Ancient Greek
Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-14
Not analysed yet
Ἀλλ' ἴσως ἐρεῖ τις, ὅτι Θέλω. Καὶ οὐδεὶς οὕτως ἀνόητος, ὥστε μὴ θέλειν· ἀλλ' οὐκ ἀρκεῖ μοι τὸ θέλειν. Καὶ μὴν ἀρκεῖ, ἐὰν ὡς χρὴ θέλῃς, καὶ τὰ τοῦ θέλοντος ποιῇς· νυνὶ δὲ οὐ σφόδρα θέλεις. Καὶ τοῦτο ἐπὶ τῶν ἄλλων γυμνάσωμεν, εἰ δοκεῖ. Εἰπὲ γάρ μοι, ὁ βουλόμενος γυναῖκα ἀγαγέσθαι, ἀρκεῖται τῷ θέλειν; Οὐδαμῶς, ἀλλὰ καὶ προμνηστρίας ἐπιζητεῖ, καὶ φίλους ἀξιοῖ συναγρυπνῆσαι, καὶ χρήματα συνάγει. Πάλιν ὁ ἔμπορος οὐκ οἴκοι καθήμενος ἀρκεῖται τῷ θελῆσαι, ἀλλὰ καὶ πλοῖον μισθοῦται, καὶ ναύτας καὶ κωπηλάτας καταλέγει, καὶ ἀργύριον δανείζεται, καὶ χώραν περιεργάζεται καὶ ὠνίων τιμάς. Πῶς οὖν οὐκ ἄτοπον εἰς μὲν τὰ τῆς γῆς τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, τὸν δὲ οὐρανὸν ἐμπορεύεσθαι μέλλοντας τῷ θέλειν ἀρκεῖσθαι μόνον; μᾶλλον δὲ μηδὲ τοῦτο μετὰ τῆς προσηκούσης ἐπιδείκνυσθαι σπουδῆς; Ὁ γὰρ θέλων ὡς δεῖ, καὶ τῶν πραγμάτων ἅπτεται τῶν ἐπὶ τοῦτο ἀγόντων ὃ θέλει Καὶ γὰρ ἐπειδὰν τὸ πεινῆσαι καταναγκάζῃ τραφῆναι, οὐ περιμένεις αὐτόματα τὰ σιτία πρὸς σὲ ἐλθεῖν, ἀλλὰ πάντα ποιεῖς ὑπὲρ τοῦ τὴν τροφὴν συναγαγεῖν· καὶ ἐπὶ τοῦ διψῇν καὶ ἐπὶ τοῦ ῥιγοῦν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁμοίως ἐνεργὸς εἶ καὶ παρατεταγμένος πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς βασιλείας ποίει, καὶ πάντως αὐτῆς ἐπιτεύξῃ. Διὰ τοῦτο γάρ σε αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ ὕστερον ἐγκαλῇς τῷ Θεῷ ὡς ἀνάγκῃ δεθείς. Σὺ δὲ ὑπὲρ ὧν τιμῆς ἀπέλαυσας, ὑπὲρ τούτων ἀγανακτεῖς; Καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων· Διὰ τί γάρ με κύριον ἐποίησεν ἀρετῆς; Ἀλλὰ πῶς ἔδει κοιμώμενον καὶ νυστάζοντα καὶ τῆς κακίας ἐφιέμενον καὶ τρυφῶντα καὶ γαστριζόμενον ἐπὶ τὸν οὐρανὸν ἀναγαγεῖν; Ἀλλ' οὐκ ἂν ἀπέστης κακίας. Εἰ γὰρ νῦν, ἀπειλῆς κειμένης, οὐδὲ οὕτως ἀφίστασαι τῆς πονηρίας· εἰ καὶ τὸν οὐρανόν σοι προσέθηκεν ἔπαθλον, πότε ἂν ἐπαύσω γενόμενος ῥᾳθυμότερος καὶ χείρων πολλῷ; Οὐδὲ γὰρ ἐκεῖνο ἕξεις εἰπεῖν, ὅτι Ἔδειξε μὲν τὰ ἀγαθὰ, οὐκ ἐβοήθησε δέ· καὶ γὰρ πολλὴν ὑπισχνεῖταί σοι τὴν συμμαχίαν. Ἀλλ' ἡ μὲν ἀρετὴ, φησὶν, ἐπαχθὴς καὶ φορτικὴ, τῇ δὲ κακίᾳ ἡδονὴ συγκέκραται πολλή· καὶ ἡ μὲν ἔστι πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη. Ἆρα διόλου, εἰπέ μοι, ἢ ἀπὸ τῆς ἀρχῆς ἀμφότεραι τοιαῦται; Καὶ γὰρ καὶ ἄκων ὑπὲρ τῆς ἀρετῆς λέγεις ταῦτα