Ancient Greek
Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-2
Not analysed yet
Πόθεν δὲ καὶ τὰ ὑψηλὰ αὐτοῖς δόγματα; τὰ γὰρ ὑψηλότερα ὕστερον εἶπεν αὐτοὺς ἀκούσεσθαι· Πολλὰ γὰρ ἔχω λέγειν ὑμῖν, φησὶν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὥστε τὰ λειπόμενα ὑψηλότερα ἦν. Εἷς δὲ τῶν μαθητῶν οὐδὲ εἰς τὴν Ἰουδαίαν ἤθελεν ἀπελθεῖν μετ' αὐτοῦ, ἐπειδὴ κινδύνων ἤκουσεν, ἀλλ' ἔλεγεν· Ἀπέλθωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ' αὐτοῦ· βαρυνόμενος ἐπειδὴ προσεδόκησεν ἀποθανεῖσθαι. Εἰ δὲ μετ' αὐτοῦ ὢν προσεδόκησεν ἀποθανεῖσθαι, καὶ ἀνεδύετο διὰ τοῦτο, χωρὶς αὐτοῦ καὶ τῶν λοιπῶν μαθητῶν τί οὐκ ἂν ἤλπισε τότε παθεῖν; Καὶ πολὺς ὁ ἔλεγχος ἦν τῆς ἀναισχυντίας. Τί δὲ καὶ εἶχον εἰπεῖν ἐξιόντες; Τὸ μὲν γὰρ πάθος ἡ οἰκουμένη πᾶσα ᾔδει· καὶ γὰρ ἐφ' ὑψηλοῦ ἐκρέματο τοῦ ἰκρίου, καὶ ἐν ἡμέρᾳ μέσῃ, καὶ ἐν μητροπόλει, καὶ ἐν ἑορτῇ μεγίστῃ, ἐν ᾗ μάλιστα οὐκ ἐνῆν τινα ἀπολειφθῆναι· τὴν δὲ ἀνάστασιν οὐδεὶς εἶδε τῶν ἔξωθεν, ὅπερ οὐ μικρὸν αὐτοῖς πρὸς τὸ πείθειν ἐμπόδιον ἦν. Καὶ ὅτι μὲν ἐτάφη, πάντες διεθρύλλουν· καὶ ὅτι ἔκλεψαν τὸ σῶμα αὐτοῦ οἱ μαθηταὶ, οἱ στρατιῶται μετὰ τῶν Ἰουδαίων ἁπάντων ἔλεγον· ὅτι δὲ ἀνέστη, τῶν ἔξωθεν οὐδεὶς εἶδε. Πόθεν οὖν προσεδόκησαν πείθειν τὴν οἰκουμένην; Εἰ γὰρ θαυμάτων γινομένων στρατιῶται ἐπείσθησαν τὰ ἐναντία μαρτυρῆσαι, πόθεν προσεδόκων οὗτοι χωρὶς θαυμάτων κηρύττειν, καὶ μηδὲ ὀβολὸν κεκτημένοι πείθειν γῆν καὶ θάλατταν περὶ τῆς ἀναστάσεως; εἰ δὲ δόξης ἐρῶντες τοῦτο ἐποίουν, πολλῷ μᾶλλον ἂν ἕκαστος ἑαυτῷ δόγματα ἐπεφήμισεν, οὐχὶ τῷ ἀπελθόντι. Ἀλλ' οὐκ ἂν ἐπείσθησαν αὐτοῖς οἱ ἄνθρωποι; Καὶ περὶ τίνος ἀκούοντες μᾶλλον ἐπίστευον; περὶ ἐκείνου τοῦ συλληφθέντος καὶ σταυρωθέντος, ἢ περὶ αὐτῶν τῶν τὰς χεῖρας ἐκφυγόντων τὰς Ἰουδαϊκάς; Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, μέλλοντες τοῦτο ποιεῖν, οὐκ εὐθέως τὴν Ἰουδαίαν ἀφέντες, εἰς τὰς ἔξω πόλεις ἀπῆλθον, ἀλλ' ἔνδον ἐστρέφοντο; Πῶς δὲ, εἰ μὴ σημεῖα ἐποίουν, ἔπειθον; Καὶ εἰ μὲν ἐποίουν (ἐποίουν γὰρ), Θεοῦ δύναμις ἦν τὸ γινόμενον· εἰ δὲ μὴ ἐποίουν καὶ ἐκράτουν, πολὺ θαυμαστότερον ἦν τὸ συμβάν. Οὐκ ᾔδεσαν Ἰουδαίους, εἰπέ μοι, καὶ τὴν πονηρὰν αὐτῶν μελέτην καὶ τὴν φθόνων