Ancient Greek
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-44
Not analysed yet
Δι' ἑνὸς τούτου ῥήματος πάντας ἐφόβησε, τοὺς τὰ μέλη αὐτῶν ποιοῦντας πόρνης μέλη, τοὺς σκανδαλίζοντας τοὺς ἀδελφοὺς διὰ τῶν εἰδωλοθύτων, τοὺς ἀπ' ἀνθρώπων ὀνομαζομένους, τοὺς τῇ ἀναστάσει διαπιστοῦντας. Οὐκ ἐφόβησε δὲ μόνον, ἀλλὰ καὶ ἔδειξε τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τῆς κακίας τὴν πηγήν. Ὥσπερ γὰρ σφοδρὰ περὶ αὐτὸν ἡ ἀγάπη γενομένη, πάντα τῶν ἁμαρτημάτων τὰ εἴδη κατασβέννυσι καὶ ἐξωθεῖ· οὕτως ὅταν ἀσθενεστέρα ᾖ, βλαστάνειν ταῦτα ποιεῖ. Μαραναθά. Τίνος ἕνεκεν τοῦτο εἴρηται; τί δήποτε καὶ Ἑβραΐδι φωνῇ; Ἐπειδὴ πάντων τῶν κακῶν ὁ τῦφος αἴτιος ἦν· τοῦτον δὲ τὸν τῦφον ἡ ἔξωθεν σοφία ἐποίει, καὶ τοῦτο τὸ κεφάλαιον τῶν κακῶν ἦν, ὃ μάλιστα τὴν Κόρινθον διέσπασε· καταστέλλων αὐτῶν τὸν τῦφον, οὐδὲ Ἑλλάδι κέχρηται γλώσσῃ, ἀλλὰ τῇ Ἑβραΐδι, δεικνὺς ὅτι οὐ μόνον οὐκ αἰσχύνεται τὴν ἰδιωτείαν, ἀλλὰ καὶ μετὰ πολλῆς ἀσπάζεται τῆς θερμότητος. Τί δέ ἐστι Μαραναθά; Ὁ Κύριος ἡμῶν ἦλθε. Τίνος οὖν ἕνεκεν αὐτὸ τοῦτό φησι; Τὸν τῆς οἰκονομίας βεβαιῶν λόγον, ἐξ ὧν μάλιστα τὰ σπέρματα τῆς ἀναστάσεως συντέθεικεν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐκείνους ἐντρέπων, ὡς ἂν εἰ ἔλεγεν· Ὁ κοινὸς πάντων Δεσπότης καταβῆναι τοσοῦτον κατηξίωσε, καὶ ὑμεῖς ἐν τοῖς αὐτοῖς ἐστε, καὶ ἐπιμένετε ἁμαρτάνοντες; καὶ οὐ φρίττετε τῆς ἀγάπης τὴν ὑπερβολὴν, τῶν ἀγαθῶν τὸ κεφάλαιον; Ἐννόησον γὰρ τοῦτο μόνον, φησὶ, καὶ ἀρκέσει σοι εἰς πάσης ἀρετῆς προκοπὴν, καὶ πᾶσαν δυνήσῃ κατασβέσαι ἁμαρτίαν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Τοῦτο διδασκάλου, τὸ μὴ μόνον συμβουλαῖς, ἀλλὰ καὶ εὐχαῖς βοηθεῖν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι κολακεύων αὐτοὺς εἰς τοῦτο κατέληξε, φησίν· Ἐν Χριστῷ Ἰησοῦ. Οὐδὲν γὰρ ἀνθρώπινον ἔχει οὐδὲ σαρκικὸν, ἀλλὰ πνευματική τίς ἐστι· διὸ σφόδρα γνησία· καὶ γὰρ σφόδρα ἐρῶντος τὸ ῥῆμα ἦν. Καὶ γὰρ ἐπειδὴ διειστήκει τῷ τόπῳ, καθάπερ δεξιᾶς τινος ἐκτάσει, ταῖς τῆς ἀγάπης αὐτοὺς χερσὶ περιλαμβάνει λέγων, Ἡ ἀγάπη μου μεθ' ὑμῶν, ὡς ἂν εἰ ἔλεγε· Μετὰ πάντων ὑμῶν ἐγώ. Δι' ὧν δείκνυσιν, ὅτι οὐ θυμοῦ οὐδὲ ὀργῆς ἦν τὰ γραφέντα, ἀλλὰ κηδεμονίας, ὅπου γε μετὰ τοσαύτην κατηγορίαν οὐκ ἀποστρέφεται, ἀλλὰ καὶ φιλεῖ καὶ περιλαμβάνει πόῤῥωθεν αὐτοὺς ὄντας, διὰ τῶν Ἐπιστολῶν καὶ τῶν γραμμάτων τούτων αὐτοῖς περιχυθείς. Οὕτω γὰρ τὸν διορθοῦντα δεῖ ποιεῖν· ὡς ὅ γε ὀργῇ μόνον ποιῶν, οἰκεῖον πάθος πληροῖ· ὁ δὲ μετὰ τὸ διορθῶσαι τὸν ἁμαρτάνοντα, καὶ τὰ τῆς ἀγάπης ἐπιδεικνύμενος, δείκνυσιν