Ancient Greek
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-43
Not analysed yet
Καὶ ἀρχόμενος τούτου μέμνηται λέγων· Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· καὶ νῦν ἀπαρχὴν αὐτὸν οὐχὶ τῆς Κορίνθου μόνον, ἀλλὰ καὶ ὅλης τῆς Ἑλλάδος φησίν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἐγκώμιον, τὸ πρῶτον τῷ Χριστῷ προσελθεῖν. Διὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἐντεῦθεν ἐγκωμιάζων τινὰς ἔλεγεν· Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Καὶ οὐκ εἶπεν, ὅτι πρῶτοι ἐπίστευσαν, ἀλλὰ, Ἀπαρχὴ ἐγένοντο, δεικνὺς ὅτι μετὰ τῆς πίστεως καὶ βίον ἄριστον ἐπεδείξαντο, ὥσπερ ἐπὶ καρπῶν, πάντοθεν ἑαυτοὺς ἀξίους παρέχοντες. Καὶ γὰρ τὴν ἀπαρχὴν ἀμείνω τῶν λοιπῶν εἶναι χρὴ, ὧν ἐστιν ἀπαρχή· ὃ δὴ καὶ τούτοις διὰ τῆς ῥήσεως ταύτης ἐπεμαρτύρησεν ὁ Παῦλος. Οὐδὲ γὰρ ἐπίστευσαν μόνον γνησίως, ὅπερ ἔφην, ἀλλὰ καὶ πολλὴν ἐπεδείξαντο τὴν εὐλάβειαν, καὶ ἀκμάζουσαν τὴν ἀρετὴν, καὶ τὴν ἐν ἐλεημοσύναις φιλοτιμίαν. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν αὐτῶν τὴν εὐλάβειαν δείκνυσιν, ἐκ τοῦ καὶ τὴν οἰκίαν ἅπασαν εὐσεβείας πληρῶσαι. Ὅτι δὲ καὶ ἐν ἔργοις ἐκόμων ἀγαθοῖς, δηλοῖ διὰ τῶν ἑξῆς λέγων· Εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς. Ἠκούσατε ἡλίκα τῆς φιλοξενίας τὰ ἐγκώμια; Οὐ γὰρ εἶπε, Διακονοῦσιν, ἀλλ', Ἔταξαν ἑαυτούς· τοῦτον τὸν βίον εἵλοντο διαπαντὸς, ταύτην μελετῶσι τὴν μελέτην. Ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις. Τουτέστιν, Ἵνα συναντιλαμβάνησθε καὶ εἰς δαπάνην χρημάτων καὶ εἰς σώματος διακονίαν, ἵνα κοινωνῆτε. Καὶ γὰρ ἐκείνοις ὁ κόπος ἔσται κοῦφος, ὅταν ἔχωσι συμμάχους, καὶ τὰ τῆς εὐεργεσίας εἰς πλείονας διαβήσεται. Καὶ οὐκ εἶπεν ἁπλῶς, Συνεργεῖτε, ἀλλὰ καὶ, Ἐν οἷς ἂν κελεύωσι πείθεσθε, τὴν ἐπιτεταμένην ὑπακοὴν ἐνδεικνύμενος. Καὶ ἵνα μὴ δόξῃ αὐτοῖς χαρίζεσθαι, προσέθηκε· Καὶ παντὶ τῷ κοπιῶντι καὶ συνεργοῦντι. Κοινὸς, φησὶν, ἔστω ὁ νόμος οὗτος· οὐδὲ γὰρ ἰδιαζόντως περὶ ἐκείνων λέγω, ἀλλ' εἴ τις κατ' ἐκείνους, καὶ οὗτος ἀπολαυέτω τούτων. Διὰ τοῦτο καὶ ἀρχόμενος συνιστᾷν, αὐτοὺς μάρτυρας καλεῖ, λέγων· Παρακαλῶ δὲ ὑμᾶς, οἴδατε τὴν οἰκίαν Στεφανᾶ. Ἴστε γὰρ, φησὶ, καὶ ὑμεῖς πῶς κάμνουσι, καὶ οὐ παρ' ἡμῶν δεῖσθε μαθεῖν. Ἐχάρην δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα αὐτοὶ ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ἐξηγριῶσθαι πρὸς τούτους (οὗτοι γὰρ οἱ ἐλθόντες εἰσὶ καὶ δηλώσαντες αὐτῷ τὰ κατὰ τὴν στάσιν· δι' αὐτῶν γὰρ καὶ ἔγραψαν τὰ περὶ τῶν παρθένων, τὰ περὶ τῶν γεγαμηκότων), ὅρα πῶς αὐτοὺς κατεπράϋνεν, ἐν ἀρχῇ μὲν τῆς Ἐπιστολῆς εἰπών· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν ὑπὸ τῶν Χλόης· καὶ τούτους κρύψας, κἀκείνους εἰς μέσον ἀγαγών· εἰκὸς γὰρ ἐκείνους διὰ τούτων δηλῶσαι· ἐνταῦθα δὲ, Τὸ ὑμῶν ὑστέρημα ἀνεπλήρωσαν, καὶ ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· δεικνὺς ἀντὶ πάντων ἐλθόντας, καὶ ἑλομένους ἀποδημίαν στείλασθαι τοσαύτην ὑπὲρ αὐτῶν. Πῶς οὖν τοῦτο τὸ ἴδιον κοινὸν γένηται; Εἰ τὸ ὑστέρημα παραμυθήσεσθε διὰ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς, ἐὰν τιμήσητε, ἐὰν ἀποδέξησθε αὐτοὺς, ἐὰν τῇ εὐποιίᾳ κοινωνήσητε· διό φησιν· Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Καὶ ἐπαινῶν τοὺς ἐλθόντας, συμπλέκει καὶ ἐκείνους τῷ ἐγκωμίῳ, τοῖς ἀπεσταλμένοις τοὺς ἀπεσταλκότας, λέγων, ὅτι Ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους, ὅτι δι' ὑμᾶς πατρίδα καὶ οἰκίαν κατέλιπον. Εἶδες σύνεσιν; οὐ Παύλῳ μόνον, ἀλλὰ καὶ ἐκείνοις αὐτοὺς χαρισαμένους δείκνυσι, τῷ τὴν πόλιν ἅπασαν ἐν αὐτοῖς περιφέρειν· ὃ καὶ τούτους ἀξιοπίστους ἐποίει, καὶ ἐκείνους οὐκ ἠφίει τούτων ἀποσχίζεσθαι, ἅτε δι' αὐτῶν παραστάντας τῷ Παύλῳ. Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι πᾶσαι τῆς Ἀσίας. Ἀεὶ συνάγει καὶ συγκολλᾷ τὰ μέλη διὰ τοῦ ἀσπασμοῦ· Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα. Παρ' αὐτοῖς γὰρ ἔμενε, σκηνοποιὸς ὤν. Σὺν τῇ κατ' οἶκον αὐτῶν Ἐκκλησίᾳ. Καὶ τοῦτο οὐ μικρὰ ἀρετὴ, τὸ καὶ τὴν οἰκίαν ἐκκλησίαν ποιῆσαι. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ταύτην τὴν τοῦ ἁγίου φιλήματος ἐνταῦθα μόνον τίθησι προσθήκην. Τί δήποτε; Σφόδρα διεστήκεσαν ἀλλήλων τῷ λέγειν, Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ· τῷ τὸν μὲν πεινᾷν, τὸν δὲ μεθύειν· τῷ μάχας καὶ ζηλοτυπίας καὶ κρίματα ἔχειν. Καὶ ἀπὸ τῶν χαρισμάτων δὲ πολὺς ὁ φθόνος ἦν, πολλὴ ἡ ὑπερηφανία. Ἐπεὶ οὖν αὐτοὺς συνῆψε διὰ τῆς παραινέσεως, εἰκότως κελεύει καὶ διὰ τοῦ φιλήματος τοῦ ἁγίου συνάπτεσθαι. Τοῦτο γὰρ ἑνοῖ, καὶ ἓν τίκτει σῶμα· τοῦτο ἅγιόν ἐστι, τὸ μὴ μετὰ δόλου καὶ ὑπὸ κρίσεως. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Δείκνυσι μετὰ πολλῆς σπουδῆς τὴν Ἐπιστολὴν συντεθεῖσαν· διὸ καὶ τοῦτο προσέθηκεν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔστω ἀνάθεμα.