Ancient Greek
Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-14
Not analysed yet
Εἰ δὲ δικαίως ἢ ἀδίκως κρίνεται, ἑτέρου λόγου τοῦτο. Μὴ τοίνυν λέγε· Τὶς ἠδίκησεν· ἐντεῦθεν γὰρ ἤδη σε κατακρίνω ἀπὸ τοῦ δικάζεσθαι. Εἰ δὲ τὸ μὴ δύνασθαι φέρειν ἀδικοῦντα, ἔγκλημα, τὸ καὶ ἀδικεῖν πόσης κατηγορίας ἄξιον; Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλ' αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Πάλιν διπλοῦν τὸ ἔγκλημα, τάχα δὲ καὶ τριπλοῦν καὶ τετραπλάσιον. Ἓν μὲν, τὸ μὴ εἰδέναι ἀδικούμενον φέρειν· δεύτερον δὲ, τὸ καὶ ἀδικεῖν· τρίτον, τὸ καὶ τοῖς ἀδίκοις ἐπιτρέπειν περὶ τούτων· τέταρτον, τὸ καὶ ἀδελφόν. Οὐδὲ γὰρ ὁμοίως τὰ ἁμαρτήματα κρίνεται, ὅταν εἰς τὸν τυχόντα καὶ εἰς τὸ οἰκεῖον γίνηται μέλος. Ἀπὸ γὰρ πλείονος ἰταμότητος τολμᾶται τοῦτο· κἀκεῖ μὲν ἡ φύσις τοῦ πράγματος καταπεπάτηται μόνη, ἐνταῦθα δὲ καὶ ἡ τοῦ προσώπου ποιότης. Ἐντρέψας τοίνυν ἀπὸ τῶν κοινῶν λογισμῶν, καὶ πρὸ τούτων ἀπὸ τῶν κειμένων ἐπάθλων, εἰς ἀπειλὴν κατακλείει τὴν παραίνεσιν, ἰσχυρότερον ποιῶν τὸν λόγον, καὶ οὕτω λέγων· Οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι. Τί λέγεις; περὶ πλεονεκτῶν διαλεγόμενος, τοσοῦτον ὄχλον ἐπήγαγες ἡμῖν παρανόμων ἀνθρώπων; Ναὶ, φησίν· ἀλλ' οὐ συγχέων τὸν λόγον τοῦτο ποιῶ, ἀλλὰ καὶ τάξει προβαίνων. Ὥσπερ γὰρ περὶ τῶν πόρνων διαλεγόμενος, μέμνηται πάντων ὁμοῦ, οὕτω πάλιν τοῦ πλεονέκτου μνησθεὶς, πάντας εἰς μέσον ἄγει, πρὸς τοὺς ἐλέγχους συνεθίζων τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς. Τὸ γὰρ ἐν ταῖς τῶν ἑτέρων μνήμαις συνεχῶς ἀκούειν τὴν κειμένην κόλασιν αὐτοῖς, εὐπαράδεκτον ποιεῖ τὸν ἔλεγχον, ἐπειδὰν τοῖς οἰκείοις αὐτῶν ἁμαρτήμασιν ἐπαποδύηται. Οὐδὲ γὰρ ὡς συνειδὼς ἐνταῦθα αὐτοῖς ταῦτα, οὐδὲ ὡς ἐλέγχων ποιεῖται τὴν ἀπειλήν· ὃ μάλιστα καὶ ἱκανόν ἐστι κατασχεῖν τὸν ἀκροατὴν, καὶ μὴ ἀφεῖναι ἀποπηδῆσαι, ὅταν μὴ πρὸς αὐτὸν ὁ λόγος ἀποτείνηται, ἀλλ' ἀδιορίστως λεγόμενος, λανθανόντως αὐτοῦ πλήττῃ τὸ συνειδός. Μὴ πλανᾶσθε. Ἐνταῦθα αἰνίττεταί τινας λέγοντας, ὅπερ καὶ νῦν λέγουσιν οἱ πολλοὶ, ὅτι Φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ ἀγαθὸς, οὐκ ἐπεξέρχεται τοῖς πλημμελήμασι· μὴ δὴ φοβηθῶμεν· οὐδένα γὰρ ἐπ' οὐδενὶ δίκην ἀπαιτήσει ποτέ. Καὶ τούτων ἕνεκέν φησιν· Μὴ πλανᾶσθε. Πλάνης γάρ ἐστιν