Ancient Greek
Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦθεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-11
Not analysed yet
Τοῦτο καὶ οὐρανοῦ λαμπρότερον ἦν τὸ ἱλαστήριον, οὐ ποικιλίᾳ ἄστρων καταλαμπόμενον οὐδ' ἀκτῖσιν ἡλιακαῖς, ἀλλ' αὐτὸν τὸν ἥλιον τῆς δικαιοσύνης ἔχον ἐκεῖθεν ἀφιέντα τὰς ἀκτῖνας. Καὶ τοῦτον μὲν τὸν οὐρανὸν νέφος ὑποδραμόν ποτε σκυθρωπότερον ἐργάζεται, τὸ δὲ στῆθος ἐκεῖνο οὐδεὶς ὑπέδραμέ ποτε χειμὼν τοιοῦτος· μᾶλλον δὲ ὑπέδραμον μὲν πολλοὶ πολλάκις χειμῶνες, τὸ δὲ φῶς οὐκ ἐπεσκότισαν, ἀλλ' ἐν μέσῳ τῷ πειρασμῷ καὶ τοῖς κινδύνοις τὸ φῶς ἀπέλαμπε τοῦτο. Διὸ καὶ αὐτὸς ἅλυσιν περικείμενος ἐβόα· Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Οὕτως ἀεὶ διὰ τῆς γλώττης ἐκείνης ἠφίει τὰς ἀκτῖνας· καὶ οὐ φόβος, οὐ κίνδυνος τὸ στῆθος ἐκεῖνο σκυθρωπὸν ἐποίει. Τάχα παρελαύνειν δοκεῖ τὸ στῆθος τοὺς πόδας· ἀλλὰ κἀκεῖνοι ὡς πόδες καλοὶ, καὶ τοῦτο ὡς στῆθος. Βούλει καὶ γαστέρα ἰδεῖν ὡραίαν; Ἄκουσον τί φησι περὶ αὐτῆς· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασι. Τί ταύτης τῆς γαστρὸς γένοιτ' ἂν ὡραιότερον τῆς οὕτω πεπαιδευμένης ἠρεμεῖν, καὶ σωφροσύνην πᾶσαν δεδιδαγμένης, καὶ εἰδυίας καὶ πεινῇν καὶ λιμώττειν καὶ διψῇν; Καθάπερ γὰρ ἵππος εὔτακτος χρυσῆν ἡνίαν λαβὼν, οὕτω καὶ αὕτη εὔρυθμα ἐβάδιζε τῆς φύσεως τὴν ἀνάγκην νικήσασα· ὁ γὰρ Χριστὸς ἐβάδιζεν ἐν αὐτῇ. Ταύτης δὲ οὕτω σωφρονούσης, εὔδηλον ὅτι καὶ ἡ ἄλλη πᾶσα κακία ἐλύετο. Βούλει καὶ χεῖρας ἰδεῖν τὰς νῦν; ἢ βούλει τὴν προτέραν αὐτῶν πρότερον κακίαν θεάσασθαι; Εἰσερχόμενος οὗτος εἰς τὰς οἰκίας, ἔσυρε πρώην ἄνδρας καὶ γυναῖκας, οὐχὶ ἀνδρὸς χεῖρας, ἀλλὰ θηρίου τινὸς χαλεποῦ ἔχων. Ἐπειδὴ δὲ τὰ χρώματα τῆς ἀληθείας ἔλαβε καὶ τὴν πνευματικὴν ἐμπειρίαν, οὐκέτι ἀνδρὸς ἐγένοντο αἱ χεῖρες αὗται, ἀλλὰ πνευματικαὶ, καθ' ἑκάστην ἡμέραν δεσμούμεναι ἁλύσεσι· καὶ ἔπληξαν μὲν οὐδένα ποτὲ, ἐπλήγησαν δὲ μυριάκις. ᾘδέσθη ποτὲ καὶ ἔχις ταύτας τὰς χεῖρας· οὐ γὰρ ἦσαν ἀνθρώπου χεῖρες λοιπόν· διὰ τοῦτο οὐδὲ καθήψατο αὐτῶν. Βούλει καὶ τὰ νῶτα ἰδεῖν τοῖς λοιποῖς ἐοικότα μέλεσιν; Ἄκουσον τί φησι καὶ περὶ αὐτῶν· Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον ὑπὸ Ἰουδαίων, τρὶς ἐῤῥαπίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ἀλλ' ἵνα μὴ καὶ ἡμεῖς εἰς βυθὸν ἄπειρον ἐμπεσόντες, πολλὰ περιενεχθῶμεν καθ' ἕκαστον αὐτοῦ τῶν μελῶν ἐπιόντες, δεῦρο ἀποστάντες τοῦ σώματος, ἕτερον κάλλος ἴδωμεν τὸ ἀπὸ τῶν ἱματίων, ὃ καὶ δαίμονες ᾐδέσθησαν· διὸ καὶ αὐτοὶ ἔφευγον, καὶ νοσήματα ἐδραπέτευε. Καὶ ὅπουπερ ἂν ἐφάνη Παῦλος, πάντα ὑπεχώρει καὶ ὑπεξίστατο, καθάπερ τοῦ τῆς οἰκουμένης ἀριστέως παραγενομένου. Καὶ ὥσπερ οἱ πολλὰς λαβόντες ἐν πολέμῳ πληγὰς, κἂν ὅπλον ἴδωσι τοῦ πλήξαντος αὐτοὺς, πεφρίκασιν· οὕτω δὴ καὶ οἱ δαίμονες, σημικίνθια μόνον ὁρῶντες, ἐξίσταντο. Ποῦ νῦν εἰσιν οἱ πλουτοῦντες, καὶ μέγα φρονοῦντες ἐπὶ χρήμασι; ποῦ οἱ τὰ ἀξιώματα ἑαυτῶν ἀριθμοῦντες, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ; Πρὸς ταῦτα παραβάλλοντες ἑαυτοὺς, πηλὸν ὄψονται καὶ βόρβορον τὰ ἑαυτῶν ἅπαντα. Καὶ τί λέγω ἱμάτια καὶ χρυσία; Εἰ γάρ μοι τῆς οἰκουμένης ἔδωκέ τις κρατῆσαι πάσης, τὸν ὄνυχα μόνον Παύλου πάσης ἂν τῆς βασιλείας ἐκείνης ἰσχυρότερον εἶναι ἐνόμισα, πάσης τρυφῆς τὴν πενίαν, πάσης δόξης τὴν ἀδοξίαν, παντὸς πλούτου τὴν γύμνωσιν, πάσης ἀδείας τὸν κολαφισμὸν τῆς ἱερᾶς ἐκείνης κεφαλῆς, παντὸς διαδήματος τοὺς λίθους οὓς ἐδέξατο. Τοῦτον ποθήσωμεν τὸν στέφανον, ἀγαπητοί· καὶ εἰ μὴ διωγμός ἐστι, τέως παρασκευάσωμεν ἑαυτούς. Οὐδὲ γὰρ οὗτος ἀπὸ διωγμῶν μόνων ἦν λαμπρὸς ὁ ἀνήρ· καὶ γὰρ ἔλεγεν· Ὑποπιέζω μου τὸ σῶμα· τοῦτο δὲ καὶ χωρὶς διωγμοῦ δυνατὸν κατορθοῦν. Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι παρῄνει εἰς ἐπιθυμίας· καὶ πάλιν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Εἰς ταῦτα γὰρ διωγμῶν οὐ χρεία. Καὶ τοὺς εὐπόρους δὲ ἐσωφρόνιζε, λέγων· Οἱ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν. Ἐὰν οὖν καὶ ἡμεῖς οὕτως ἑαυτοὺς ἀσκήσωμεν, εἰς τὸν ἀγῶνα εἰσελθόντες στεφανωθησόμεθα, καὶ διωγμοῦ μὴ παρόντος, πολλὰ ὑπὲρ αὐτῶν ληψόμεθα τὰ βραβεῖα· ἐὰν δὲ λιπαίνωμεν τὸ σῶμα καὶ χοίρων βίον ζῶμεν, καὶ ἐν εἰρήνῃ πολλὰ ἁμαρτησόμεθα καὶ αἰσχύνην οἴσομεν. Οὐχ ὁρᾷς πρὸς τίνας ἡμῖν ἡ πάλη; Πρὸς τὰς ἀσωμάτους δυνάμεις. Πῶς οὖν, σάρκες ὄντες, τούτων περιεσόμεθα; Εἰ γὰρ πρὸς ἀνθρώπους τις παλαίων, δεῖται σωφρόνως ἑστιᾶσθαι, πολλῷ μᾶλλον πρὸς δαίμονας. Ὅταν δὲ μετὰ τῆς πολυσαρκίας καὶ τῷ πλούτῳ ὦμεν προσδεδεμένοι, πόθεν κρατήσομεν τῶν ἀντιπάλων; Δεσμὸς γάρ ἐστιν ὁ πλοῦτος, δεσμὸς χαλεπὸς τοῖς οὐκ εἰδόσιν αὐτῷ χρῆσθαι, τύραννος ὠμὸς καὶ ἀπάνθρωπος, ἐπὶ λύμῃ τῶν δουλευόντων πάντα ἐπιτάττων. Ἀλλ', ἐὰν θέλωμεν, τὴν πικρὰν ταύτην τυραννίδα ἀπὸ τοῦ θρόνου καταστρέψομεν, καὶ ἡμῖν εἴκειν ποιήσομεν, ἀλλ' οὐκ ἐπιτάττειν. Πῶς οὖν τοῦτο ἔσται; Ὅταν εἰς πάντας τὸν πλοῦτον διανέμωμεν. Ἕως μὲν γὰρ ἂν μόνος ᾖ πρὸς μόνους καθάπερ λῃστής τις ἐν ἐρημίᾳ, πάντα ἐργάζεται τὰ κακά· ὅταν δὲ εἰς μέσον αὐτὸν ἀγάγωμεν, οὐκέτι ἡμῶν κρατήσει, πάντοθεν αὐτὸν πάντων δεσμούντων.