Ancient Greek
Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-39
Not analysed yet
Καὶ πῶς τοῦτο δύσκολον, φησὶν, ὅταν καὶ βασιλεῦσι καὶ ἄρχουσι δυνατὸν ᾖ; καὶ γὰρ μοιχοὺς καὶ ἀνδροφόνους ἀφιᾶσιν ἐκεῖνοι. Παίζεις, ἄνθρωπε, ταῦτα λέγων· ἁμαρτήματα μὲν γὰρ ἀφεῖναι μόνῳ Θεῷ δυνατόν· ἄρχοντες δὲ καὶ βασιλεῖς, κἂν μοιχοὺς, κἂν ἀνδροφόνους ἀφῶσι, τῆς μὲν κολάσεως τῆς παρούσης ἀπαλλάττουσι, τὴν δὲ ἁμαρτίαν αὐτῶν οὐκ ἐκκαθαίρουσι· κἂν εἰς ἀρχὰς ἀγάγωσι τοὺς ἀφεθέντας, κἂν αὐτὴν περιβάλωσι τὴν ἁλουργίδα, κἂν τὸ διάδημα ἐπιθῶσιν, ἀλλὰ βασιλέας μὲν ἐποίησαν ἂν οὕτω, τῆς δὲ ἁμαρτίας οὐκ ἂν ἠλευθέρωσαν· Θεὸς γὰρ μόνος τοῦτο ποιεῖ. Ὃ δὴ καὶ ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας ἐργάζεται· αὐτῆς γὰρ ἅπτεται τῆς ψυχῆς ἡ χάρις, κἀκεῖθεν πρόῤῥιζον ἀνασπᾷ τὴν ἁμαρτίαν. Διὰ δὴ τοῦτο τοῦ μὲν ὑπὸ βασιλέως ἀφεθέντος ῥυπῶσαν τὴν ψυχὴν ἔστιν ἰδεῖν, τὴν δὲ τοῦ βαπτισθέντος οὐκέτι, ἀλλ' αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων καθαρωτέραν, καὶ οἵα ἐξ ἀρχῆς γεννηθεῖσα ἦν, μᾶλλον δὲ καὶ ἐκείνης ἀμείνω πολλῷ· Πνεύματος γὰρ ἀπολαύει τοῦ πανταχόθεν αὐτὴν πυροῦντος καὶ τὴν ἁγιωσύνην ἐπιτείνοντος. Καὶ ὥσπερ σίδηρον ἢ χρυσὸν ἀναχωνεύων, καθαρὸν καὶ καινὸν ἄνωθεν ποιεῖς· οὕτω δὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὥσπερ ἐν χωνευτηρίῳ τῷ βαπτίσματι ἀναχωνεῦον αὐτὴν, καὶ δαπανῶν τὰ ἁμαρτήματα, χρυσίου παντὸς καθαροῦ καθαρώτερον ἀποστίλβειν παρασκευάζει. Καὶ τὴν τῶν σωμάτων δὲ ἀνάστασιν ἀξιόπιστον κἀντεῦθέν σοι πάλιν δείκνυσιν οὖσαν. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία τὸν θάνατον εἰσήγαγε, τῆς ῥίζης ξηρανθείσης, οὐδὲν δεῖ λοιπὸν ἀμφιβάλλειν ὑπὲρ τῆς τοῦ καρποῦ ἀπωλείας. Διὰ τοῦτο πρότερον εἰπὼν ἁμαρτιῶν ἄφεσιν, τότε ὁμολογεῖς καὶ νεκρῶν ἀνάστασιν, ἐντεῦθεν καὶ εἰς ἐκεῖνο χειραγωγούμενος. Εἶτα ἐπειδὴ οὐκ ἀρκεῖ τὸ ὄνομα τῆς ἀναστάσεως δεῖξαι τὸ πᾶν (πολλοὶ γὰρ ἀναστάντες πάλιν ἀπῆλθον, ὡς οἱ ἐν τῇ Παλαιᾷ, ὡς Λάζαρος, ὡς οἱ ἐν τῷ καιρῷ τοῦ σταυροῦ), κελεύει λέγειν, Καὶ εἰς ζωὴν αἰώνιον, ἵνα μηκέτι θάνατον ὑποπτεύσῃ τις μετὰ τὴν ἀνάστασιν ἐκείνην. Τούτων τοίνυν τῶν ῥημάτων ἀναμιμνήσκων ὁ Παῦλός φησι· Τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, φησὶ, σκηνὴ τὰ ῥήματα ταῦτα· εἰ μὴ ἔστιν ἀνάστασις, πῶς αὐτοὺς πείθομεν πιστεύειν, ἅπερ οὐ διδόαμεν; ὥσπερ ἂν εἴ τις κελεύων γραμματεῖον ἐκθέσθαι ὅτι τὸ καὶ τὸ ἔλαβε, μηκέτι δῴη τὰ ἐγγραφέντα, εἶτα μετὰ τὴν ὑπογραφὴν ἀπαιτοίη τὰ ἐγγεγραμμένα. Τί γὰρ ποιήσει λοιπὸν ὁ ὑπογράψας, ὑπεύθυνον μὲν ἑαυτὸν ποιήσας, οὐ λαβὼν δὲ ἅπερ ὡμολόγησεν εἰληφέναι; Τοῦτο γὰρ καὶ ἐνταῦθα λέγει περὶ τῶν βαπτιζομένων. Τί ποιήσουσιν οἱ βαπτιζόμενοι, φησὶν, ὑπογράψαντες μὲν ἀνάστασιν σωμάτων νεκρῶν, οὐ λαμβάνοντες