ὅτι κἀκεῖνα φιλοστοργίας ἦν, ὅσα ἐπιπλήττων ἔλεγεν. Οὕτω δὴ καὶ ἡμεῖς ἀλλήλους παιδεύωμεν, καὶ μήτε ὁ ἐλέγχων ὀργιζέσθω· οὐ γὰρ διορθώσεως τοῦτο, ἀλλὰ πάθους· μήτε ὁ ἐλεγχόμενος δυσχεραινέτω· ἰατρεία γὰρ τὸ γινόμενον, οὐκ ἀπέχθεια. Εἰ δὲ ἰατρῶν παῖδες καίουσι καὶ οὐκ ἐγκαλοῦνται, πολλάκις καὶ διαμαρτάνοντες τοῦ τέλους, ἀλλὰ καὶ ἀλγοῦντες οἱ καιόμενοι καὶ τεμνόμενοι, εὐεργέτας εἶναι νομίζουσι τοὺς τὴν ἀλγηδόνα ταύτην διεγείροντας· πολλῷ μᾶλλον τὸν δεχόμενον ἔλεγχον οὕτω διακεῖσθαι χρὴ, καὶ ὡς ἰατρῷ προσέχειν τῷ διορθοῦντι, ἀλλ' οὐχ ὡς ἐχθρῷ. Καὶ ἡμεῖς δὲ οἱ ἐπιτιμῶντες προσίωμεν μετὰ πολλῆς τῆς ἡμερότητος, μετὰ πολλῆς τῆς συνέσεως, κἂν ἴδῃς τὸν ἀδελφὸν πλημμελοῦντα, ὡς ὁ Χριστὸς ἐκέλευσε, μὴ δημοσίευε τὸν ἔλεγχον, ἀλλὰ μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, οὐκ ὀνειδίζων οὐδὲ ἐπεμβαίνων κειμένῳ, ἀλλὰ καὶ ἀλγῶν καὶ τηκόμενος· καὶ ἕτοιμον σαυτὸν πάρεχε καὶ πρὸς τὸ ἐλέγχεσθαι, εἴ τι διαμαρτάνοις. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, καθ' ὑπόθεσιν τὸν λόγον γυμνάσωμεν· μὴ γὰρ δὴ γένοιτο ἐπὶ τῆς ἀληθείας αὐτῆς εὐπορῆσαι παραδείγματος τοιούτου· Ἔστω τις ἀδελφὸς παρθένῳ συνοικῶν, κόσμιος μὲν καὶ σώφρων, πλὴν ἀλλὰ μηδὲ οὕτω διαφευγέτω τὴν πονηρὰν δόξαν. Ἂν τοίνυν ἀκούσῃς θρυλλουμένην τὴν συνοίκησιν ταύτην, μὴ καταφρονήσῃς μηδὲ εἴπῃς· Αὐτὸς γὰρ οὐ κέκτηται νοῦν; αὐτὸς γὰρ οὐκ οἶδε τί τὸ συμφέρον; εἰκῆ φιλοῦ, καὶ μὴ μισοῦ εἰκῆ· τί γάρ μοι μέλει ἔχθραν ἀναδέξασθαι περιττήν; Ταῦτα ληρώδη ῥήματα τῶν θηρίων, μᾶλλον δὲ τῶν δαιμόνων. Οὐ γὰρ ἔστιν εἰκῆ μισεῖσθαι τὸν ἐπὶ διορθώσει τοῦτο ποιοῦντα, ἀλλ' ἐπὶ μεγάλοις ἀγαθοῖς καὶ στεφάνοις ἀποῤῥήτοις. Εἰ δὲ λέγοις, Τί γὰρ, αὐτὸς οὐκ ἔχει νοῦν; ἀκούσῃ παρ' ἡμῶν, ὅτι οὐκ ἔχει· μεθύει γὰρ τῷ πάθει. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων οἱ ἀδικούμενοι οὐκ ἂν δύναιντο εἰπεῖν ὑπὲρ ἑαυτῶν ζέοντες τῇ ὀργῇ, καίτοι γε οὐκ ἔστιν ἔγκλημα ἡ συμπάθεια αὕτη· πόσῳ μᾶλλον οἱ συνηθείᾳ πονηρᾷ κατεχόμενοι; Διὰ τοῦτο λέγω, ὅτι κἂν μυριάκις ᾖ φρόνιμος, οὐκ ἔχει νοῦν ἐγρηγορότα. Τί γὰρ τοῦ Δαυῒδ συνετώτερον ἦν, ἀνθρώπου λέγοντος, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι; ἀλλ' ὅτε τὴν τοῦ στρατιώτου γυναῖκα οἶδεν ὀφθαλμοῖς ἀδίκοις, τότε, ὅπερ ἐπὶ τῆς θαλάττης τῆς μαινομένης τοὺς ἐμπλέοντας πάσχειν ἔλεγε, Πᾶσα ἡ σοφία αὐτοῦ κατεπόθη· καὶ ἑτέρων ἐδεῖτο τῶν διορθωσόντων, καὶ οὐδὲ ᾐσθάνετο οἵων κακῶν ἦν ἐντός. Διὸ καὶ θρηνῶν τὰ ἁμαρτήματα αὐτοῦ ἔλεγεν· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.