ὡς ἂν εἴποι τις, μᾶζαν καὶ ζύμην ἐπεισήγαγε, τὴν ἑαυτοῦ σάρκα, φύσει μὲν οὖσαν τὴν αὐτὴν, ἁμαρτίας δὲ ἀπηλλαγμένην καὶ ζωῆς γέμουσαν, καὶ πᾶσιν ἔδωκεν αὐτῆς μεταλαμβάνειν, ἵνα ταύτῃ τρεφόμενοι, καὶ τὴν προτέραν ἀποθέμενοι τὴν νεκρὰν, εἰς τὴν ζωὴν τὴν ἀθάνατον διὰ τῆς τραπέζης ἀνακερασθῶμεν ταύτης. Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; Πάλιν ἀπὸ τῆς Παλαιᾶς καὶ εἰς τοῦτο ἐνάγει. Ἐπειδὴ γὰρ πολὺ τοῦ μεγέθους τῶν λεχθέντων ἦσαν ταπεινότεροι, καὶ ἀπὸ τῶν προτέρων αὐτοὺς καὶ συνήθων πείθει. Καὶ καλῶς, Κατὰ σάρκα, φησὶν, ὡς αὐτῶν κατὰ πνεῦμα ὄντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἂν ἀπὸ τῶν παχυτέρων παιδευθῆτε, ὅτι οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν. Ὁρᾷς πῶς δείκνυσιν οὐκ ἔχοντας γνῶσιν τελείαν τοὺς δοκοῦντας εἶναι τελείους, εἴ γε μηδὲ τοῦτο ἴσασιν, ὅτι κοινωνία τις ἀπὸ τούτων καὶ φιλία πολλοῖς πολλάκις πρὸς δαίμονας γίνεται, κατὰ μικρὸν τῆς συνηθείας αὐτοὺς ἐφελκομένης; Εἰ γὰρ ἐπ' ἀνθρώπων τὸ κοινωνεῖν ἁλῶν καὶ τραπέζης φιλίας ἀφορμὴ καὶ σύμβολον γίνεται, ἐγχωρεῖ καὶ ἐπὶ δαιμόνων τοῦτο συμβῆναι· σὺ δέ μοι σκόπει, πῶς ἐπὶ μὲν τῶν Ἰουδαίων οὐκ εἶπεν, ὅτι τῷ Θεῷ κοινωνοῦσιν, ἀλλὰ, Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί· καὶ γὰρ κατεκαίετο τὸ τεθειμένον· ἐπὶ δὲ τοῦ σώματος τοῦ Χριστοῦ οὐχ οὕτως· ἀλλὰ πῶς; Κοινωνία τοῦ σώματος τοῦ Κυρίου ἐστίν. Οὐ γὰρ τοῦ θυσιαστηρίου, ἀλλ' αὐτοῦ τοῦ Χριστοῦ κοινωνοὶ γινόμεθα. Εἰπὼν δὲ, ὅτι Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, εἶτα δείσας μὴ δόξῃ ὡσπερεὶ ἰσχὺν ἐχόντων τῶν εἰδώλων διαλέγεσθαι καὶ δυναμένων τι βλάψαι· ὅρα πῶς αὐτὰ καθαιρεῖ πάλιν λέγων· Τί οὖν φημι; ὅτι εἴδωλόν τί ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τί ἐστι;