Ancient Greek
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-38
Not analysed yet
Καὶ πολλὰ δὲ ἕτερα, ἵνα μὴ πάντα καθ' ἓν λέγωμεν, τὰ μὲν διὰ ῥημάτων, τὰ δὲ διὰ τύπων ἔστιν ἐν αὐταῖς κείμενα ἰδεῖν δηλοῦντα τῆς σαρκὸς τὴν σφαγήν· καὶ ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἐσφάγη. Ὑπὲρ γὰρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου, φησὶν, ἥκει εἰς θάνατον· καὶ, Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ, Ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν. Εἰ δὲ οὐκ ἀνέχῃ τῆς Παλαιᾶς, ἄκουσον Ἰωάννου βοῶντος, καὶ ἀμφότερα δηλοῦντος, καὶ τὴν τοῦ σώματος σφαγὴν καὶ τὴν αἰτίαν· Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ Παύλου λέγοντος, Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ· καὶ πάλιν, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ πάλιν, Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισε θριαμβεύσας· καὶ μυρία ἕτερα πλείονα δηλοῦντα τὰ κατὰ τὴν σφαγὴν τοῦ σώματος γενόμενα, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ γὰρ αὐτός φησιν· Ὑπὲρ ὑμῶν ἁγιάζω ἐμαυτόν· καὶ, Ὁ ἄρχων τοῦ κόσμου τούτου κατακέκριται νῦν, δηλῶν ὅτι οὐκ ἔχων ἁμαρτίαν ἐσφάγη. Καὶ ὅτι ἐτάφη. Καὶ τοῦτο δὲ τῶν προτέρων κατασκευαστικόν· τὸ γὰρ θαπτόμενον, πάντως σῶμά ἐστι. Καὶ ἐνταῦθα οὐκέτι προστίθησι, Κατὰ τὰς Γραφάς· εἶχε μὲν γὰρ, πλὴν οὐ προστίθησι. Τίνος ἕνεκεν; Ἢ ὅτι ὁ τάφος ἅπασι δῆλος καὶ τότε καὶ νῦν· ἢ ὅτι κατὰ κοινοῦ κεῖται τὸ, Κατὰ τὰς Γραφάς. Τίνος οὖν ἕνεκεν ἐνταῦθα προστίθησι τὸ, Κατὰ τὰς Γραφάς; Καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ οὐκ ἀρκεῖται τῷ προτέρῳ τῷ κατὰ κοινοῦ εἰρημένῳ; Ὅτι καὶ τοῦτο τοῖς πολλοῖς ἄδηλον ἦν· διὸ κἀνταῦθα τὰς Γραφὰς παράγει ἐμπνευσθεὶς, τοῦτο ἐννοήσας τὸ σοφὸν καὶ θεῖον νόημα. Πῶς οὖν καὶ ἐπὶ τοῦ θανάτου οὐ τὸ αὐτὸ ποιεῖ; Ὅτι κἀκεῖ ὁ μὲν σταυρὸς πᾶσι κατάδηλος ἦν καὶ πάντων ὁρώντων ἀνεσκολοπίζετο· ἡ δὲ αἰτία, οὐκέτι ὁμοίως. Ὅτι μὲν γὰρ ἀπέθανε, πάντες ᾔδεσαν· ὅτι δὲ ὑπὲρ τῶν ἁμαρτιῶν τῆς οἰκουμένης τοῦτο ἔπαθεν, οὐκέτι ὁμοίως ἠπίσταντο οἱ πολλοί. Διὸ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν παράγει. Ἀλλὰ τοῦτο μὲν ἱκανῶς ἀποδέδεικται διὰ τῶν εἰρημένων ἡμῖν· ποῦ δὲ ὅτι ἐτάφη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται εἰρήκασιν αἱ Γραφαί; Διὰ τοῦ κατὰ τὸν Ἰωνᾶν τύπου, ὃν καὶ αὐτὸς παράγει λέγων· Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· καὶ διὰ τοῦ βάτου τοῦ ἐν τῇ ἐρήμῳ. Ὥσπερ γὰρ ἐκεῖνος ἐκαίετο, καὶ οὐ κατεκαίετο, οὕτω καὶ τὸ σῶμα ἐκεῖνο ἀπέθανε μὲν, οὐ κατεσχέθη δὲ ὑπὸ τοῦ θανάτου διηνεκῶς. Καὶ ὁ δράκων δὲ ὁ ἐπὶ τοῦ Δανιὴλ τοῦτο αἰνίττεται. Καθάπερ γὰρ ἐκεῖνος λαβὼν τὴν τροφὴν, ἣν ἔδωκεν ὁ προφήτης, μέσος ἐῤῥάγη· οὕτω καὶ ὁ ᾅδης, καταπιὼν τὸ σῶμα ἐκεῖνο, διεσχίσθη, τοῦ σώματος αὐτοῦ διατεμόντος αὐτῷ τὴν νηδὺν, καὶ ἀναστάντος. Εἰ δὲ καὶ διὰ ῥημάτων θέλεις ἀκοῦσαι ταῦτα, ἃ διὰ τῶν τύπων εἶδες, ἄκουσον τοῦ Ἡσαΐου λέγοντος, ὅτι Αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· καὶ, Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς· καὶ τοῦ Δαυῒδ πρὸ ἐκείνου Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Διὰ τοῦτό σε καὶ ὁ Παῦλος παραπέμπει εἰς τὰς Γραφὰς, ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἐγένετο. Πῶς γὰρ τοσούτων προφητῶν προδιαγραφόντων αὐτὰ καὶ ἀνακηρυττόντων, ὅτι οὐδαμοῦ ἡ Γραφὴ τὸν τῆς ἁμαρτίας θάνατον λέγει, τοῦ Δεσποτικοῦ μεμνημένη θανάτου, ἀλλὰ τὸν σωματικὸν, καὶ ταφὴν καὶ ἀνάστασιν τοιαύτην; Καὶ ὅτι ὤφθη Κηφᾷ. Εὐθέως τὸν πάντων ἀξιοπιστότερον τίθησιν. Ἔπειτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Ἐπειδὴ γὰρ τὴν ἀπὸ τῶν Γραφῶν ἀπόδειξιν εἶπε, προστίθησι καὶ τὴν διὰ τῶν πραγμάτων, μάρτυρας παράγων τῆς ἀναστάσεως μετὰ τοὺς προφήτας τοὺς ἀποστόλους καὶ ἑτέρους πιστοὺς ἀνθρώπους. Εἰ δὲ τὴν ἀνάστασιν ἐκείνην ἔλεγε τὴν τῆς ἁμαρτίας ἀπαλλαγὴν, περιττῶς ἔλεγεν, Ὤφθη τῷ δεῖνι καὶ τῷ δεῖνι. Τοῦτο γὰρ πιστουμένου τὴν τοῦ σώματος ἀνάστασίν ἐστιν, οὐχ ἁμαρτημάτων ἀπαλλαγὴν αἰνιττομένου.