Ancient Greek
Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-39
Not analysed yet
Τί λέγεις, ὦ Παῦλε; πῶς ἐν τῇ ζωῇ ταύτῃ μόνον ἠλπικότες ἐσμὲν, εἰ σώματα οὐκ ἐγείρεται, τῆς ψυχῆς μενούσης καὶ ἀθανάτου οὔσης; Ὅτι κἂν μένῃ ἡ ψυχὴ, κἂν μυριάκις ἀθάνατος ᾖ, ὥσπερ οὖν καὶ ἔστι, τῆς σαρκὸς χωρὶς οὐκ ἀπολήψεται τὰ ἀπόῤῥητα ἀγαθὰ ἐκεῖνα, ὥσπερ οὖν οὐδὲ κολασθήσεσθαι· Πάντα γὰρ φανερωθήσεται ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὰ εἴτε κακά. Διὰ τοῦτό φησιν· Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. Εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, ἀστεφάνωτος ἡ ψυχὴ μένει ἔξω τῆς μακαριότητος ἐκείνης τῆς ἐν οὐρανοῖς· εἰ δὲ τοῦτο, οὐδενὸς ἀπολαυσόμεθα τότε καθόλου· εἰ δὲ τότε οὐδενὸς, ἐν τῷ παρόντι τὰ τῶν ἀμοιβῶν. Τί οὖν ἡμῶν κατὰ τοῦτο ἀθλιώτερον γένοιτ' ἂν, φησί; Ταῦτα δὲ ἔλεγεν ὁμοῦ μὲν εἰς τὸν περὶ ἀναστάσεως στηρίζων τῶν σωμάτων αὐτοὺς λόγον, ὁμοῦ δὲ καὶ περὶ τῆς ἀθανάτου ζωῆς ἐκείνης πείθων, ἵνα μὴ εἰς τὸ παρὸν νομίζωσι τὰ ἡμέτερα καταλύειν πάντα. Κατασκευάσας γὰρ ἱκανῶς διὰ τῶν ἔμπροσθεν, ὅπερ ἐβούλετο, καὶ εἰπὼν, Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἠγέρθη, ἀπωλόμεθα, καὶ ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις· πάλιν καὶ τοῦτο ἐπάγει, κατασείων αὐτῶν τὴν ἀπόνοιαν. Καὶ γὰρ ὅταν μέλλῃ τι τῶν ἀναγκαίων εἰσάγειν δογμάτων, τῷ φόβῳ τὴν πώρωσιν αὐτῶν διασαλεύει πρῶτον· ὃ δὴ καὶ ἐνταῦθα ἐποίησεν, ἀνωτέρω τε αὐτὰ διασπείρας, καὶ ἐναγωνίους καταστήσας αὐτοὺς, ὡς τοῦ παντὸς ἐκπεσόντας· καὶ νῦν πάλιν ἑτέρως, καὶ ὡς ἂν μάλιστα ἤλγησαν, τὸ αὐτὸ τοῦτο ποιῶν, καὶ λέγων· Ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν, εἰ, μετὰ τοσούτους πολέμους καὶ θανάτους καὶ τὰ μυρία δεινὰ, τοσούτων μέλλοιμεν ἐκπίπτειν ἀγαθῶν, καὶ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκε· καὶ γὰρ πάντα τῆς ἀναστάσεως ἤρτηται. Ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐ περὶ ἁμαρτημάτων ὁ λόγος αὐτῷ ἦν. ἀλλὰ περὶ σωμάτων ἀναστάσεως, καὶ ζωῆς τῆς παρούσης καὶ τῆς μελλούσης. Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. Δείξας ὅσα ἐκ τοῦ μὴ πιστεύεσθαι τὴν ἀνάστασιν τίκτεται τὰ κακὰ, ἀναλαμβάνει τὸν λόγον πάλιν, καί φησι· Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν· συνεχῶς τὸ Ἐκ νεκρῶν προστιθεὶς, ὥστε ἀποῤῥάψαι τῶν αἱρετικῶν τὰ στόματα. Ἀπαρχὴ τῶν κεκοιμημένων. Εἰ δὲ ἀπαρχὴ, καὶ τούτους ἀναστῆναι δεῖ. Εἰ δὲ ἀνάστασιν τὴν τῶν ἁμαρτιῶν ἀπαλλαγὴν ἔλεγεν, οὐδεὶς δὲ ἁμαρτίας ἐκτὸς (καὶ γὰρ Παῦλος λέγει, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι), πῶς ἔσονταί τινες οἱ ἀνιστάμενοι καθ' ὑμᾶς; Ὁρᾷς ὅτι περὶ σωμάτων ὁ λόγος αὐτῷ ἦν; Καὶ ἵνα ἀξιόπιστον αὐτὸ ποιήσῃ, συνεχῶς τὸν Χριστὸν εἰς τὸ μέσον προφέρει, τὸν ἀναστάντα ἐν σαρκί· εἶτα καὶ αἰτιολογεῖ. Ὅπερ γὰρ ἔφην, ὅταν ἀποφαίνηται μὲν, τὴν δὲ αἰτίαν μὴ λέγῃ, οὐχ οὕτως εὐπαράδεκτος ὁ λόγος γίνεται τοῖς πολλοῖς. Τίς οὖν ἡ αἰτία; Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἡ ἀνάστασις τῶν νεκρῶν. Εἰ δὲ δι' ἀνθρώπου, σῶμα πάντως ἔχοντος. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν, πῶς καὶ ἑτέρως ἀναγκαῖον ποιεῖ τὸν λόγον. Τὸν γὰρ ἡττηθέντα, φησὶν, αὐτὸν καὶ ἀναμαχέσασθαι δεῖ τὴν καταβληθεῖσαν φύσιν, αὐτὸν καὶ νικῆσαι· οὕτω γὰρ τὸ ὄνειδος ἀπετρίβετο. Ἴδωμεν δὲ ποῖόν φησι θάνατον. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Τί οὖν; πάντες, εἰπέ μοι, ἀπέθανον ἐν τῷ Ἀδὰμ τὸν τῆς ἁμαρτίας θάνατον; πῶς οὖν Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ; πῶς δὲ Ἀβραάμ; πῶς δὲ Ἰώβ; πῶς δὲ οἱ ἄλλοι ἅπαντες; Τί δὲ, εἰπέ μοι, πάντες ζωοποιηθήσονται ἐν τῷ Χριστῷ; Καὶ ποῦ οἱ εἰς γέενναν ἀπαγόμενοι; Ἂν μὲν γὰρ περὶ σώματος εἰρημένον ᾖ τοῦτο, ἕστηκεν ὁ λόγος· ἂν δὲ περὶ δικαιοσύνης καὶ ἁμαρτίας, οὐκέτι. Εἶτα, ἵνα μὴ τὴν ζωοποίησιν κοινὴν ἀκούσας, καὶ τοὺς ἁμαρτωλοὺς νομίσῃς σώζεσθαι, ἐπήγαγεν· Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Μὴ γὰρ, ἐπειδὴ ἀνάστασιν ἤκουσας, νόμιζε πάντας τῶν αὐτῶν ἀπολαύειν. Εἰ γὰρ ἐπὶ τῆς τιμωρίας οὐ πάντες τὰ αὐτὰ πείσονται, ἀλλὰ πολλὴ ἡ διαφορὰ, πολλῷ μᾶλλον, ἔνθα ἁμαρτωλοὶ καὶ δίκαιοι, πλείων ἡ διάστασις ἔσται. Ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ· τουτέστιν, οἱ πιστοὶ καὶ οἱ εὐδοκιμηκότες. Εἶτα τὸ τέλος. Ὅταν γὰρ ἀναστῶσιν ἐκεῖνοι, τὰ πράγματα ἅπαντα λήψεται τέλος, οὐ καθάπερ νῦν ἀναστάντος τοῦ Χριστοῦ τὰ πράγματα ἕστηκεν ἔτι μετέωρα. Διὸ προσέθηκεν, Ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἵνα μάθῃς ὅτι περὶ ἐκείνου τοῦ καιροῦ διαλέγεται. Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν.