Ancient Greek
Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-24
Not analysed yet
Ταῦτα δὲ λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυναμένων βλάψαι τι τῶν εἰδώλων ἢ ἰσχὺν ἐχόντων· οὐδὲν γάρ ἐστιν· ἀλλὰ βούλομαι καταφρονεῖν αὐτῶν ὑμᾶς. Καὶ εἰ βούλει καταφρονεῖν, φησὶ, τίνος ἕνεκεν μετὰ σπουδῆς αὐτῶν ἡμᾶς ἀπάγει; Ὅτι οὐ προσάγεται τῷ Δεσπότῃ τῷ σῷ. Ὃ γὰρ θύει, φησὶ, τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. Μὴ τοίνυν τρέχετε ἐπὶ τὰ ἐναντία. Οὐδὲ γὰρ, εἰ βασιλέως υἱὸς ἦς, εἶτα τῆς πατρικῆς ἀπολαύων τραπέζης, ἀφεὶς ἐκείνην, τῆς τῶν καταδίκων καὶ δεσμωτῶν ἠθέλησας κοινωνῆσαι ἐν τῷ δεσμωτηρίῳ, ἐπέτρεψεν ἂν ὁ πατήρ· ἀλλὰ καὶ μετὰ πολλῆς ἂν ἀπήγαγε τῆς σφοδρότητος, οὐχ ὡς δυναμένης τῆς τραπέζης βλάψαι, ἀλλ' ὡς καταισχυνούσης σου τὴν εὐγένειαν καὶ τὴν τράπεζαν τὴν βασιλικήν. Καὶ γὰρ καὶ οὗτοι οἰκέται εἰσὶ προσκεκρουκότες, ἠτιμωμένοι, κατάδικοι, δεσμῶται ἀφορήτῳ κολάσει τηρούμενοι, μυρίοις ὑπεύθυνοι κακοῖς. Πῶς οὖν οὐκ αἰσχύνῃ κατὰ τοὺς λαιμάργους καὶ ἀνελευθέρους, ὅταν θῶσι τράπεζαν οἱ κατάδικοι οὗτοι, τρέχων ἐκεῖ καὶ μετέχων τῶν προκειμένων; Διὰ δὴ τοῦτο ἀπάγω· ὁ γὰρ σκοπὸς τῶν θυόντων καὶ τὸ πρόσωπον τῶν δεχομένων ἀκάθαρτα ποιεῖ τὰ προκείμενα. Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. Εἶδες φιλίαν πατρὸς κηδεμονικοῦ; εἶδες καὶ αὐτὸ τὸ ῥῆμα πολλὴν ἔχον τὴν ἔμφασιν τῆς διαθέσεως; Οὐδὲν γὰρ βούλομαι κοινὸν ἔχειν ὑμᾶς πρὸς ἐκείνους, φησίν. Εἶτα ἐπειδὴ ἐν τάξει παραινέσεως τὸν λόγον εἰσήγαγεν, ἵνα μή τις τῶν παχυτέρων καταφρονήσῃ, ὡς ἐξουσίαν ἔχων, ἐπειδὴ εἶπεν, Οὐ θέλω, καὶ Ὑμεῖς κρίνατε, ἀποφαίνεται λοιπὸν καὶ νομοθετεῖ λέγων· Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Καὶ ἀρκεῖται τοῖς ὀνόμασι μόνοις εἰς τὴν ἀπαγωγήν. Εἶτα καὶ ἐντρεπτικῶς· Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Τουτέστι, Πειράζομεν αὐτὸν, εἰ δύναται κολάσαι ἡμᾶς, καὶ παρακνίζομεν αὐτὸν πρὸς τοὺς ἐναντίους ἀποχωροῦντες, καὶ μετὰ τῶν αὐτοῦ πολεμίων ταττόμενοι; Τοῦτο δὲ εἶπε, ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἱστορίας καὶ πατρικῆς παρανομίας. Διὸ καὶ τῇ λέξει ταύτῃ κέχρηται, ᾗ καὶ πρὸς Ἰουδαίους ὁ Μωϋσῆς ἐχρήσατό ποτε, ἐγκαλῶν ὑπὲρ εἰδωλολατρείας ἐκ προσώπου τοῦ Θεοῦ· Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Εἶδες πῶς φοβερῶς, πῶς φρικτῶς ἐπέπληξεν, αὐτὰ διασείσας αὐτῶν τὰ νεῦρα, καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ σφόδρα αὐτῶν καθαψάμενος καὶ κατενεγκὼν αὐτῶν τὸ φύσημα; Καὶ διὰ τί μὴ ἐξ ἀρχῆς ταῦτα τέθεικεν, φησὶν, ἃ μάλιστα ἂν αὐτοὺς ἀπήγαγεν; Ὅτι ἔθος αὐτῷ διὰ πλειόνων ἃ βούλεται κατασκευάζειν, καὶ τὰ ἰσχυρότερα ὕστερον τιθέναι, καὶ ἐκ περιουσίας νικᾷν. Διὰ δὴ τοῦτο ἀπὸ τῶν καταδεεστέρων ἀρξάμενος, ἐπὶ τὸ κεφάλαιον ἦλθε τῶν κακῶν. Οὕτω γὰρ καὶ τοῦτο εὐπαράδεκτον μᾶλλον ἐγίνετο, τοῖς προτέροις τῆς διανοίας αὐτῶν καταλεανθείσης. Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὁρᾷς σύνεσιν ἠκριβωμένην; Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι Τέλειός εἰμι καὶ κύριος ἐμαυτοῦ, καὶ οὐδὲν βλαπτόμενος ἀπογεύομαι τῶν προκειμένων· Ναὶ, φησὶ, τέλειος μὲν εἶ καὶ σαυτοῦ κύριος· ἀλλὰ μὴ τοῦτο σκόπει, ἀλλ' εἰ μὴ βλάβην ἔχει τὸ γινόμενον, ἀλλ' εἰ μὴ καταστροφήν. Καὶ γὰρ ἀμφότερα εἴρηκεν, Οὐ πάντα συμφέρει, οὐ πάντα οἰκοδομεῖ, λέγων, καὶ τὸ μὲν ὑπὲρ ἑαυτοῦ, τὸ δὲ ὑπὲρ τοῦ ἀδελφοῦ τιθείς. Τὸ μὲν γὰρ εἰπεῖν, Οὐ συμφέρει, τὴν ἐκείνου ἀπώλειαν αἰνιττομένου ἐστί· τὸ δὲ εἰπεῖν, Οὐκ οἰκοδομεῖ, τὸ τοῦ ἀδελφοῦ σκάνδαλον. Διὸ καὶ ἐπήγαγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω· ὃ πανταχοῦ καὶ διὰ πάσης κατασκευάζει ἐπιστολῆς, καὶ ἐν τῇ πρὸς Ῥωμαίους· ὡς ὅταν λέγῃ· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσε· καὶ πάλιν, Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον· καὶ ἐνταῦθα πάλιν· οὐ μὴν ἐπεξεργάζεται αὐτὸ ἐνταῦθα. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν διὰ πολλῶν αὐτὸ κατεσκεύασε καὶ ἀπέδειξεν, ὅτι οὐδαμοῦ τὸ αὐτοῦ ζητεῖ, ἀλλὰ καὶ Ἰουδαίοις ὡς Ἰουδαῖος ἐγένετο, καὶ ἀνόμοις ὡς ἄνομος, καὶ τῇ ἐλευθερίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἐξουσίᾳ οὐχ ἁπλῶς ἐχρήσατο, ἀλλ' εἰς τὸ πᾶσι συμφέρον, δουλεύων ἅπασιν· ὀλίγοις ἀρκεσθεὶς ῥήμασιν ἐνταῦθα ἀπηλλάγη, εἰς μνήμην διὰ τῶν ὀλίγων τούτων παραπέμπων τῶν εἰρημένων αὐτοὺς ἁπάντων. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, ἀγαπητοὶ, προνοῶμεν τῶν ἀδελφῶν, καὶ τὴν ἑνότητα τὴν πρὸς αὐτοὺς διατηρῶμεν. Εἰς τοῦτο γὰρ ἡμᾶς ἡ θυσία ἐκείνη ἐνάγει ἡ φοβερὰ καὶ φρικώδης, κελεύουσα ἡμῖν μεθ' ὁμονοίας αὐτῇ μάλιστα προσιέναι καὶ θερμῆς ἀγάπης, καὶ ἀετοὺς γενομένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν. Ὅπου γὰρ τὸ πτῶμα, φησὶν ἐκεῖ καὶ οἱ ἀετοί· πτῶμα καλῶν τὸ σῶμα διὰ τὸν θάνατον. Εἰ μὴ γὰρ ἐκεῖνος ἔπεσεν, ἡμεῖς οὐκ ἂν ἀνέστημεν. Ἀετοὺς δὲ καλεῖ, δεικνὺς ὅτι καὶ ὑψηλὸν εἶναι δεῖ τὸν προσιόντα τῷ σώματι τούτῳ, καὶ μηδὲν πρὸς τὴν γῆν κοινὸν ἔχειν, μηδὲ κάτω σύρεσθαι καὶ ἕρπειν, ἀλλ' ἄνω πέτεσθαι διηνεκῶς, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἐνορᾷν, καὶ ὀξυδερκὲς τὸ ὄμμα τῆς διανοίας ἔχειν· ἀετῶν γὰρ, οὐ κολοιῶν αὕτη ἡ τράπεζα. Οὗτοι καὶ τότε ἀπαντήσονται ἐκ τῶν οὐρανῶν καταβαίνοντι οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οὖν οἱ ἀναξίως τὰ ἔσχατα πείσονται.