γέμουσαν ψυχήν; Καὶ γὰρ Μωϋσέα ἐλίθασαν μετὰ τὸ πέλαγος ὅπερ ἐπέζευσαν, μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον ἐκεῖνο τὸ θαυμαστὸν, ὅπερ ἔστησαν ἀναιμωτὶ διὰ τῶν ἐκείνου χειρῶν κατὰ τῶν δουλωσαμένων αὐτοὺς Αἰγυπτίων, μετὰ τὸ μάννα, μετὰ τὰς πέτρας καὶ τὰς πηγὰς τῶν ποταμῶν τὰς ἐκεῖθεν ῥαγείσας, μετὰ τὰ μυρία θαύματα τὰ ἐπὶ τῆς Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς καὶ τῆς ἐρήμου· Ἱερεμίαν εἰς λάκκον ἐνέβαλον, καὶ πολλοὺς τῶν προφητῶν κατέσφαξαν. Ἄκουσον γοῦν τί φησιν Ἠλίας μετὰ τὸν φοβερὸν λιμὸν ἐκεῖνον καὶ τὸν θαυμαστὸν ὑετὸν καὶ τὴν λαμπάδα, ἣν ἐκ τῶν οὐρανῶν κατήνεγκε, καὶ τὸ παράδοξον ὁλοκαύτωμα, ὡς ποῤῥωτάτω τῆς χώρας αὐτῶν ἐλαυνόμενος· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Καίτοι γε οὐδὲν τῶν νομίμων ἐκίνουν. Τούτοις οὖν πόθεν εἶχον προσέχειν; εἰπέ μοι· καὶ γὰρ ἁπάντων ἦσαν ἐκείνων εὐτελέστεροι, καὶ τοιαῦτα ἐκαινοτόμουν, δι' ἃ καὶ τὸν Διδάσκαλον ἐσταύρωσαν. Καὶ ἄλλως δὲ, οὐχ οὕτως ἐδόκει δεινὸν εἶναι τὸ τὸν Χριστὸν ταῦτα λέγειν, καὶ τούτους. Τὸν μὲν γὰρ ἴσως ἐνόμιζον ἑαυτῷ δόξαν κτώμενον ταῦτα ποιεῖν, τούτους δὲ καὶ μειζόνως ἂν ἐμίσησαν, ἅτε ὑπὲρ ἑτέρου πολεμοῦντας αὐτοῖς. Ἀλλ' οἱ νόμοι αὐτοῖς ἐβοήθουν οἱ Ῥωμαίων; Ἀλλ' ἀπὸ τούτων καὶ ἐνεποδίζοντο μᾶλλον· καὶ γὰρ ἔλεγον· Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος. Ὥστε τοῦτο μόνον ἱκανὸν ἦν ἐμποδίσαι, ὅτι τοῦ νομισθέντος εἶναι τυράννου καὶ μαθηταὶ ἦσαν, καὶ τὰ ἐκείνου κρατύνειν ἐβούλοντο. Τί δὲ ὅλως αὐτοὺς ἐπῆρεν εἰς τοσούτους κινδύνους ἐμπεσεῖν; τί δὲ περὶ αὐτοῦ λέγοντες ἐδόκουν εἶναι πιθανοί; ὅτι ἐσταυρώθη; ὅτι ἀπὸ γυναικὸς ἐτέχθη Ἰουδαίας πτωχῆς, Ἰουδαίῳ τέκτονι μεμνηστευμένης; ὅτι ἐξ ἔθνους ἦν τῇ οἰκουμένῃ ἀπεχθανομένου; Ἀλλὰ ταῦτα πάντα οὐχὶ πείθειν μόνον καὶ ἐφέλκεσθαι τοὺς ἀκούοντας, ἀλλὰ καὶ προσίστασθαι πᾶσιν ἦν ἱκανὰ, καὶ μάλιστα τὰ παρὰ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως λεγόμενα. Οὐκ ἂν οὖν ταῦτα πάντα ἐνενόησαν οἱ μαθηταί; καὶ γὰρ αἱ δειλαὶ φύσεις πλείονα τῶν ὄντων ἀναπλάττειν δύνανται· τοιαῦται δὲ ἦσαν αἱ ἐκείνων. Πόθεν οὖν ἤλπιζον κατορθώσειν; μᾶλλον δὲ οὐκ ἤλπισαν, μυρίων ὄντων τῶν ἀπαγόντων αὐτοὺς, εἴ γε μὴ ἀνέστη ὁ Χριστός.