Ancient Greek
Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 200.1
Not analysed yet
Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι εἰ μὴ δαψιλοῦς καὶ μεγάλης ἀπέλαυσαν χάριτος, καὶ ἐνέχυρα τῆς ἀναστάσεως ἔλαβον, οὐ μόνον πρᾶξαι καὶ ἐπιχειρῆσαι, ἀλλ' οὐδὲ ἐννοῆσαι ταῦτα ἠδύναντο; Εἰ γὰρ τοσούτων ὄντων κωλυμάτων πρὸς τὸ βουλεύσασθαι, οὐ λέγω πρὸς τὸ κατορθῶσαι, καὶ ἐβουλεύσαντο καὶ εἰς ἔργον ἐξήγαγον καὶ μείζονα πάσης ἐλπίδος ἐποίησαν, παντί που δῆλον, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, ἀλλὰ θείᾳ χάριτι πάντα εἰργάζοντο. Τούτους τοίνυν τοὺς λόγους γυμνάζωμεν, μὴ καθ' ἑαυτοὺς μόνον, ἀλλὰ καὶ μετὰ ἀλλήλων· οὕτω δ' ἂν εὐκολωτέρα γένοιτ' ἂν ἡμῖν καὶ ἡ τῶν λοιπῶν εὕρεσις. Μηδὲ, ὅτι χειροτέχνης εἶ, ἀλλοτρίαν τὴν μελέτην ταύτην εἶναι νόμιζε. Καὶ γὰρ Παῦλος σκηνοποιὸς ἦν, ἀλλὰ καὶ πολλῆς ἐνεπλήσθη τότε χάριτος, φησὶ, κἀκεῖθεν ἅπαντα ἐφθέγγετο. Ἀλλὰ καὶ πρὸ τῆς χάριτος παρὰ τοὺς πόδας Γαμαλιήλου ἦν· καὶ τὴν χάριν δὲ διὰ τοῦτο ἔλαβεν, ἐπειδὴ γνώμην ἀξίαν τῆς χάριτος ἐπεδείξατο, καὶ μετὰ ταῦτα πάλιν τὴν τέχνην μετεχείριζε. Μηδεὶς τοίνυν αἰσχυνέσθω τῶν τὴν τέχνην ἐχόντων, ἀλλ' οἱ εἰκῆ τρεφόμενοι καὶ ἀργοῦντες, οἱ διακόνοις κεχρημένοι πολλοῖς καὶ ἀφάτου θεραπείας ἀπολαύοντες. Τὸ γὰρ διαπαντὸς ἐργαζόμενον τρέφεσθαι, φιλοσοφίας εἶδός ἐστι· τούτων αἱ ψυχαὶ καθαρώτεραι, τούτων αἱ διάνοιαι εὐτονώτεραι. Ὁ γὰρ ἀργῶν πολλὰ εἰκῆ μᾶλλον φθέγγεται, καὶ πολλὰ εἰκῆ πράσσει, καὶ ἐργάζεται δι' ὅλης ἡμέρας οὐδὲν, πολλῆς νάρκης ἐμπεπλησμένος· ὁ δὲ ἐν ἐργασίᾳ ὢν οὐδὲν ταχέως περιττὸν παραδέξεται οὔτε ἐν ἔργοις οὔτε ἐν λόγοις οὔτε ἐν ἐννοίαις· ὅλη γὰρ διόλου συντέταται πρὸς τὸν ἐπίπονον βίον ἡ ψυχή. Μὴ τοίνυν καταφρονῶμεν τῶν ἀπὸ τῶν χειρῶν τρεφομένων, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς μακαρίζωμεν διὰ τοῦτο. Ποία γάρ σοι χάρις, εἰπέ μοι, ὅταν τὸν κλῆρον παρὰ τοῦ πατρὸς δεξάμενος, μηδὲν πράττων διατελῇς, ἀλλὰ ἀναλώσῃς πάντα ἐκεῖνα εἰκῆ; Οὐκ οἶδας ὅτι οὐ πάντες τὸν αὐτὸν ἀποδώσομεν λόγον, ἀλλ' οἱ μὲν πλείονος ἐνταῦθα ἀπολαύσαντες ἀδείας, χαλεπώτερον, οἱ δὲ κακωθέντες ἢ πόνοις ἢ πενίᾳ ἣ ἑτέρῳ τινὶ τοιούτῳ, ἡμερώτερον; Καὶ ταῦτα ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου δῆλα. Σὺ μὲν γὰρ εἰς οὐδὲν δέον τῇ σχολῇ χρησάμενος εἰκότως ἐγκαλῇ, ὁ δὲ πένης καὶ μετὰ ἀσχολίας τὸ ὑπόλοιπον τοῦ καιροῦ εἰς τὰ δέοντα ἀναλώσας, μεγάλων ἀπολαύσεται τῶν στεφάνων. Ἀλλὰ καὶ στρατείαν μοι προβάλλῃ πάντως, καὶ τῆς ἀσχολίας αὐτὴν αἰτιάσῃ; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον ἡ σκῆψις. Καὶ γὰρ ὁ Κορνήλιος ἑκατοντάρχης ἦν, καὶ οὐδὲν ἡ ζώνη τὴν ἀκριβῆ πολιτείαν παρέβλαψε. Σὺ δὲ ὅταν ὀρχησταῖς καὶ μίμοις σχολάζῃς, καὶ διαπαντὸς ἐπὶ τῆς σκηνῆς ἀναλίσκῃς τὸν βίον, οὐδαμοῦ οὐ στρατείας ἀνάγκην, οὐκ ἀρχόντων προβάλλῃ φόβον· ὅταν δὲ ἐπὶ τὴν ἐκκλησίαν καλῶμεν, τότε τὰ μυρία κωλύματα. Καὶ τί κατὰ τὴν ἡμέραν ἐκείνην ἐρεῖς, ὅταν ἴδῃς τὴν φλόγα καὶ τοὺς τοῦ πυρὸς ποταμοὺς, καὶ τὰ δεσμὰ τὰ ἄλυτα, καὶ βρυχομένων ἀκούσῃς ὀδόντων; τίς σου προστήσεται κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἴδῃς τὸν μὲν χειροτέχνην καὶ ὀρθῶς βεβιωκότα, πάσης ἀπολαύοντα δόξης· σαυτὸν δὲ τὸν νῦν ἐν μαλακοῖς ἱματίοις ὄντα καὶ μύρων πνέοντα, ἀνήκεστα πάσχοντα; τί σοι τοῦ πλούτου καὶ τῆς περιουσίας ἔσται ὄφελος; τί δὲ τῷ χειροτέχνῃ τῆς πενίας βλάβος; Ἵν' οὖν μὴ πάθωμεν ταῦτα, φοβηθῶμεν τὰ λεγόμενα νῦν, καὶ τὴν ἀσχολίαν ἅπασαν εἰς τὴν τῶν ἀναγκαίων πραγμάτων ἀναλώσωμεν διατριβήν. Οὕτω γὰρ ἐξιλεωσάμενοι τὸν Θεὸν ὑπὲρ τῶν παρελθόντων ἁμαρτημάτων, καὶ τὰ μέλλοντα προσθέντες κατορθώματα, δυνησόμεθα τῆς βασιλείας ἐπιτυχεῖν τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.