δὲ, ἀλλ' ἀπατώμενοι; τί δὲ ὅλως καὶ τῆς ὁμολογίας ταύτης ἔδει, εἰ τὸ ἔργον μὴ εἵπετο; Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πάλιν πόθεν ἐπιχειρεῖ κατασκευάσαι τὸ δόγμα, ἀπὸ τῆς οἰκείας ψήφου, μᾶλλον δὲ οὐ τῆς αὐτοῦ μόνον, ἀλλὰ καὶ τῆς τῶν λοιπῶν ἀποστόλων. Οὐ μικρὸν δὲ καὶ τοῦτο τὸ τοὺς διδασκάλους εἰσάγειν σφόδρα πεπληροφορημένους, καὶ τοῦτο δεικνύντας οὐ διὰ λόγων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων. Διὰ δὴ τοῦτο οὐ λέγει ἁπλῶς, ὅτι Καὶ ἡμεῖς πεπείσμεθα· οὐδὲ γὰρ ἤρκει τοῦτο πεῖσαι μόνον· ἀλλὰ καὶ τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν παρέχεται· ὡς ἂν εἰ ἔλεγε, Ῥήμασι ταῦτα ὁμολογεῖν οὐδὲν ἴσως ὑμῖν δοκεῖ θαυμαστὸν εἶναι· εἰ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ὑμῖν παράσχοιμεν φωνὴν, τί πρὸς τοῦτο ἔχοιτε ἀντειπεῖν; Ἀκούσατε τοίνυν, πῶς καὶ διὰ τῶν κινδύνων ταῦτα καθ' ἑκάστην ὁμολογοῦμεν τὴν ἡμέραν. Καὶ οὐκ εἶπεν, Ἐγὼ, ἀλλ', Ἡμεῖς, παραλαμβάνων πάντας ὁμοῦ τοὺς ἀποστόλους, καὶ ταύτῃ μετριάζων τε καὶ ἀξιόπιστον ποιῶν τὸν λόγον. Τί γὰρ ἂν ἔχοιτε εἰπεῖν; ὅτι ἀπατῶμεν ὑμᾶς ταῦτα κηρύττοντες, καὶ κενοδοξίας ἕνεκεν δογματίζομεν; Ἀλλ' οὐκ ἐῶσι ταῦτα ψηφίζεσθαι οἱ κίνδυνοι· τίς γὰρ ἂν ἕλοιτο κινδυνεύειν διηνεκῶς εἰκῆ καὶ μάτην; Διὸ καὶ ἔλεγε· Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; Εἰ γὰρ καὶ ἕλοιτό τις διὰ κενοδοξίαν, ἅπαξ καὶ δεύτερον τοῦτο αἱρήσεται, οὐχὶ πάντα τὸν βίον, καθάπερ ἡμεῖς· ἡμεῖς γὰρ τὴν ζωὴν ἅπασαν εἰς τοῦτο κατεστησάμεθα. Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ· καύχησιν ἐνταῦθα τὴν αὐτῶν προκοπὴν λέγων. Ἐπειδὴ γὰρ πολλοὺς ἔδειξε τοὺς κινδύνους ὄντας, ἵνα μὴ δόξῃ ὡς ἀποδυρόμενος ταῦτα λέγειν, Οὐ μόνον οὐκ ἀλγῶ, φησὶν, ἀλλὰ καὶ καυχῶμαι τῷ ταῦτα πάσχειν ὑπὲρ ὑμῶν. Διπλῆ δὲ ἐναβρύνεσθαί φησι, καὶ τῷ δι' αὐτοὺς κινδυνεύειν, καὶ τῷ ὁρᾷν αὐτοὺς ἐπιδιδόντας. Εἶτα τὸ αὐτῷ σύνηθες ποιῶν, ἐπειδὴ μεγάλα ἐφθέγξατο, ἀμφότερα ἀνατίθησι τῷ Χριστῷ. Πῶς δὲ ἀποθνήσκει καθ' ἑκάστην ἡμέραν; Τῇ προθυμίᾳ καὶ τῷ παρεσκευάσθαι πρὸς τοῦτο. Καὶ τίνος ἕνεκεν ταῦτα λέγει; Πάλιν τὸν περὶ τῆς ἀναστάσεως καὶ διὰ τούτων κατασκευάζων λόγον. Τίς γὰρ ἂν ἕλοιτο, φησὶ, τοσούτους ὑπομένειν θανάτους, ἀναστάσεως οὐκ οὔσης οὐδὲ ζωῆς μετὰ ταῦτα; Εἰ γὰρ οἱ πιστεύοντες τῇ ἀναστάσει, μόλις ἂν ὑπὲρ αὐτῆς κινδυνεύσαιεν, εἰ μὴ σφόδρα εἶεν γενναῖοι· πολλῷ μᾶλλον ὁ μὴ πιστεύων, φησὶν, οὐκ ἂν ἕλοιτο τοσούτους ὑπομένειν θανάτους, καὶ οὕτω χαλεπούς. Καὶ γὰρ κατὰ μικρὸν ὅρα πόσην ποιεῖται τὴν αὔξησιν. Εἶπεν, ὅτι Κινδυνεύομεν, προσέθηκεν, ὅτι Πᾶσαν ὥραν, εἶτα, ὅτι Καθ' ἡμέραν, εἶτα, ὅτι οὐ, Κινδυνεύω, μόνον, φησὶν, ἀλλὰ καὶ, Ἀποθνήσκω. Δείκνυσι δὴ λοιπὸν καὶ ποταποὺς θανάτους, οὕτω λέγων· Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος;