Ancient Greek
Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-27
Not analysed yet
Ἀναγκαῖον καὶ τοῦ παρόντος ἐγκλήματος πρότερον τὴν αἰτίαν εἰπεῖν· οὕτω γὰρ ἡμῖν εὐμαθέστερος πάλιν ἔσται ὁ λόγος. Τίς οὖν ἐστιν αὕτη; Καθάπερ ἐπὶ τῶν τρισχιλίων τῶν ἐξ ἀρχῆς πιστευσάντων κοινῇ πάντες εἱστιῶντο, καὶ κοινὰ πάντα ἐκέκτηντο· οὕτω καὶ τότε ὅτε ταῦτα ἔγραψεν ὁ Ἀπόστολος ἐγίνετο, οὐχ οὕτω μὲν μετὰ ἀκριβείας, ὥσπερ δέ τις ἀπόῤῥοια τῆς κοινωνίας ἐκείνης ἐναπομείνασα, καὶ εἰς τοὺς μετὰ ταῦτα κατέβη. Καὶ ἐπειδὴ συνέβαινε τοὺς μὲν πένητας εἶναι, τοὺς δὲ πλουσίους, τὰ μὲν ἑαυτῶν οὐ κατετίθεντο πάντα εἰς μέσον, κοινὰς δὲ ἐποιοῦντο τὰς τραπέζας ἐν ἡμέραις νενομισμέναις, ὡς εἰκὸς, καὶ τῆς συνάξεως ἀπαρτισθείσης μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν ἐπὶ κοινὴν πάντες ᾔεσαν εὐωχίαν, τῶν μὲν πλουτούντων φερόντων τὰ ἐδέσματα, τῶν δὲ πενομένων καὶ οὐδὲν ἐχόντων ὑπ' αὐτῶν καλουμένων, καὶ κοινῇ πάντων ἑστιωμένων. Ἀλλ' ὕστερον καὶ τοῦτο διεφθάρη τὸ ἔθος. Τὸ δὲ αἴτιον ἐκ τοῦ διεσπάσθαι καὶ προσνέμειν ἑαυτοὺς, τοὺς μὲν τούτοις, τοὺς δὲ ἐκείνοις, καὶ λέγειν· Ἐγὼ μέν εἰμι τοῦ δεῖνος, ἐγὼ δὲ τοῦ δεῖνος· ὅπερ καὶ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς διορθούμενος ἔλεγεν· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Οὐκ ἐπειδὴ Παύλῳ προσένεμον ἑαυτούς· οὐδὲ γὰρ ἂν ἠνέσχετο· ἀλλ' ἐκ περιουσίας πρόῤῥιζον τὸ ἔθος ἀνασπάσαι βουλόμενος, ἑαυτὸν παρενέθηκε, δεικνὺς ὅτι εἰ καὶ αὐτόν τις ἐπεγράφετο τοῦ κοινοῦ σώματος ἀποῤῥηγνύμενος, καὶ οὕτως ἄτοπον τὸ γινόμενον ἦν καὶ παρανομίας ἐσχάτης. Εἰ δὲ ἐπὶ τούτου παρανομία, πολλῷ μᾶλλον ἐπ' ἐκείνων τῶν καταδεεστέρων. Ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο, ἔθος κάλλιστον καὶ χρησιμώτατον (καὶ γὰρ ἀγάπης ὑπόθεσις ἦν, καὶ πενίας παραμυθία, καὶ πλούτου σωφρονισμὸς, καὶ φιλοσοφίας ἀφορμὴ τῆς μεγίστης, καὶ ταπεινοφροσύνης διδασκαλία)· ἐπεὶ οὖν εἶδε τοσαῦτα ἀγαθὰ διαφθειρόμενα, πληκτικῶς εἰκότως τῷ λόγῳ κέχρηται, οὕτω λέγων· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ἐν