Ancient Greek
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-35
Not analysed yet
Διὸ οὐδὲ ἅπαξ εἶπε τὸ, Ὤφθη, καίτοι γε ἤρκει κατὰ κοινοῦ θέντα τὴν λέξιν· νῦν δὲ καὶ δὶς καὶ τρὶς καὶ ἐφ' ἑκάστῳ σχεδὸν τῶν ἑωρακότων αὐτὴν τίθησιν. Ὤφθη γὰρ, φησὶ, Κηφᾷ, ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς, ὤφθη κἀμοί. Καὶ μὴν τὸ Εὐαγγέλιον τοὐναντίον λέγει, ὅτι τῇ Μαρίᾳ πρώτῃ. Ἀλλ' ἐν ἀνδράσι τούτῳ πρώτῳ, τῷ μάλιστα αὐτὸν ποθοῦντι ἰδεῖν. Ποίοις δὲ δώδεκα ἐνταῦθά φησιν ἀποστόλοις; μετὰ γὰρ τὴν ἀνάληψιν ὁ Ματθίας κατελέγη, οὐ μετὰ τὴν ἀνάστασιν εὐθέως. Ἀλλ' εἰκὸς αὐτὸν καὶ μετὰ τὴν ἀνάληψιν ὦφθαι. Αὐτὸς γοῦν οὗτος ὁ ἀπόστολος μετὰ τὴν ἀνάληψιν καὶ ἐκλήθη, καὶ εἶδεν αὐτόν. Διὰ τοῦτο οὐδὲ τὸν καιρὸν τίθησιν, ἀλλ' ἁπλῶς καὶ ἀδιορίστως καταλέγει τὰς ὄψεις· καὶ γὰρ εἰκὸς πολλὰς γεγενῆσθαι· διὸ καὶ ὁ Ἰωάννης ἔλεγε, Τρίτον τοῦτο ἐνεφάνισεν ἑαυτόν. Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς. Τινὲς τὸ, Ἐπάνω, ἄνω ἐκ τῶν οὐρανῶν εἶναί φασιν. Οὐ γὰρ ἐπὶ γῆς βαδίζων, ἀλλ' ἄνω, καὶ ὑπὲρ κεφαλῆς αὐτοῖς ὤφθη. Καὶ γὰρ οὐχὶ τὴν ἀνάστασιν πιστώσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τὴν ἀνάληψιν. Τινὲς δὲ λέγουσι τὸ, Ἐπάνω πεντακοσίοις, τοῖς πλείοσιν ἢ πεντακοσίοις. Ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι. Εἰ γὰρ καὶ παλαιὰ διηγοῦμαι πράγματα, φησὶν, ἀλλ' ἔχω μάρτυρας ἔτι ζῶντας. Τινὲς δὲ καὶ ἐκοιμήθησαν. Οὐκ εἶπεν, Ἀπέθανον, ἀλλ', Ἐκοιμήθησαν, καὶ ταύτῃ τῇ λέξει πάλιν τὴν ἀνάστασιν βεβαιῶν. Ἔπειτα ὤφθη Ἰακώβῳ. Ἐμοὶ δοκεῖ, τῷ ἀδελφῷ τῷ ἑαυτοῦ· αὐτὸς γὰρ αὐτὸν λέγεται κεχειροτονηκέναι, καὶ ἐπίσκοπον ἐν Ἱεροσολύμοις πεποιηκέναι πρῶτον. Εἶτα τοῖς ἀποστόλοις πᾶσιν. Ἦσαν γὰρ καὶ ἄλλοι ἀπόστολοι, ὡς οἱ ἑβδομήκοντα. Ἔσχατον δὲ πάν των, ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Τοῦτο μετριοφροσύνης μᾶλλόν ἐστι τὸ ῥῆμα. Οὐδὲ γὰρ ἐπειδὴ ἐλάχιστος ἦν, διὰ τοῦτο μετὰ τοὺς ἄλλους αὐτῷ ὤφθη· ἐπεὶ κἂν ἔσχατον ἐκάλεσε, πολλῶν τῶν πρὸ αὐτοῦ, μᾶλλον δὲ πάντων λαμπρότερος ὤφθη· καὶ οἱ πεντακόσιοι δὲ ἀδελφοὶ οὐ δήπου Ἰακώβου βελτίους ἦσαν, ἐπειδὴ πρὸ ἐκείνου αὐτοῖς ὤφθη. Καὶ διὰ τί οὐχ ὁμοῦ πᾶσιν ἑωρᾶτο; Ἵνα προκαταβάλῃ τῆς πίστεως τὰ σπέρματα. Ὁ γὰρ πρῶτος ἰδὼν καὶ ἀκριβῶς πληροφορηθεὶς, τοῖς ἄλλοις ἀπήγγελλεν· εἶτα ὁ λόγος προφθάνων, ἐν προσδοκίᾳ καθίστη τοῦ μεγάλου τούτου θαύματος τὸν ἀκούοντα, καὶ προωδοποίει τῇ τῆς ὄψεως πίστει. Διὰ τοῦτο οὔτε ὁμοῦ πᾶσιν ὤφθη, οὔτε ἐν ἀρχῇ πλείοσιν, ἀλλ' ἑνὶ μόνῳ πρῶτον, καὶ τούτῳ τῷ κορυφαίῳ πάντων καὶ πιστοτάτῳ. Καὶ γὰρ πιστοτάτης σφόδρα ἔδει ψυχῆς τῆς