Ancient Greek
Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-12
Not analysed yet
Ἀλλ' οὐ τοῦτο, φησὶ, λέγω, ἀλλὰ διὰ τί μὴ εὐρύχωρος ἦν ἡ ἀρετή. Καὶ μὴν ἐὰν θέλωμεν, καὶ σφόδρα ἐστὶν εὔκολος· Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τὸ διορύξαι τοῖχον, καὶ λαβόντα τὰ ἑτέρων ὕστερον εἰς δεσμωτήριον ἐμπεσεῖν, ἢ τοῖς οὖσιν ἀρκούμενον παντὸς ἀπηλλάχθαι φόβου; Καίτοι γε οὐ τὸ πᾶν εἶπον. Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τὰ πάντων ὑφελόμενον καὶ ὀλίγοις ἐντρυφήσαντα χρόνον βραχὺν, στρεβλοῦσθαι καὶ μαστίζεσθαι ἀθάνατα, ἢ ἐν πενίᾳ ζήσαντα δικαίᾳ βραχὺν καιρὸν, διηνεκῶς τρυφᾷν ὕστερον; μήπω γὰρ τί λυσιτελέστερον ἐξετάσωμεν, ἀλλὰ τέως τί εὐκολώτερον. Τί δὲ ἥδιον, ὄναρ ἰδεῖν χρηστὸν καὶ ἐν ἀληθείᾳ κολάζεσθαι, ἢ χαλεπὸν ὄναρ ἰδόντα ἐν ἀληθείᾳ τρυφᾷν; οὐκ εὔδηλον ὅτι τοῦτο; Πῶς οὖν, εἰπέ μοι, τραχεῖαν καλεῖς τὴν ἀρετήν; Τραχεῖα γάρ ἐστι πρὸς τὴν ὀλιγωρίαν ἐξεταζομένη τὴν ἡμετέραν· ἐπεὶ ὅτι γε ῥᾳδία καὶ εὔκολος, ἄκουσον τί φησιν ὁ Χριστός· Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν. Εἰ δὲ οὐκ αἰσθάνῃ τῆς κουφότητος, δῆλον ὅτι προθυμίαν ἐῤῥωμένην οὐκ ἔχεις. Ὥσπερ γὰρ ταύτης οὔσης καὶ τὰ βαρέα κοῦφα, οὕτως οὐκ οὔσης καὶ τὰ κοῦφα βαρέα. Τί γὰρ, εἰπέ μοι, τῆς τοῦ μάννα τραπέζης ἥδιον καὶ ἀπονώτερον; Ἀλλ' ἐδυσχέραινον οἱ Ἰουδαῖοι τοιαύτης ἀπολαύοντες τρυφῆς. Τί λιμοῦ πικρότερον, καὶ τῶν ἄλλων τῶν ἐπιμόχθων ὧν ὑπέμεινε Παῦλος; Ἀλλ' ἐσκίρτα καὶ ἔχαιρε καὶ ἔλεγε· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου. Τί οὖν τὸ αἴτιον; Ἡ τῆς γνώμης διαφορά. Ἂν τοίνυν ταύτην, οἵαν εἶναι χρὴ, κατασκευάσῃς, ὄψει τὴν εὐκολίαν τῆς ἀρετῆς. Τί οὖν, ἀπὸ τῆς γνώμης τῶν μετιόντων τοιαύτη γίνεται, φησίν; Οὐκ ἀπὸ τῆς γνώμης μόνον, ἀλλὰ καὶ φύσει τοιαύτη τίς ἐστι. Καὶ γὰρ εἰ μὲν διόλου ἐπίπονος ἦν ἐκείνη, καὶ αὕτη διόλου τὸ ἐναντίον, εἰκότως ἄν τις τῶν ἀναπεπτωκότων εἶπε ταύτην εὐκολωτέραν ἐκείνης· εἰ δὲ ἀρχὴν ἔχουσιν ἡ μὲν χαλεπὴν, ἡ δὲ ἡδεῖαν, τὰ δὲ τέλη πάλιν ἀπεναντίας αὐταῖς, ἄπειρα δὲ τὰ τέλη, τῆς μὲν τὸ ἡδὺ, τῆς δὲ τὸ βαρὺ, ποίαν, εἰπέ μοι, εὐκολώτερον ἑλέσθαι; Τί οὖν οὐχ αἱροῦνται πολλοὶ τὸ εὔκολον; Ὅτι οἱ μὲν ἀπιστοῦσιν, οἱ δὲ καὶ πιστεύοντες, διεφθαρμένην τὴν γνώμην ἔχουσι, καὶ ἕλοιντ' ἂν τὴν πρόσκαιρον ἡδονὴν ἀντὶ τῆς αἰωνίας. Οὐκοῦν τοῦτο εὔκολον; Οὐκ εὔκολον, ἀλλ' ἀσθενοῦς ψυχῆς τοῦτο. Καὶ καθάπερ οἱ πυρέττοντες, οὐκ ἐπειδὴ ἥδιον τὸ πρὸς βραχὺ τρυφᾷν τοῦ διόλου καίεσθαι, διὰ τοῦτο ψυχροποσίας ἐρῶσιν, ἀλλ' ἐπειδὴ κατασχεῖν οὐκ ἀνέχονται τῆς ἐπιθυμίας τῆς ἀτόπου· οὕτω καὶ οὗτοι· ὡς εἴ γε ἐπὶ τὴν κόλασίν τις αὐτοὺς ἔφερεν ὁμοῦ μετὰ τῆς ἡδονῆς, οὐκ ἄν ποτε ταύτην εἵλοντο. Εἶδες πῶς οὐκ εὔκολον ἡ κακία; Εἰ δὲ βούλει, καὶ ἐπ' αὐτῶν τῶν πραγμάτων ἐξετάσωμεν τὸ αὐτὸ τοῦτο πάλιν. Τί γὰρ ἥδιον, εἰπέ μοι, καὶ εὐκολώτερον; Ἀλλὰ μὴ πάλιν ἀπὸ τῆς ἐπιθυμίας τῶν πολλῶν τὰ πράγματα κρίνωμεν· οὐδὲ γὰρ ἀπὸ τῶν νοσούντων, ἀλλ' ἀπὸ τῶν ὑγιαινόντων ψηφίζεσθαι χρή. Οὐδὲ γὰρ, ἂν μυρίους μοι δείξῃς πυρέττοντας καὶ τὰ ἐναντία τῇ ὑγείᾳ ζητοῦντας, καὶ αἱρουμένους μετὰ ταῦτα κολάζεσθαι, ἀποδέξομαι τὴν αἵρεσιν ταύτην. Τί τοίνυν εὐκολώτερον, εἰπέ μοι, ἐφίεσθαι πολλῶν χρημάτων, ἢ μείζονα εἶναι τῆς ἐπιθυμίας ταύτης; Ἐμοὶ μὲν γὰρ τοῦτο δοκεῖ· εἰ δὲ αὐτὸς ἀπιστεῖς, ἐπ' αὐτὰ τὰ πράγματα τὸν λόγον ἀγάγωμεν. Καὶ ἔστω ὁ μὲν πολλῶν ἐφιέμενος, ὁ δὲ μηδενός· τί τοίνυν κρεῖττον, εἰπέ μοι, καὶ τί σεμνότερον;