Ancient Greek
Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-40
Not analysed yet
Τί ἐστιν, Εἰ κατὰ ἄνθρωπον; Ὅσον τὸ εἰς ἀνθρώπους ἧκον, ἐθηριομάχησα. Τί γὰρ, εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; Ὥστε ὁ μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνᾷν, ἐγώ εἰμι ὁ τοσούτους κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν. Εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀντιδόσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέκλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ ἐσμέν. Ὑμεῖς μὲν γὰρ ἀκινδύνως ἐπιστεύσατε, ἡμεῖς δὲ καθ' ἑκάστην σφαττόμεθα τὴν ἡμέραν. Ταῦτα δὲ ἅπαντα ἔλεγεν, οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ἀσθένειαν, καὶ ὥστε αὐτοὺς εἰς τὸν περὶ τῆς ἀναστάσεως στηρίξαι λόγον· οὐκ ἐπειδὴ αὐτὸς ἐπὶ μισθῷ ἔτρεχεν· ἀρκοῦσα γὰρ ἦν αὐτῷ ἀντίδοσις τὸ ποιῆσαι τὸ δοκοῦν τῷ Θεῷ. Ὥστε καὶ ὅταν λέγῃ, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν· κἀκεῖ πάλιν δι' ἐκείνους, ὥστε τῷ φόβῳ τῆς ἀθλιότητος ταύτης κατασεῖσαι αὐτῶν τὴν ἀπιστίαν τὴν περὶ τῆς ἀναστάσεως, καὶ πρὸς τὴν ἀσθένειαν αὐτῶν συγκαταβαίνων, οὕτω φησί. Καὶ γὰρ ὁ μέγας μισθὸς, τὸ ἀρέσκειν διαπαντὸς τῷ Χριστῷ· καὶ χωρὶς τῆς ἀντιδόσεως, μεγίστη ἀμοιβὴ τὸ δι' αὐτὸν κινδυνεύειν. Εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Τοῦτο λοιπὸν τὸ ῥῆμα καὶ κωμῳδοῦντός ἐστι. Διὸ οὐδὲ οἴκοθεν αὐτὸ παρήγαγεν, ἀλλὰ τὸν προφήτην ἐπέστησε τὸν μεγαλοφωνότατον Ἡσαΐαν, ὃς περί τινων ἀπηλγηκότων διαλεγόμενος καὶ ἀπεγνωσμένων, ἔλεγε ταυτὶ τὰ ῥήματα· Οἱ σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον· οἱ λέγοντες· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ἀνακεκαλυμμένα ταῦτά ἐστιν εἰς τὰ ὦτα Κυρίου Σαβαώθ· καὶ οὐκ ἀφεθήσεται ὑμῖν ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε. Εἰ δὲ τότε συγγνώμης ἦσαν ἀπεστερημένοι οἱ ταῦτα λέγοντες, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος. Εἶτα ἵνα μὴ τραχύτερον ποιήσῃ τὸν λόγον, οὐκ ἐπὶ πολὺ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐπιμένει, ἀλλὰ πάλιν ἐπὶ παραίνεσιν τρέπει τὸν λόγον, λέγων· Μὴ πλανᾶσθε, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν αὐτῶν καθαπτόμενος ὡς ἀνοήτων· χρηστὰ γὰρ ἐνταῦθα εὐφήμως τὰ εὐεξαπάτητα ἐκάλεσεν· ὁμοῦ δὲ ὡς οἷόν τέ ἐστι καὶ συγγνώμης ὑπὲρ τῶν ἔμπροσθεν αὐτοῖς μεταδιδοὺς, καὶ τὸ πλέον τῶν ἐγκλημάτων ἀποσκευαζόμενος ἀπ' ἐκείνων καὶ εἰς ἑτέρους μετατιθεὶς, ὥστε καὶ ταύτῃ εἰς μετάνοιαν αὐτοὺς ἐφελκύσασθαι. Ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ ποιεῖ λέγων· Ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε· ὡς πρὸς μεθύοντας καὶ μαινομένους. Τὸ γὰρ ἀθρόον πάντα ἀπὸ τῶν χειρῶν ῥῖψαι, μεθυόντων καὶ μαινομένων ἦν, τῷ μηκέτι ὁρᾷν ἃ ἑώρων, μηδὲ πιστεύειν οἷς ἔμπροσθεν ὡμολόγησαν. Τί δέ ἐστι, Δικαίως; Ἐπὶ συμφέροντι καὶ χρησίμῳ. Ἔστι γὰρ ἀδίκως νήφειν, ὅταν ἐπὶ βλάβῃ τῆς ἑαυτοῦ ψυχῆς διεγηγερμένος τις ᾖ. Καλῶς δὲ καὶ τὸ, Μὴ ἁμαρτάνετε, προσέθηκε, δεικνὺς ὅτι ἐντεῦθεν αὐτοῖς τὰ σπέρματα τῆς ἀπιστίας. Καὶ πολλαχοῦ τοῦτο αἰνίττεται, ὅτι βίος διεφθαρμένος πονηρὰ τίκτει δόγματα· ὡς ὅταν λέγῃ, Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν τῆς πίστεως. Καὶ γὰρ πολλοὶ τῶν πονηρὰ συνειδότων ἑαυτοῖς, καὶ οὐ βουλομένων δοῦναι δίκην, ἀπὸ τοῦ φόβου τούτου καὶ εἰς τὴν περὶ τῆς ἀναστάσεως παραβλάπτονται πίστιν· ὥσπερ οὖν οἱ μεγάλα κατορθοῦντες καὶ καθ' ἑκάστην αὐτὴν ἐπιθυμοῦσι τὴν ἡμέραν ἰδεῖν. Ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω. Ὅρα πῶς πάλιν μετατίθησι τὰ ἐγκλήματα εἰς ἑτέρους. Οὐ γὰρ εἶπεν, ὅτι Ἀγνωσίαν ἔχετε, ἀλλ', Ἀγνωσίαν τινὲς ἔχουσι. Τὸ γὰρ τῇ ἀναστάσει διαπιστεῖν, οὐ σφόδρα εἰδότος ἐστὶ τὴν τοῦ Θεοῦ δύναμιν τὴν ἄμαχον καὶ πρὸς πάντα ἀρκοῦσαν. Εἰ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησε, πολλῷ μᾶλλον τὰ διαλυθέντα δυνήσεται ἀναστῆσαι. Καὶ ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ μεθ' ὑπερβολῆς ἐκωμῴδησεν, εἰς γαστριμαργίαν, εἰς ἄνοιαν, εἰς παραπληξίαν διαβάλλων, παραμυθούμενος τὰ εἰρημένα, φησί· Πρὸς ἐντροπὴν ὑμῖν λέγω, τουτέστιν, ὥστε διορθῶσαι, ὥστε ἐπαναγαγεῖν, ὥστε αἰσχυνθέντας ὑμᾶς γενέσθαι βελτίους. Δέδοικε γὰρ μὴ πέρα τοῦ δέοντος τεμὼν, ἀποσκιρτῆσαι ποιήσῃ.