Ancient Greek
Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-38
Not analysed yet
Καὶ ποία αὕτη ἀκολουθία, φησί; Τὸ μὲν γὰρ τοῦ Χριστοῦ μὴ ἐγερθέντος, μηδὲ ἄλλους ἐγείρεσθαι, ἀκόλουθον· τὸ δὲ εἰ ἄλλοι μὴ ἐγερθεῖεν, μηδὲ τοῦτον ἐγηγέρθαι, πῶς ἂν ἔχοι λόγον τινά; Ἐπεὶ οὖν τοῦτο οὐ σφόδρα ἐδόκει λόγον ἔχειν, ὅρα πῶς ἐργάζεται αὐτὸ σφοδρῶς, ἄνωθεν τὰ σπέρματα προκαταβάλλων, ἀπ' αὐτῆς τοῦ κηρύγματος τῆς ὑποθέσεως, οἷον ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀποθανὼν ἐγήγερται, καὶ ὅτι ἀπαρχὴ τῶν κεκοιμημένων ἐστίν. Ἡ γὰρ ἀπαρχὴ τίνος ἂν εἴη ἀπαρχὴ, εἰ μὴ τῶν ἐγειρομένων; πῶς δ' ἂν εἴη ἀπαρχὴ οὐκ ἐγειρομένων ἐκείνων ὧν ἐστιν ἀπαρχή; πῶς οὖν οὐκ ἐγείρονται; εἰ δὲ οὐκ ἐγείρονται, διὰ τί ἠγέρθη ὁ Χριστός; διὰ τί ἦλθε; διὰ τί σάρκα ἀνέλαβεν, εἰ μὴ ἔμελλεν ἀναστήσειν σάρκα; οὐ γὰρ ἐδεῖτο αὐτὸς, ἀλλὰ δι' ἡμᾶς. Ἀλλὰ ταῦτα μὲν ὕστερον τίθησι προϊὼν, τέως δέ φησιν· Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· ὡς ἐκείνου τούτῳ συνημμένου· εἰ γὰρ μὴ ἔμελλεν ἀνίστασθαι, οὐδ' ἂν ἐκεῖνο ἐποίησεν. Εἶδες κατὰ μικρὸν ὅλην τὴν οἰκονομίαν ἀνατρεπομένην ἐκ τῶν ἐκείνων ῥημάτων καὶ τῆς περὶ τὴν ἀνάστασιν ἀπιστίας; Ἀλλὰ τέως οὐδὲν περὶ τῆς σαρκώσεως λέγει, ἀλλὰ περὶ τῆς ἀναστάσεως. Οὐ γὰρ τὸ σαρκωθῆναι, ἀλλὰ τὸ ἀποθανεῖν τὸν θάνατον ἔλυσεν· ἐπεὶ σάρκα ἔχοντος, ἔτι ἐκράτει ἡ τυραννὶς ἡ ἐκείνου. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν. Καίτοι γε ἀκόλουθον ἦν εἰπεῖν· Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, τοῖς φανεροῖς μάχεσθε καὶ προφήταις τοσούτοις καὶ πραγμάτων ἀληθείᾳ· ἀλλὰ τὸ πολλῷ φοβερώτερον αὐτοῖς τίθησι· Κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν. Κατασεῖσαι γὰρ αὐτῶν τὴν διάνοιαν βούλεται. Τὸ πᾶν ἀπωλέσαμεν, φησὶν, ἅπαντα οἴχεται, εἰ μὴ ἠγέρθη. Εἶδες ὅσον τῆς οἰκονομίας τὸ μυστήριον; Εἰ γὰρ ἀποθανὼν οὐκ ἴσχυσεν ἀναστῆναι, οὔτε ἡ ἁμαρτία λέλυται, οὔτε ὁ θάνατος καθῄρηται, οὔτε ἡ κατάρα ἀνῄρηται, καὶ οὐχ ἡμεῖς δὲ μόνον κενὰ ἐκηρύξαμεν, ἀλλὰ καὶ ὑμεῖς κενὰ ἐπιστεύσατε. Καὶ οὐ ταύτῃ μόνον δείκνυσι τὴν ἀτοπίαν τούτων τῶν πονηρῶν δογμάτων, ἀλλὰ καὶ ἐπαγωνίζεται λέγων· Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατ' αὐτοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. Εἰ δὲ ἄτοπον τοῦτο (κατηγορία γὰρ Θεοῦ καὶ συκοφαντία), καὶ οὐκ ἤγειρεν, ὥς φατε, οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα ἕψεται ἄτοπα. Καὶ πάλιν αὐτὰ κατασκευάζει, καὶ ἀναλαμβάνει λέγων· Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Εἰ γὰρ μὴ ἔμελλε τοῦτο ποιεῖν, οὐδ' ἂν παρεγένετο. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ τὸ τέλος, τὴν ἀνάστασιν αὐτοῦ, δι' αὐτῆς πάντας ἕλκων. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν. Τῷ σαφεῖ καὶ ὡμολογημένῳ τὴν ἀνάστασιν τοῦ Χριστοῦ συνεχῶς περιτίθησιν, ἀπὸ τοῦ ἰσχυροτέρου καὶ τὸ ἀσθενὲς εἶναι δοκοῦν καὶ ἀμφίβολον ἰσχυρὸν ποιῶν καὶ σαφές. Ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Εἰ γὰρ οὐκ ἠγέρθη, οὐδὲ ἀπέθανεν· εἰ δὲ οὐκ ἀπέθανεν, οὐδὲ τὴν ἁμαρτίαν ἔλυσεν· ὁ γὰρ θάνατος αὐτοῦ, τῆς ἁμαρτίας λύσις· Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Πῶς δὲ αἴρων; Τῷ θανάτῳ. Διὸ καὶ ἀμνὸν ἐκάλεσεν, ὡς σφαττόμενον. Εἰ δὲ οὐκ ἀνέστη, οὐδὲ ἐσφάγη· εἰ δὲ οὐκ ἐσφάγη, οὐδὲ ἡ ἁμαρτία ἐλύθη· εἰ δὲ οὐκ ἐλύθη, ἐν αὐτῇ ἐστε· εἰ δὲ ἐν αὐτῇ ἐστε, εἰκῆ ἐκηρύξαμεν· εἰ δὲ εἰκῆ ἐκηρύξαμεν, εἰκῆ ἐπιστεύσατε. Ἄλλως δὲ καὶ ὁ θάνατος ἀθάνατος μένει, εἰ μὴ ἀνέστη. Εἰ γὰρ καὶ αὐτὸς κατεσχέθη ὑπὸ τοῦ θανάτου, καὶ οὐκ ἔλυσεν αὐτοῦ τὰς ὠδῖνας, πῶς πάντας τοὺς ἄλλους ἀπήλλαξεν ἔτι αὐτὸς κατεχόμενος; Διὸ καὶ ἐπάγει· Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. Καὶ τί λέγω περὶ ὑμῶν, φησὶν, ὅπου γε καὶ ἐκεῖνοι πάντες ἀπολώλασιν, οἱ τὸ πᾶν διανύσαντες, καὶ οὐχ ὑποκείμενοι λοιπὸν τῇ ἀδηλίᾳ τοῦ μέλλοντος; Τὸ δὲ, Ἐν Χριστῷ, ἢ τὸ ἐν τῇ πίστει φησὶν, ἢ οἱ δι' αὐτὸν ἀποθανόντες, οἱ πολλοὺς ὑπομείναντες κινδύνους, οἱ πολλὰς ταλαιπωρίας, οἱ διὰ τῆς στενῆς ὁδοῦ βαδίσαντες. Ποῦ νῦν εἰσι τὰ πονηρὰ τῶν Μανιχαίων στόματα, τῶν λεγόντων ἀνάστασιν αὐτὸν ἐνταῦθα λέγειν τῆς ἁμαρτίας τὴν ἀπαλλαγήν; Οἱ γὰρ πυκνοὶ οὗτοι καὶ συνεχεῖς συλλογισμοὶ καὶ ἀντιστρέφοντες οὐδὲν τούτων ἐμφαίνουσιν ὧν ἐκεῖνοι λέγουσιν, ἀλλ' ὅπερ ἡμεῖς φαμεν. Καὶ γὰρ ἀνάστασις τοῦ πεπτωκότος λέγεται. Διὰ τοῦτο καὶ συνεχῶς ἐπιλέγει οὐ τὸ ἐγηγέρθαι μόνον, ἀλλὰ καὶ τὸ, Ἐκ νεκρῶν, προστιθείς. Καὶ Κορίνθιοι δὲ οὐ περὶ ἀφέσεως ἁμαρτημάτων ἀμφέβαλλον, ἀλλὰ περὶ σωμάτων ἀναστάσεως. Ποία δὲ ὅλως ἀνάγκη, εἰ μὴ ἀναμάρτητοι εἶεν οἱ ἄνθρωποι, μηδὲ τὸν Χριστὸν τοῦτο εἶναι; Εἰ γὰρ μὴ ἔμελλεν ἐγείρειν, ἀκόλουθον τὸ λέγειν, τίνος ἕνεκεν ἦλθε, καὶ σάρκα ἔλαβε, καὶ ἀνέστη; τὸ δὲ ἡμέτερον οὐκέτι. Καὶ γὰρ ἁμαρτανόντων ἀνθρώπων καὶ μὴ ἁμαρτανόντων, ἀεὶ σύνεστι τῷ Θεῷ τὸ ἀναμάρτητον, καὶ οὐχ ἕπεται τὸ ἡμέτερον ἐκείνῳ, οὐδὲ ἀντιστρέφει τοῦτο πρὸς ἐκεῖνο, ὥσπερ ἐπὶ τῆς τῶν σωμάτων ἀναστάσεως. Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.