Ancient Greek
Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-16
Not analysed yet
Σὺ τοίνυν ὁ μέλλων κρίνειν ἐκείνους τότε, πῶς ὑπ' ἐκείνων ἀνέχῃ κρίνεσθαι νῦν; Κρινοῦσι δὲ οὐχὶ αὐτοὶ καθήμενοι καὶ λόγον ἀπαιτοῦντες, ἀλλὰ κατακρινοῦσι. Τοῦτο γοῦν δηλῶν ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; Οὐ γὰρ εἶπεν, Ὑφ' ὑμῶν, ἀλλ', Ἐν ὑμῖν· ὥσπερ ὅταν λέγῃ· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· καὶ, Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Ὅταν γὰρ τὸν αὐτὸν ἥλιον ὁρῶντες, καὶ τῶν αὐτῶν μετέχοντες πάντων, ἡμεῖς μὲν εὑρεθῶμεν πιστεύσαντες, ἐκεῖνοι δὲ ἠπιστηκότες, οὐ δυνήσονται εἰς ἄγνοιαν καταφυγεῖν· κατηγορήσομεν γὰρ αὐτῶν ἡμεῖς δι' αὐτῶν, ὧν ἐπράξαμεν. Καὶ πολλὰ τοιαῦτα εὑρήσει τις ἐκεῖ κριτήρια. Εἶτα, ἵνα μὴ δόξῃ τις περὶ ἄλλων λέγειν, ὅρα πῶς κοινοποιεῖ τὸν λόγον· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; Αἰσχύνην ὑμῖν φέρει τὸ πρᾶγμα, φησὶ, καὶ ὄνειδος ἄφατον. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ τῶν ἔσω κρινομένους αἰσχύνεσθαι, τοὐναντίον μὲν οὖν ἐστιν αἰσχύνη, φησὶν, ὅταν ὑπὸ τῶν ἔξω κρίνεσθε· ἐκεῖνα γάρ ἐστιν ἐλάχιστα τὰ κριτήρια, οὐ ταῦτα. Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; Τινὲς ἐνταῦθά φασι τοὺς ἱερέας αἰνίττεσθαι· ἀλλ' ἄπαγε· περὶ γὰρ δαιμόνων ὁ λόγος αὐτῷ. Εἰ γὰρ περὶ ἱερέων ἔλεγε διεφθαρμένων, ᾐνίξατο ἂν αὐτοὺς ἄνω εἰπὼν, ὅτι Ἐν ὑμῖν κρίνεται ὁ κόσμος· οἶδε γὰρ κόσμον καὶ τοὺς πονηροὺς ἀνθρώπους καλεῖν ἡ Γραφή· καὶ οὐκ ἂν ἐκ δευτέρου τὸ αὐτὸ εἶπεν, οὐδ' ἂν ὡς μεῖζόν τι λέγων ὕστερον αὐτὸ τέθεικεν. Ἀλλὰ περὶ ἐκείνων λέγει τῶν ἀγγέλων, περὶ ὧν φησιν ὁ Χριστός· Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ὁ Παῦλος, ὅτι Οἱ ἄγγελοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Ὅταν γὰρ αἱ ἀσώματοι δυνάμεις αὗται ἔλαττον ἡμῶν εὑρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβλημένων, χαλεπωτέραν δώσουσι δίκην. Εἰ δὲ ἔτι φιλονεικοῖέν τινες ἱερέας λέγειν αὐτὸν, ἐρόμεθα ποίους ἱερέας; Τοὺς βιωτικῶς περιπατήσαντας πάντως. Πῶς οὖν φησιν, Ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικὰ, πρὸς ἀντιδιαστολὴν τῶν βιωτικῶν τιθεὶς τοὺς ἀγγέλους; Εἰκότως, ἅτε τῆς τούτων χρείας ἐκτὸς γενομένους διὰ τὴν τῆς φύσεως ὑπεροχήν. Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ Ἐκκλησίᾳ, τούτους καθίζετε. Μεθ' ὑπερβολῆς ἡμᾶς διδάξαι βουλόμενος, ὅτι, οὐδ' ἂν ὁτιοῦν ᾖ, τοῖς ἔξωθεν ἑαυτοὺς διδόναι χρὴ, τὴν δοκοῦσαν εἶναι ἀντίθεσιν κινήσας, προηγουμένως ταύτην ἔλυσεν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἐρεῖ τις, ὅτι οὐδεὶς ἐν ὑμῖν σοφὸς οὐδὲ ἱκανὸς διακρῖναι, ἀλλ' εὐκαταφρόνητοι πάντες. Καὶ τί τοῦτο; Κἂν γὰρ μηδεὶς ᾖ σοφὸς, φησὶ, τοῖς ἐλαχίστοις ἐπιτρέπετε. Τοῦτο δὲ πρὸς ἐντροπὴν ὑμῖν λέγω. Ἐλέγχοντός ἐστι τὴν τούτων ἀντίθεσιν, ὡς σκῆψιν οὖσαν περιττήν· διὸ καὶ ἐπήγαγεν· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; Τοσαύτη, φησὶν, ἀπορία; τοσαύτη σπάνις ἀνδρῶν συνετῶν παρ' ὑμῖν· Καὶ ἡ ἐπαγωγὴ δὲ μείζονα τὴν πληγὴν ἔχει εἰπὼν γὰρ, Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; ἐπήγαγεν· Ὃς δυνήσηται διακρῖναι μεταξὺ τοῦ ἀδελφοῦ αὐτοῦ; Ὅταν γὰρ ἀδελφὸς δικάζηται μετὰ ἀδελφοῦ, οὐδὲ πολλῆς δεῖ τῆς συνέσεως καὶ τῆς δεινότητος τῷ μεσιτεύοντι τῇ δίκῃ, τῆς διαθέσεως καὶ τῆς συγγενείας πολλὰ συμπραττούσης πρὸς τὴν λύσιν τῆς τοιαύτης φιλονεικίας. Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. Εἶδες πῶς ἐν ἀρχῇ μὲν χρησίμως διέβαλε τοὺς δικάζοντας, ἀδίκους καλέσας· ἐνταῦθα δὲ ἐντρεπτικῶς, ἀπίστους εἰπών; Καὶ γὰρ σφόδρα αἰσχρὸν, εἰ μηδὲ ἀδελφοῖς δυνατὸν γενέσθαι καταλλαγῆς αἴτιον τὸν ἱερέα, ἀλλ' ἀνάγκη πρὸς τοὺς ἔξω τρέχειν. Ὥστε εἰπὼν, Τοὺς ἐξουθενημένους, οὐ τοῦτο εἶπε προηγουμένως, ὅτι τοὺς ἀπεῤῥιμμένους δεῖ καθίζειν, ἀλλὰ καθαπτόμενος αὐτῶν. Ὅτι γὰρ τοῖς δυναμένοις διακρίνειν ἐπιτρέπειν χρὴ, ἐδήλωσεν εἰπών· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; καὶ ἐκ περιουσίας ἐπιστομίζων καὶ λέγων, ὅτι εἰ καὶ μηδεὶς ἦν σοφὸς ἐν ὑμῖν, τοῖς ἀσυνέτοις ἐπιτρέπειν ἐχρῆν μᾶλλον τὴν ἀκρόασιν, ἢ τοὺς ἔξωθεν δικάζειν. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν οἰκίᾳ μὲν γινομένης μάχης, μηδένα τῶν ἔξωθεν καλεῖν, ἀλλ' αἰσχύνεσθαι εἰ διαδοθείη πρὸς τοὺς ἔξω τὰ ἔνδον γινόμενα· ἔνθα δὲ Ἐκκλησία, τῶν ἀποῤῥήτων μυστηρίων ὁ θησαυρὸς, πάντα ἐκφέρεσθαι ἔξω; Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. Διπλοῦν τὸ ἔγκλημα, ὅτι κρίνεται, καὶ ἐπὶ ἀπίστων. Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἁμάρτημα τὸ πρὸς ἀδελφὸν κρίνεσθαι, τὸ καὶ ἐπὶ ἐξωτικῶν ποίαν ἔχει συγγνώμην; Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν. Εἶδες ποῦ αὐτὸ ἐτήρησε, καὶ πῶς εὐκαίρως αὐτὸ ἀνεῖλεν; Οὔπω γὰρ λέγω, φησὶ, τὶς ἀδικεῖ, ἢ τὶς ἀδικεῖται· τέως αὐτῷ τῷ κρίνεσθαι ἑκάτερος διαβέβληται, καὶ οὐδὲν ἕτερος ἑτέρου βελτίων κατὰ τοῦτο.