πρώτης δεχομένης ταύτην τὴν ὄψιν. Οἱ μὲν γὰρ μετὰ τὸ ἑτέρους ἰδεῖν καὶ ἀκοῦσαι, παρ' αὐτῶν βλέποντες, εἶχον οὐ μικρὰν συντελοῦσαν εἰς τὴν πίστιν αὐτοῖς τὴν ἐκείνων μαρτυρίαν, καὶ προπαρασκευάζουσαν αὐτῶν τὴν διάνοιαν· ὁ δὲ πρῶτος καταξιωθεὶς τοῦτον ἰδεῖν, πολλῆς, ὅπερ ἔφθην εἰπὼν, ἐδεῖτο τῆς πίστεως, ὥστε μὴ θορυβηθῆναι τῷ παραδόξῳ τῆς θέας. Διὰ τοῦτο Πέτρῳ φαίνεται πρῶτον. Ὁ γὰρ πρῶτος αὐτὸν ὁμολογήσας Χριστὸν, εἰκότως καὶ τὴν ἀνάστασιν ἠξιώθη πρῶτος ἰδεῖν. Οὐ διὰ τοῦτο δὲ φαίνεται πρώτῳ μόνῳ, ἀλλ', ἐπειδὴ καὶ ἀρνησάμενος ἦν, ἐκ περιουσίας αὐτὸν παρακαλῶν καὶ δεικνὺς ὅτι οὐκ ἀπέγνωσται, πρὸ τῶν ἄλλων καὶ τῆς ὄψεως αὐτὸν ταύτης κατηξίωσε, καὶ πρώτῳ τὰ πρόβατα ἐνεχείρισε. Διὰ τοῦτο καὶ γυναιξὶν ἐφάνη πρώταις. Ἐπειδὴ τὸ γένος ἠλάττωται τοῦτο, διὰ τοῦτο καὶ ἐν τῇ γεννήσει καὶ ἐν τῇ ἀναστάσει πρώτη αὐτὴ αἰσθάνεται τῆς χάριτος. Μετὰ δὲ Πέτρον καὶ διεσπαρμένως ἑκάστῳ φαίνεται, καὶ ποτὲ μὲν ἐλάττοσι, ποτὲ δὲ πλείοσιν, ἀλλήλων αὐτοὺς μάρτυρας καὶ διδασκάλους ἐν τούτῳ ποιῶν, καὶ τοὺς ἀποστόλους ἀξιοπίστους κατασκευάζων ἐν οἷς ἔλεγον· Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Τί βούλεται αὐτῷ ἐνταῦθα τῆς ταπεινοφροσύνης τὰ ῥήματα, ἢ ποῖον ἔχει καιρόν; Εἰ γὰρ ἀξιόπιστον ἑαυτὸν ἀποφῆναι βούλεται καὶ ἐγκαταλέξαι τοῖς μάρτυσι τῆς ἀναστάσεως, τοὐναντίον ἢ βούλεται ποιεῖ· ἐπᾶραι γὰρ ἑαυτὸν ἔδει καὶ δεῖξαι μέγαν ὄντα, ὃ πολλαχοῦ ποιεῖ καιροῦ καλοῦντος αὐτό. Διὰ τοῦτο γὰρ καὶ ἐνταῦθα μετριάζει, ἐπειδὴ τοῦτο μέλλει ποιεῖν· ἀλλ' οὐκ εὐθέως, ἀλλὰ μετὰ τῆς αὐτῷ πρεπούσης συνέσεως. Πρότερον γὰρ μετριάσας καὶ κατηγορίας ἑαυτοῦ συμφορήσας πολλὰς, τότε τὰ καθ' ἑαυτὸν σεμνύνει. Τί δήποτε; Ἵν', ὅταν τὸ μέγα καὶ ὑψηλὸν ἐκεῖνο περὶ ἑαυτοῦ φθέγξηται, τὸ, Περισσότερον πάντων ἐκοπίασα, εὐπαράδεκτος ὁ λόγος γένηται ταύτῃ, καὶ τῷ ὡς ἐξ ἀκολουθίας τινὸς, ἀλλὰ μὴ προηγουμένως εἰρῆσθαι. Διὰ τοῦτο καὶ Τιμοθέῳ γράφων, καὶ μέλλων λέγειν μεγάλα περὶ ἑαυτοῦ, πρότερον τὰ κατηγορήματα αὐτοῦ τίθησι. Καὶ γὰρ ὁ μὲν περὶ ἄλλων τι μέγα λέγων, ἀδεῶς φθέγγεται καὶ μετὰ παῤῥησίας· ὁ δὲ ἑαυτὸν ἀναγκαζόμενος ἐπαινεῖν, καὶ μάλιστα ὅταν καὶ μάρτυρα ἑαυτὸν καλῇ, αἰσχύνεται καὶ ἐρυθριᾷ· διὰ δὴ τοῦτο καὶ ὁ μακάριος οὗτος πρότερον ἑαυτὸν ταλανίζει, καὶ τότε τὸ μέγα ἐκεῖνο φθέγγεται. Ποιεῖ δὲ τοῦτο, τό τε ἐπαχθὲς τῆς περιαυτολογίας ὑποτεμνόμενος, καὶ τὰ μετὰ ταῦτα ῥηθησόμενα ἀξιόπιστα ἐντεῦθεν ποιῶν. Ὁ γὰρ μετὰ ἀληθείας τὰ ἐπονείδιστα θεὶς, καὶ μηδὲν αὐτῶν ἀποκρυψάμενος, οἷον ὅτι τὴν Ἐκκλησίαν ἐδίωξεν, ὅτι τὴν πίστιν ἐπόρθησε, καὶ τὰ σεμνὰ ἐντεῦθεν ἀνύποπτα ποιεῖ.