ἐσχάτης καὶ ἀπάτης, ἐλπίσαντα χρηστὰ τῶν ἐναντίων ἐπιτυχεῖν, καὶ ταῦτα περὶ Θεοῦ ὑποπτεύειν, ἃ μηδὲ περὶ ἀνθρώπου τις ἐννοήσειε. Διό φησιν ὁ προφήτης ἐκ προσώπου αὐτοῦ· Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνομίας σου· καὶ ὁ Παῦλος ἐνταῦθα, Μὴ πλανᾶσθε· οὔτε πόρνοι (τὸν ἤδη καταδικασθέντα πρῶτον τίθησιν), οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε μέθυσοι, οὔτε λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσι. Πολλοὶ τούτου ἐπελάβοντο τοῦ χωρίου, ὡς σφόδρα τραχέος, εἴ γε τὸν μέθυσον καὶ λοίδορον μετὰ τοῦ μοιχοῦ καὶ τοῦ ἡταιρηκότος καὶ τοῦ ἀρσενοκοίτου τίθησι· καίτοι γε οὐκ ἴσα τὰ ἐγκλήματα, πῶς οὖν τὰ τῆς κολάσεως ἴσα; Τί οὖν ἐροῦμεν; Ὅτι μάλιστα μὲν οὖν οὐ μικρὸν τὸ τῆς μέθης καὶ τὸ τῆς λοιδορίας, ἐπεὶ καὶ ὁ Χριστὸς τὸν μωρὸν καλέσαντα τὸν ἀδελφὸν τῇ γεέννῃ παρέδωκε. Πολλάκις γὰρ ἐντεῦθεν ἐτέχθη θάνατος· καὶ ὁ τῶν Ἰουδαίων δὲ δῆμος τὰ χαλεπώτατα ἐκ τῆς μέθης ἐξήμαρτεν ἁμαρτήματα· ἔπειτα, ὅτι οὐ περὶ κολάσεως ὁ λόγος αὐτῷ τέως, ἀλλὰ περὶ ἐκπτώσεως βασιλείας. Τῆς μὲν οὖν βασιλείας ὁμοίως καὶ οὗτος καὶ ἐκεῖνος ἐκπίπτουσιν· εἰ δέ τινα ἐν τῇ γεέννῃ διαφορὰν ἕξουσιν, οὐ τοῦ παρόντος καιροῦ ζητεῖν· οὐ γὰρ περὶ τούτου πρόκειται νῦν ἡμῖν. Καὶ ταῦτά τινες ἦτε· ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε. Σφόδρα ἐντρεπτικῶς ἐπήγαγε λέγων· Ἐννοήσατε ἡλίκων ὑμᾶς ἐξείλετο κακῶν ὁ Θεὸς, ὅσην ὑμῖν φιλανθρωπίας παρέσχετο πεῖραν καὶ ἀπόδειξιν· καὶ οὐδὲ μέχρι τῆς ἀπαλλαγῆς τὴν ἀντίδοσιν ἔδωκεν, ἀλλ' ἐπὶ πολὺ τὴν εὐεργεσίαν προήγαγε· καὶ γὰρ καθαρὸν ἐποίησεν. Ἆρ' οὖν τοῦτο μόνον; Οὐδαμῶς, ἀλλὰ καὶ ἡγίασεν· ἀλλ' οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ ἐδικαίωσε. Καίτοι γε καὶ τὸ τῶν ἁμαρτημάτων ἀπαλλαγῆναι, δωρεὰ μεγάλη· νυνὶ δέ σε καὶ μυρίων ἐνέπλησεν ἀγαθῶν. Καὶ τοῦτο γέγονεν Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὐκ ἐν τῷδε καὶ τῷδε, ἀλλὰ Καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὸ μέγεθος τῆς γεγενημένης εὐεργεσίας ἐννοοῦντες, μένωμεν σωφρόνως βιοῦντες, τῶν τε ἀπηριθμημένων καθαρεύοντες ἁπάντων, καὶ τὰ δικαστήρια φεύγωμεν τὰ ἐν ἀγοραῖς ταῖς ἔξω, καὶ τὴν εὐγένειαν, ἣν ὁ Θεὸς ἡμῖν ἐχαρίσατο, ταύτην διαφυλάξωμεν. Ἐννόησον γὰρ ἡλίκης ἐστὶν αἰσχύνης καθέζεσθαι Ἕλληνά σοι δίκαια νέμοντα.