Ancient Greek
Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 215
Not analysed yet
Καὶ ὁ Υἱὸς δὲ, εἰ καὶ ὑπήκοος γέγονε τῷ Πατρὶ, ἀλλ' ὡς Υἱὸς Θεοῦ, ἀλλ' ὡς Θεός. Ὥσπερ γὰρ πλείων ἡ πειθὼ τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἢ τοῖς ἀνθρώποις πρὸς τοὺς γεγεννηκότας· οὕτω καὶ ἡ ἐλευθερία μείζων. Οὐ γὰρ δήπου τὰ μὲν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα μείζονα τῶν ἀνθρώπων καὶ γνησιώτερα, τὰ δὲ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐλάττονα. Εἰ γὰρ θαυμάζομεν τὸν Υἱὸν, ὅτι ὑπήκουσεν, ὡς καὶ μέχρι θανάτου ἐλθεῖν, καὶ θανάτου σταυροῦ, καὶ θαῦμα αὐτοῦ μέγα τιθέμεθα τοῦτο· θαυμάζειν δεῖ καὶ τὸν Πατέρα, ὅτι τοιοῦτον ἐγέννησεν, οὐχ ὡς δοῦλον ἐπιταττόμενον, ἀλλ' ὡς ἐλεύθερον ὑπακούοντα καὶ σύμβουλον ὄντα· ὁ γὰρ σύμβουλος οὐ δοῦλος. Σύμβουλον δὲ ὅταν ἀκούσῃς πάλιν, μὴ ὡς τοῦ Πατρὸς ἐνδεῶς ἔχοντος ἄκουε, ἀλλ' ὡς τοῦ Παιδὸς ὁμοτίμου πρὸς τὸν γεγεννηκότα. Μὴ τοίνυν εἰς πάντα ἕλκε τὸ παράδειγμα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός. Παρ' ἡμῖν μὲν γὰρ εἰκότως ὑποτέτακται τῷ ἀνδρὶ ἡ γυνή· ἡ γὰρ ἰσοτιμία μάχην ποιεῖ· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἀπάτην τὴν παρὰ τὴν ἀρχὴν συμβᾶσαν. Διά τοι τοῦτο γενομένη μὲν εὐθέως οὐχ ὑπετάγη· οὔτε ὅταν αὐτὴν ἤγαγε πρὸς τὸν ἄνδρα, οὔτε αὐτὴ ἤκουσέ τι παρὰ τοῦ Θεοῦ τοιοῦτον, οὔτε ὁ ἀνὴρ εἶπέ τι πρὸς αὐτὴν τοιοῦτον· ἀλλ' ὅτι μὲν ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ, καὶ σὰρξ ἐκ τῶν σαρκῶν αὐτοῦ ἦν, εἶπεν· ἀρχῆς δὲ οὐδαμοῦ οὐδὲ ὑποταγῆς ἐμνημόνευσε πρὸς αὐτήν· ὅτε δὲ κακῶς ἐχρήσατο τῇ ἐξουσίᾳ, καὶ ἡ γενομένη βοηθὸς ἐπίβουλος εὑρέθη, καὶ πάντα ἀπώλεσε, τότε ἀκούει δικαίως λοιπόν· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τὴν ἁμαρτίαν ταύτην ἐκπολεμῶσαι τὸ γένος τὸ ἡμέτερον (οὐδὲ γὰρ ἂν ὤνησέ τι εἰς εἰρήνην τὸ ἐξ αὐτοῦ γεγενῆσθαι, τούτου συμβάντος· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο καὶ τραχύτερον ἂν ἐποίησε τὸν ἄνδρα, τὸ μηδὲ τοῦ οἰκείου φείσασθαι μέλους τὴν ἐξ αὐτοῦ γενομένην)· συνιδὼν τὴν τοῦ διαβόλου κακουργίαν ὁ Θεὸς, ἐπετείχισε τουτὶ τὸ ῥῆμα, καὶ τὴν ἐκ τῆς ἐπιβουλῆς μέλλουσαν ἀπέχθειαν ἔσεσθαι διὰ τῆς ἀποφάσεως ταύτης ἀνεῖλε, καὶ τῆς ἐπιθυμίας τῆς ἐμφύτου καθάπερ μεσότοιχον κατασπάσας τὴν ἐκ τῆς ἁμαρτίας μνησικακίαν. Ἀλλ' ἐπὶ τοῦ Θεοῦ καὶ τῆς ἀκηράτου οὐσίας ἐκείνης οὐδὲν τοιοῦτον ἔστιν ὑποπτεῦσαι. Μὴ τοίνυν κατὰ πάντων δέχου τὰ παραδείγματα ἐπεὶ καὶ ἀλλαχοῦ πολλὰ ἐντεῦθεν ἀπαντήσει χαλεπὰ ἁμαρτήματα. Καὶ γὰρ καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς ἔλεγε· Πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.