Ancient Greek
Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-26
Not analysed yet
Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ψεύδονται οἱ διαβάλλοντες; οὔτε ὅτι πιστεύω εἶπεν, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ, οὐδ' αὖ πάλιν ὅτι ἀπιστῶ, ἵνα μὴ δόξῃ μάτην ἐπιτιμᾷν, ἀλλὰ, Μέρος τι καὶ πιστεύω, φησὶ, τουτέστιν, ἐκ μέρους μικροῦ πιστεύω, ἐναγωνίους ποιῶν, καὶ εἰς τὴν τῆς διορθώσεως καλῶν ἐπάνοδον. Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν· αἱρέσεις ἐνταῦθα, οὐ ταύτας λέγων τὰς τῶν δογμάτων, ἀλλὰ τὰς τῶν σχισμάτων τούτων. Εἰ δὲ καὶ τὰς τῶν δογμάτων ἔλεγεν, οὐδὲ οὕτω λαβὴν ἐδίδου. Καὶ γὰρ ὁ Χριστός φησιν, Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὴν ἐλευθερίαν τῆς προαιρέσεως λυμαινόμενος, οὐδὲ ἀνάγκην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάντως ἐσόμενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώμης προλέγων, ὅπερ ἔμελλε γίνεσθαι, οὐ διὰ τὴν αὐτοῦ πρόῤῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτως ἐχόντων γνώμην. Οὐ γὰρ ἐπειδὴ προεῖπε, ταῦτα ἐγίνετο, ἀλλ' ἐπειδὴ πάντως ἔμελλε γίνεσθαι, διὰ τοῦτο προεῖπεν· Ἐπεὶ, εἰ ἀνάγκης ἦν τὰ σκάνδαλα, καὶ μὴ γνώμης τῶν εἰσαγόντων αὐτὰ, περιττῶς ἔλεγεν, Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὰ σκάνδαλα ἔρχεται. Ἀλλὰ ταῦτα μὲν εὐρύτερον ἐν αὐτῷ γενόμενοι τῷ χωρίῳ διελέχθημεν· νῦν δὲ ἐπὶ τὸ προκείμενον ἰέναι ἀνάγκη. Ὅτι γὰρ περὶ τῶν αἱρέσεων τούτων εἶπε τῶν κατὰ τὰς τραπέζας καὶ τῆς φιλονεικίας ταύτης καὶ διαστάσεως, καὶ ἐκ τῶν ἑξῆς δῆλον ἐποίησεν. Εἰπὼν γὰρ, ὅτι Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δεικνὺς ποῖα λέγει σχίσματα, προϊών φησιν, ὅτι Ἕκαστος τὸ ἴδιον δεῖπνον προλαμβάνει· καὶ πάλιν, Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε; Ἀλλ' ὅτι μὲν περὶ τούτων εἶπε, δῆλον. Εἰ δὲ σχίσματα αὐτὰ καλεῖ, μὴ θαυμάσῃς· ὅπερ γὰρ ἔφην, τῇ λέξει καθικέσθαι αὐτῶν βούλεται. Εἰ δὲ δογμάτων ἦν τὰ σχίσματα, οὐκ ἂν οὕτως αὐτοῖς διελέχθη ἡμέρως. Ἄκουσον γοῦν ὅταν τι τοιοῦτον λέγῃ, πῶς ἐστι σφοδρὸς καὶ ἀσφαλιζόμενος καὶ ἐπιτιμῶν· ἀσφαλιζόμενος μὲν, ὡς ὅταν λέγῃ, Κἂν ἄγγελος ὑμᾶς εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω· ἐπιτιμῶν δὲ, ὡς ὅταν λέγῃ, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Καὶ νῦν μὲν κύνας καλεῖ τοὺς διαφθείροντας λέγων, Βλέπετε τοὺς κύνας· νῦν δὲ κεκαυτηριασμένους τὴν συνείδησιν, καὶ ἀγγέλους διαβόλου πάλιν. Ἀλλ' οὐκ ἐνταῦθα τοιοῦτον οὐδὲν εἶπεν, ἀλλ' ἡμέρως καὶ ὑφειμένως. Τί δέ ἐστιν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν; Ἵνα λάμψωσι μειζόνως. Ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Τοὺς ἀπεριτρέπτους καὶ στεῤῥοὺς οὐ μόνον οὐδὲν τοῦτο παραβλάπτει, ἀλλὰ καὶ δείκνυσι μᾶλλον, καὶ λαμπροτέρους ἀποφαίνει. Τὸ γὰρ, Ἵνα, τοῦτο, οὐ πανταχοῦ αἰτιολογίας ἐστὶν, ἀλλὰ πολλαχοῦ καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως. Οὕτω καὶ ὁ Χριστὸς αὐτὸ τίθησιν, ὅταν λέγῃ, Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται· οὕτω καὶ αὐτὸς ὁ Παῦλος, ὅταν περὶ τοῦ νόμου διαλεγόμενος γράφῃ· Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Ἀλλ' οὔτε ὁ νόμος διὰ τοῦτο ἐδόθη, ἵνα αὐξηθῇ τὰ ἁμαρτήματα τῶν Ἰουδαίων· τοῦτο δὲ ἐξέβη· οὔτε ὁ Χριστὸς διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται, ἀλλὰ διὰ τὸ ἐναντίον· συνέβη δὲ τοῦτο. Οὕτως οὖν καὶ ἐνταῦθα νοητέον τὸ, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Οὐδὲ γὰρ διὰ τοῦτο ἐγένοντο αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, ἀλλὰ τῶν αἱρέσεων τούτων γενομένων τοῦτο συνέβη. Ταῦτα δὲ εἶπε, τοὺς πένητας παραμυθούμενος τοὺς γενναίως φέροντας τὴν τοιαύτην ὑπεροψίαν. Διὸ οὐδὲ εἶπεν, Ἵνα δόκιμοι γένωνται· ἀλλ', Ἵνα οἱ δόκιμοι ὄντες φανεροὶ γένωνται, δηλῶν ὅτι καὶ πρὸ τούτου τοιοῦτοι ἦσαν, ἀλλ' ἀνεμίγνυντο τοῖς πολλοῖς, καὶ παραμυθίας ἀπολαύοντες τῆς παρὰ τῶν πλουσίων, οὐ σφόδρα ἐφαίνοντο· νυνὶ δὲ ἡ στάσις αὕτη καὶ ἡ φιλονεικία δήλους αὐτοὺς ἐποίησεν, ὥσπερ τὸν κυβερνήτην ὁ χειμὼν δείκνυσι. Καὶ οὐκ εἶπεν, Ἵνα ὑμεῖς δόκιμοι φανῆτε, ἀλλ', Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, οἱ ἐν ὑμῖν τοιοῦτοι. Οὔτε γὰρ κατηγορῶν δήλους ποιεῖ, ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι, οὔτε ἐγκωμιάζων, ὥστε μὴ χαυνοτέρους, ἀλλ' εἰς μετέωρον ἀφίησι τὸν λόγον, καὶ τοῦτον κἀκεῖνον ἑκάστου τῷ συνειδότι τὰ λεγόμενα ἁρμόζειν παρέχων. Οὐ τοὺς πένητας δὲ ἐνταῦθά μοι δοκεῖ παραμυθεῖσθαι μόνον, ἀλλὰ καὶ τοὺς τὸ ἔθος μὴ διαφθείροντας. Καὶ γὰρ εἰκὸς εἶναι ἐν αὐτοῖς καὶ τοὺς διατηροῦντας αὐτό· διὸ καὶ ἔλεγε, Μέρος τι πιστεύω. Εἰκότως τοίνυν τούτους δοκίμους φησὶ, τοὺς μὴ μόνον μετὰ τῶν ἄλλων διατηρήσαντας τὸ ἔθος, ἀλλὰ καὶ χωρὶς ἐκείνων ἀκίνητον τὸν καλὸν τοῦτον φυλάξαντας νόμον. Ποιεῖ δὲ τοῦτο καὶ ἑτέρους καὶ τούτους διὰ τῶν τοιούτων ἐγκωμίων προθυμοτέρους ἐργάσασθαι σπεύδων. Εἶτα λοιπὸν λέγει καὶ αὐτὸ τοῦ ἁμαρτήματος τὸ εἶδος. Τί δὲ τοῦτό ἐστι; Συνερχομένων ὑμῶν ἐπὶ τὸ αὐτὸ, φησὶν, οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ὁρᾷς πῶς ἐντρεπτικῶς, καὶ ἐν τάξει διηγήσεως ἤδη τὴν συμβουλὴν κατεσκεύασε; Τὸ μὲν γὰρ σχῆμα τῆς συνόδου, φησὶν, ἄλλο· ἀγάπης γάρ ἐστι καὶ φιλαδελφίας· εἷς γοῦν ὑμᾶς ἅπαντας δέχεται τόπος, καὶ ὁμοῦ συναγελάζεσθε· ἡ δὲ τράπεζα λοιπὸν οὐχ ὁμοία τῇ συνόδῳ. Καὶ οὐκ εἶπε, Συνερχομένων ὑμῶν οὐκ ἔστι κοινῇ φαγεῖν, οὐκ ἔστι μετ' ἀλλήλων ἑστιαθῆναι, ἀλλὰ πάλιν ἑτέρως καὶ πολλῷ φοβερώτερον αὐτῶν καθάπτεται, λέγων, Οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν, ἐκείνῃ παραπέμπων αὐτοὺς ἐντεῦθεν ἤδη τῇ ἑσπέρᾳ, καθ' ἢν τὰ φρικτὰ μυστήρια παρέδωκεν ὁ Χριστός. Διὰ τοῦτο καὶ δεῖπνον τὸ ἄριστον ἐκάλεσε· καὶ γὰρ ἐκεῖνο τὸ δεῖπνον κοινῇ πάντας εἶχε κατακεκλιμένους. Καίτοι γε οὐ τοσοῦτον τὸ μέσον τῶν πλουτούντων καὶ τῶν πενομένων, ὅσον τοῦ διδασκάλου καὶ τῶν μαθητῶν· ἄπειρον γὰρ ἐκεῖνο. Καὶ τί λέγω τοῦ διδασκάλου καὶ τῶν μαθητῶν; ἐννόησον τὸ μέσον τοῦ διδασκάλου καὶ τοῦ προδότου. Ἀλλ' ὅμως καὶ αὐτὸς μετ' αὐτῶν κατεκλίνετο, καὶ οὐδὲ τοῦτον ἐξέβαλεν, ἀλλὰ καὶ ἁλῶν αὐτῷ μετέδωκε, καὶ τῶν μυστηρίων κοινωνὸν ἐποίησεν.