Ancient Greek
Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦθεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-13
Not analysed yet
Μὴ γάρ μοι εἴπῃς, ὅτι Οὐ δύναμαί σε μιμήσασθαι· σὺ διδάσκαλος εἶ, καὶ μέγας. Οὐ γάρ ἐστι τοσοῦτον τὸ μέσον ἐμοῦ πρὸς ὑμᾶς, ὅσον τοῦ Χριστοῦ πρὸς ἐμέ· ἀλλ' ὅμως ἐμιμησάμην ἐκεῖνον ἐγώ. Ὅταν μὲν οὖν Ἐφεσίοις γράφῃ, οὐ τίθησι μέσον ἑαυτὸν, ἀλλ' εὐθὺς αὐτοὺς ἐκεῖ πάντας ἀπάγει, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ, λέγων· ἐνταῦθα δὲ, ἐπειδὴ πρὸς ἀσθενεῖς ἦν ὁ λόγος αὐτῷ, ἑαυτὸν παρενέβαλε. Καὶ ἄλλως δὲ δείκνυσιν, ὅτι ἔνι καὶ οὕτω τὸν Χριστὸν μιμήσασθαι. Ὁ γὰρ τὴν σφραγῖδα μιμησάμενος τὴν ἀπηκριβωμένην, τὸ ἀρχέτυπον ἐμιμήσατο. Ἴδωμεν οὖν πῶς αὐτὸς ἐμιμήσατο τὸν Χριστόν. Ἡ γὰρ μίμησις αὕτη οὐ χρόνων δεῖται καὶ τέχνης, ἀλλὰ προαιρέσεως μόνης. Εἰς ζωγράφου μὲν γὰρ εἰσελθόντες οὐ δυνησόμεθα μιμήσασθαι τὴν εἰκόνα, κἂν μυριάκις ἴδωμεν· τοῦτον δὲ καὶ ἐξ ἀκροάσεως μόνης ἔνι μιμήσασθαι. Οὐκοῦν βούλεσθε τὸν πίνακα εἰς μέσον ἀγαγόντες, ὑπογράψωμεν ἐφ' ὑμῶν τὴν πολιτείαν τοῦ Παύλου; Προκείσθω τοίνυν ὁ πίναξ πολὺ λαμπρότερος ὢν τῶν βασιλικῶν εἰκόνων. Τὸ γὰρ ὑποκείμενον, οὐ σανίδες κεκολλημέναι οὐδὲ σινδόνες ἐπικείμεναι, ἀλλ' ἔργον Θεοῦ τὸ ὑποκείμενον· ψυχὴ γάρ ἐστι καὶ σῶμα. Ψυχὴ Θεοῦ ἔργον, οὐκ ἀνθρώπων, καὶ σῶμα πάλιν ὁμοίως Ἐκροτήσατε ἐνταῦθα; Ἀλλ' οὐκ ἐνταῦθα τῶν κρότων ὁ καιρὸς, ἀλλ' ἐπὶ τῶν ἑξῆς καὶ τοῦ κροτῆσαι καὶ τοῦ ζηλῶσαι. Τέως γὰρ ἡ ὕλη ὑπόκειται κοινὴ πρὸς ἅπαντας οὖσα. Ψυχὴ γὰρ ψυχῆς οὐδὲν διαφέρει, καθὸ ψυχὴ, ἀλλ' ἡ προαίρεσις δείκνυσι τὴν διαφοράν. Ὥσπερ γὰρ σῶμα σώματος, καθό ἐστι σῶμα, οὐδὲν διενήνοχεν, ἀλλ' ὅμοιόν ἐστι καὶ τὸ τοῦ Παύλου καὶ τῶν πολλῶν, οἱ δὲ κίνδυνοι φαιδρότερον ἐργάζονται τοῦτο ἐκείνου· οὕτω δὴ καὶ ἐπὶ ψυχῆς. Ὑποκείσθω τοίνυν ὁ πίναξ ἡμῖν ἡ ψυχὴ Παύλου. Οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμων· οὐδὲν γὰρ βλασφημίας χεῖρον. Ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα μετασκευάζων, καὶ εἶδεν οὐ παρὰ ῥᾳθυμίαν καὶ βλακείαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας (ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ' ἐπίγνωσιν τὸν ζῆλον εἶχε)· δίδωσιν αὐτῷ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι, τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν ἀπέδειξε τὴν εἰκόνα. Λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε χρόνον, ἀλλ' εὐθέως ἐφάνη τεχνίτης ἄριστος. Καὶ πρῶτον δείκνυσι τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λοιπὸν σῶμα, τὸ τῆς πολιτείας τῆς ἀκριβοῦς Οἱ μὲν οὖν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς, μετὰ πολλῆς τῆς ἀκριβείας καὶ ἡσυχίας ἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβούντων, ταραττόντων, οὕτω; εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο. Διὸ καὶ ἔλεγε· Θέατρον ἐγενήθημεν τῷ κόσμῳ, ἐν μέσῳ γῆς καὶ θαλάσσης, καὶ τοῦ οὐρανοῦ καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Βούλεσθε καὶ τὰ λοιπὰ μέρη ταύτης ἰδεῖν, τὰ ἀπὸ τῆς κεφαλῆς κάτω; ἢ βούλεσθε κάτωθεν τὸν λόγον ἀναγάγωμεν; Θέα τοίνυν ἀνδριάντα χρυσοῦν, μᾶλλον δὲ καὶ τούτου τιμιώτερον, καὶ οἷον ἐν οὐρανῷ ἑστάναι εἰκὸς, οὐ μολίβδῳ προσδεδεμένον, οὐδὲ ἑνὶ ἱδρυμένον χωρίῳ, ἀλλ' ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ τρέχοντα, καὶ εἰς Ἱσπανίαν ἀπιόντα, καὶ πανταχοῦ τῆς οἰκουμένης καθάπερ ὑπόπτερον φερόμενον. Τί γὰρ τῶν ποδῶν τούτων ὡραιότερον γένοιτ' ἂν, τῶν ἅπασαν ἐπελθόντων τὴν ὑφ' ἡλίῳ κειμένην γῆν; Ταύτην τὴν ὡραιότητα καὶ ὁ προφήτης ἄνωθεν κηρύττει λέγων· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην. Εἶδες πῶς καλοὶ οἱ πόδες; Θέλεις καὶ τὸ στῆθος ἰδεῖν; Δεῦρό σοι δείξω καὶ τοῦτο, καὶ πολλῷ λαμπρότερον ὄψει τῶν ποδῶν τούτων τῶν ὡραίων, καὶ αὐτῶν τῶν τοῦ παλαιοῦ νομοθέτου στέρνων. Μωϋσῆς μὲν γὰρ πλάκας ἐβάσταζε λιθίνας· οὗτος δὲ αὐτὸν ἔνδοθεν εἶχε τὸν Χριστὸν, αὐτὴν τὴν βασιλικὴν ἔφερεν εἰκόνα καὶ τοῦ ἱλαστηρίου· διὰ τοῦτο καὶ τῶν Χερουβὶμ σεμνότερος ἦν. Οὐ γὰρ τοιαύτη ἐφέρετο ἐκεῖθεν φωνὴ, οἵα ἐντεῦθεν, ἀλλ' ἐκεῖθεν μὲν τὰ πλείονα περὶ αἰσθητῶν διελέγετο, ἀπὸ δὲ τῆς Παύλου γλώττης περὶ τῶν ὑπὲρ τοὺς οὐρανοὺς πραγμάτων· καὶ ἀπὸ μὲν τοῦ ἱλαστηρίου Ἰουδαίοις ἐχρημάτιζε μόνοις, ἐντεῦθεν δὲ τῇ οἰκουμένῃ πάσῃ· κἀκεῖ μὲν διὰ ἀψύχων, ἐνταῦθα δὲ διὰ ψυχῆς ἐναρέτου.