μὲν γὰρ τῷ προτέρῳ ἐγκλήματι, ἅτε πολλῶν ὄντων τῶν φυλαττόντων, ἑτέρως ἤρξατο, λέγων οὕτως· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε· ἐνταῦθα δὲ ἐναντίως, Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Διόπερ οὐδὲ μετὰ τὴν ἐπιτίμησιν τὴν κατὰ τῶν τὰ εἰδωλόθυτα ἐσθιόντων αὐτὸ τέθεικεν· ἀλλ' ἐπειδὴ τραχύτερον ἦν ἐκεῖνο, μέσον παρεμβαλὼν τὸν περὶ τῆς κόμης λόγον, ἵνα μὴ ἐξ ἐγκλημάτων σφοδρῶν εἰς ἕτερα πάλιν ἐπαχθῆ διαβαίνων τραχύτερος φαίνηται, τότε ἔρχεται ἐπὶ τὸ σφοδρότερον πάλιν, καί φησι· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ποῖον τοῦτο; Ὃ μέλλω λέγειν νῦν. Τί ἐστι, Παραγγέλλων οὐκ ἐπαινῶ; Οὐκ ἀποδέχομαι ὑμᾶς, φησὶν, ὅτι με εἰς ἀνάγκην κατεστήσατε συμβουλῆς· οὐκ ἐπαινῶ, ὅτι ἐδεήθητε διδασκαλίας εἰς τοῦτο, ὅτι χρείαν ἔχετε τοῦ παραγγελθῆναι ὑπ' ἐμοῦ. Εἶδες πῶς ἐκ προοιμίων ἔδειξε σφόδρα ἄτοπον ὂν τὸ γινόμενον; Ὅταν γὰρ μηδὲ παραγγελίας ὀφείλῃ δεῖσθαι ὁ ἁμαρτάνων εἰς τὸ μὴ ἁμαρτεῖν, ἀσύγγνωστον εἰκὸς εἶναι τὸ ἁμαρτανόμενον. Καὶ διὰ τί οὐκ ἐπαινεῖς; Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε, φησὶ, τουτέστιν, ὅτι οὐ προβαίνετε εἰς ἀρετήν. Δέον γὰρ ἐπιδοῦναι καὶ πλείονα γενέσθαι τὴν φιλοτιμίαν, ὑμεῖς δὲ καὶ τὸ ἤδη κρατῆσαν ἔθος ἠλαττώσατε, καὶ οὕτως ἠλαττώσατε, ὡς καὶ παραγγελίας δεηθῆναι παρ' ἐμοῦ, ἵνα ἐπὶ τὴν προτέραν ἐπανέλθητε τάξιν. Εἶτα ἵνα μὴ δόξῃ διὰ τοὺς πένητας ταῦτα λέγειν μόνον, οὐκ εὐθέως εἰς τὸν περὶ τῶν τραπεζῶν ἐμβάλλει λόγον, ὥστε μὴ εὐκαταφρόνητον ταύτῃ ποιῆσαι τὴν ἐπιτίμησιν ἐκείνοις, ἀλλὰ ζητεῖ λέξιν πληκτικωτάτην καὶ πολὺν ἔχουσαν τὸν φόβον· τί γάρ φησι; Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν. Καὶ οὐ λέγει, Ἀκούω γὰρ μὴ κοινῇ ὑμᾶς συνδειπνεῖν· ἀκούω γὰρ κατ' ἰδίαν ὑμᾶς ἑστιᾶσθαι, καὶ μὴ μετὰ τῶν πενήτων· ἀλλ' ὃ μάλιστα ἱκανὸν ἦν αὐτῶν διασεῖσαι τὴν διάνοιαν, τοῦτο τέθεικε, τὸ τοῦ σχίσματος ὄνομα, ὃ καὶ τούτου ἦν αἴτιον, κἀκείνου πάλιν ἀνεμίμνησκε τοῦ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς εἰρημένου καὶ δηλωθέντος ὑπὸ τῶν Χλόης. Καὶ μέρος τι πιστεύω.