Ancient Greek
Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-26
Not analysed yet
Τί οὖν; ὁμοίως ἡμῶν τὰ πάντα, καὶ ἡμεῖς τοῦ Χριστοῦ, καὶ ὁ Χριστὸς τοῦ Θεοῦ; Οὐδαμῶς, ἀλλὰ καὶ τοῖς σφόδρα ἀνοήτοις δήλη ἡ διαφορὰ, εἰ καὶ ἡ αὐτὴ ῥῆσις ἐπὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ ἡμῶν εἴρηται. Καὶ ἀλλαχοῦ δὲ κεφαλὴν εἰπὼν τὸν ἄνδρα τῆς γυναικὸς, ἐπήγαγεν· Ὥσπερ καὶ ὁ Χριστὸς κεφαλὴ καὶ Σωτήρ ἐστι τῆς Ἐκκλησίας καὶ προστάτης, οὕτω καὶ ὁ ἀνὴρ ὀφείλει τῆς αὐτοῦ γυναικὸς εἶναι. Ἆρ' οὖν ὁμοίως ἐκληψόμεθα τὸ εἰρημένον, καὶ τοῦτο καὶ τὰ μετὰ τούτου ἅπαντα Ἐφεσίοις ἐπεσταλμένα περὶ τῆς ὑποθέσεως ταύτης; Ἄπαγε. οὐδὲ γὰρ δυνατόν. Τὰ γὰρ αὐτὰ ῥήματα λέγεται μὲν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· ἀλλ' ἑτέρως μὲν ἐκεῖνα νοητέον, ἑτέρως δὲ ταῦτα· οὐ μὴν πάλιν πάντα ἐξηλλαγμένως· ἐπεὶ πάλιν εἰκῆ καὶ μάτην παρειλῆφθαι δόξει, οὐδὲν ἀπ' αὐτῶν καρπουμένων ἡμῶν. Ὥσπερ γὰρ οὐ πάντα ὁμοίως ἐκληπτέον, οὕτως οὐδὲ πάντα ἁπλῶς ἐκβλητέον. Ἵνα δὲ ὃ λέγω, γένηται σαφέστερον, ἐπὶ ὑποδείγματος αὐτὸ πειράσομαι ποιῆσαι φανερόν. Εἴρηται κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός· ἂν μηδὲν ἀπὸ τοῦ ἀνθρωπίνου λάβω, τί μοι καὶ εἴρηται τοῦτο; Πάλιν ἂν ἅπαντα λάβω, πολλὴ ἕψεται ἡ ἀλογία· καὶ γὰρ ὁμοιοπαθὴς τῷ σώματι ἡ κεφαλὴ, καὶ τοῖς αὐτοῖς ὑπεύθυνος. Τί οὖν δεῖ ἀφεῖναι, ἢ τί λαβεῖν; Ἀφεῖναι μὲν ταῦτα ἃ εἶπον, λαβεῖν δὲ ἕνωσιν ἀκριβῆ, καὶ αἰτίαν καὶ ἀρχὴν τὴν πρώτην· καὶ οὐδὲ ταῦτα ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τὸ μεῖζον οἴκοθεν ἐπινοεῖν καὶ Θεῷ πρέπον· καὶ γὰρ ἡ ἕνωσις ἀσφαλεστέρα, καὶ ἡ ἀρχὴ τιμιωτέρα. Πάλιν ἤκουσας Υἱόν· μὴ πάντα μηδὲ ἐνταῦθα λάβῃς, ἀλλὰ μηδὲ πάντα ἐκβάλῃς, ἀλλ' ὅσα Θεῷ πρέπει δεξάμενος, ὅτι ὁμοούσιος, ὅτι ἐξ αὐτοῦ, τὰ ἄτοπα καὶ ἀσθενείας ὄντα ἀνθρωπίνης, ἐπὶ τῆς γῆς ἔα. Εἴρηται φῶς ὁ Θεὸς πάλιν· ἆρ' οὖν πάντα δεξόμεθα, ὅσα τοῦ φωτὸς τούτου; Οὐδαμῶς· καὶ γὰρ ἐκεῖ τῷ σκότῳ τοῦτο καὶ τόπῳ περικλείεται, καὶ ὑφ' ἑτέρας κινεῖται δυνάμεως καὶ ἐπισκιάζεται· ὧν οὐδὲν οὐδὲ ἐννοῆσαι θέμις ἐπὶ τῆς οὐσίας ἐκείνης. Ἀλλ' οὐδὲ πάντα διὰ τοῦτο ἐκβαλοῦμεν, ἀλλὰ δρεψόμεθά τι καὶ χρήσιμον ἀπὸ τοῦ παραδείγματος, τὸν φωτισμὸν τὸν ἐκ τοῦ Θεοῦ γινόμενον ἡμῖν, τὴν ἐκ τοῦ σκότους ἀπαλλαγὴν ἐκ τούτου συνάγοντες. Καὶ τὰ μὲν πρὸς αἱρετικοὺς ταῦτα· δεῖ δὲ καὶ ὁλοκλήρῳ λοιπὸν ἐπεξελθεῖν τῷ χωρίῳ. Ἴσως γὰρ ἄν τις ἐνταῦθα καὶ διαπορήσειε, πρὸς ἑαυτὸν ζητῶν, ποῖον ἔγκλημα ἦν τὸ ἀνακαλύπτεσθαι τὰς γυναῖκας, ἢ καὶ καλύπτεσθαι τοὺς ἄνδρας; Ποῖον οὖν ἔγκλημα τοῦτο, ἐντεῦθεν ἤδη μάνθανε· Σύμβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ πολλὰ μὲν καὶ ἕτερα, τῷ μὲν τῆς ἀρχῆς, τῇ δὲ τῆς ὑποταγῆς· μετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύτην μὲν καλύπτεσθαι, τοῦτον δὲ γυμνὴν ἔχειν τὴν κεφαλήν. Εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν, καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους, καὶ ὁ μὲν εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν, ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. Εἰ γὰρ ἱμάτιον ἐναλλάττειν οὐ θέμις, οὐδὲ ταύτην μὲν χλανίδα περικεῖσθαι, ἐκεῖνον δὲ φάρος ἢ καλύπτραν· Οὐκ ἔσται γὰρ, φησὶ, σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν· πολλῷ μᾶλλον ταῦτα ἀνταλλάττεσθαι οὐ δεῖ. Ταῦτα μὲν γὰρ παρὰ τῶν ἀνθρώπων νενομοθέτηται, εἰ καὶ ὁ Θεὸς ὕστερον αὐτὰ ἐκύρωσεν· ἐκεῖνο δὲ παρὰ τῆς φύσεως, τὸ καλύπτεσθαι λέγω, καὶ τὸ μὴ καλύπτεσθαι. Ὅταν δὲ εἴπω τὴν φύσιν, τὸν Θεὸν λέγω· ὁ γὰρ τὴν φύσιν δημιουργήσας, αὐτός ἐστιν. Ὅταν οὖν τοὺς ὅρους ἀνατρέπῃς τούτους, ὅρα πόσα γίνεται τὰ ἐπιβλαβῆ. Καὶ μή μοι τοῦτο εἴπῃς, ὅτι μικρὸν τὸ ἁμαρτανόμενον· μέγα μὲν γάρ ἐστι, καὶ καθ' ἑαυτό· παρακοὴ γάρ ἐστιν· Εἰ δὲ καὶ μικρὸν ἦν, μέγα ἐγίνετο, ἐπειδὴ μεγάλων ἐστὶ σύμβολον πραγμάτων. Ὅτι δὲ καὶ μέγα ἐστὶ, δῆλον ἐξ ὧν τοσαύτην εὐταξίαν τῷ γένει παρέχει, τὸν ἄρχοντα καὶ τὸν ἀρχόμενον ἐν κόσμῳ διατάττον. Ὥστε ὁ παραβαίνων, πάντα συγχεῖ, καὶ τὰ τοῦ Θεοῦ προδίδωσι δῶρα, καὶ τὴν ἄνωθεν αὐτῷ δοθεῖσαν τιμὴν χαμαὶ ῥίπτει, οὐχ ὁ ἀνὴρ δὲ μόνον, ἀλλὰ καὶ ἡ γυνή. Καὶ γὰρ καὶ ἐκείνῃ τιμὴ μεγίστη τὸ τὴν οἰκείαν τάξιν διατηρεῖν, ὥσπερ οὖν καὶ αἰσχύνη τὸ στασιάζειν. Διόπερ ἐπ' ἀμφοτέρων αὐτὸ τέθεικεν. οὕτω λέγων· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς. Ἦσαν γὰρ, ὅπερ ἔφην, καὶ ἄνδρες καὶ γυναῖκες προφητεύοντες, καὶ γυναῖκες τὸ χάρισμα τοῦτο ἔχουσαι τότε, ὡς αἱ τοῦ Φιλίππου θυγατέρες, ὡς ἕτεραι πρὸ ἐκείνων καὶ μετ' ἐκείνας· περὶ ὧν καὶ ὁ προφήτης ἔλεγεν ἄνωθεν· ὅτι, Προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται. Τὸν μὲν οὖν ἄνδρα οὐκ ἀεὶ ἀναγκάζει ἀκατακάλυπτον εἶναι, ἀλλ' ὅταν εὔχηται μόνον· Πᾶς γὰρ ἀνὴρ, φησὶ, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ· τὴν δὲ γυναῖκα διαπαντὸς κατακαλύπτεσθαι κελεύει. Διὸ καὶ εἰπὼν, Πᾶσα γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς· οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ καὶ ἐπεξῆλθεν εἰπών· Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ δὲ ἀεὶ ἐξυρῆσθαι αἰσχρὸν, εὔδηλον ὅτι καὶ ἀκατακάλυπτον εἶναι ἀεὶ ὄνειδος.