ἃ λέγεις· οὕτως ἰσχυρὸν ἡ ἀλήθεια. Καὶ γὰρ εἰ δύο ἦσαν ὁδοὶ, ἡ μὲν ἐπὶ κάμινον, ἡ δὲ ἐπὶ παράδεισον φέρουσα, καὶ ἡ μὲν ἦν πλατεῖα ἡ ἐπὶ τὴν κάμινον, ἡ δὲ στενὴ ἡ ἐπὶ τὸν παράδεισον, ποίαν ἂν εἵλου μᾶλλον ὁδόν; Κἂν γὰρ νῦν φιλονεικῶν ἀντείπῃς, ἀλλὰ τοῖς σφόδρα ὡμολογημένοις, κἂν σφόδρα ἀναισχυντῇς, ἀντειπεῖν οὐ δυνήσῃ. Ὅτι μὲν γὰρ αὕτη μᾶλλόν ἐστιν αἱρετὴ ἡ τὴν ἀρχὴν ἔχουσα χαλεπὴν, ἀλλὰ μὴ τὸ τέλος, ἀπὸ τῶν ἐν χερσὶν ὑμᾶς διδάξαι πειράσομαι. Καὶ, εἰ βούλεσθε, τὰς τέχνας μεταχειρίσωμεν πρῶτον· αὗται γὰρ τὴν μὲν ἀρχὴν πόνου γέμουσαν ἔχουσι, τὸ δὲ τέλος ἐπικερδές. Ἀλλ' οὐδεὶς, φησὶν, ἥψατο τέχνης μὴ τὸν ἀναγκάζοντα ἔχων. Ἐπειδὰν γὰρ ᾖ κύριος ἑαυτοῦ, φησὶν, ὁ νέος, μᾶλλον αἱρήσεται τρυφᾷν ἐν ἀρχῇ, καὶ πρὸς τῷ τέλει μυρία παθεῖν τὰ κακὰ, ἢ ταλαιπωρεῖσθαι ἐν προοιμίοις, καὶ καρποῦσθαι μετὰ ταῦτα ἐκ τῶν πόνων ἐκείνων. Οὐκοῦν τὸ τοιαῦτα αἱρεῖσθαι, ὀρφανικῆς ἐστι διανοίας καὶ παιδικῆς ῥᾳθυμίας· τὸ δὲ, τὰ ἐναντία, συνέσεως καὶ ἀνδρείας. Οὕτω τοίνυν καὶ ἡμεῖς, εἰ μὴ ἦμεν παῖδες τὸν νοῦν, οὐκ ἂν ἐκείνῳ τῷ ὀρφανῷ καὶ ἀνοήτῳ, ἀλλὰ τῷ πατέρα ἔχοντι ἐξωμοιώθημεν ἄν. Δεῖ τοίνυν τὴν παιδικὴν ἐκβαλεῖν διάνοιαν, ἀλλὰ μὴ τὰ πράγματα αἰτιᾶσθαι· καὶ τὸν ἡνίοχον ἐπιστῆσαι τῇ συνειδήσει, ὃς οὐκ ἐάσει γαστρίζεσθαι, ἀλλὰ τρέχειν καὶ ἀγωνίζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστόν· ἡμᾶς δὲ αὐτοὺς ἀπεναντίας ἐπὶ τῶν πνευματικῶν διακεῖσθαι πραγμάτων; καίτοι γε οὐδὲ ἐπὶ τῶν βιωτικῶν πάντως δῆλον ὅτι χρηστὸν ἔσται τὸ τέλος. Καὶ γὰρ ἄωρος θάνατος καὶ πενία καὶ συκοφαντία καὶ μεταβολὴ πραγμάτων, καὶ πολλὰ ἕτερα τοιαῦτα, μετὰ τοὺς πολλοὺς πόνους τῶν καρπῶν ἀποστερηθῆναι ἐποίησε. Κἂν ἐπιτύχωσι δὲ οἱ μετιόντες, οὐδὲν μέγα καρπώσονται· τῷ γὰρ παρόντι βίῳ πάντα συγκαταλύεται ἐκεῖνα. Ἐνταῦθα δὲ οὐδὲ ὑπὲρ τοιούτων τρέχομεν ψυχρῶν καὶ ἐπικήρων, οὔτε δεδοίκαμεν ὑπὲρ τοῦ τέλους, ἀλλὰ καὶ μείζων καὶ ἀσφαλεστέρα ἡ ἐλπὶς μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Τίς οὖν ἔσται συγγνώμη; τίς δὲ ἀπολογία μὴ βουλομένοις ἀποδύεσθαι πρὸς τοὺς ὑπὲρ ἀρετῆς πόνους; Ἀλλ' ἐρωτῶσιν ἔτι· Διὰ τί στενὴ ἡ ὁδός; Καὶ εἰς μὲν βασίλεια τὰ ἐπίγεια τῶν πόρνων καὶ τῶν μεθυόντων καὶ τῶν λάγνων οὐκ ἀξιοῖς εἰσιέναι τινά· εἰς δὲ τὸν οὐρανὸν αὐτὸν μετὰ ἀδείας καὶ τρυφῆς καὶ μέθης καὶ πλεονεξίας καὶ κακίας ἁπάσης τοὺς ἀνθρώπους εἰσάγεσθαι ἀξιοῖς; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια;