Ancient Greek
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-4
Not analysed yet
Πολλὴ τῶν εἰρημένων ἡ σύνεσις. Θέλει γὰρ εἰπεῖν, πῶς διὰ τῶν ἐναντίων ἐκράτησεν ὁ Θεὸς, καὶ πῶς οὐκ ἔστιν ἀνθρώπινον τὸ κήρυγμα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν εἴπωμεν, φησὶν, Ἰουδαίοις, Πιστεύσατε, λέγουσιν, Ἀναστήσατε νεκροὺς, ἰάσασθε δαιμονῶντας, δείξατε ἡμῖν σημεῖα. Ἡμεῖς δὲ ἀντὶ τούτων τί λέγομεν; Ὅτι ἐσταυρώθη καὶ ἀπέθανεν ὁ κηρυττόμενος. Τοῦτο δὲ ἱκανὸν οὐ μόνον τοὺς μὴ βουλομένους μὴ ἐφέλκεσθαι, ἀλλὰ καὶ τοὺς βουλομένους διακρούσασθαι· ἀλλ' ὅμως οὐ διακρούεται, ἀλλὰ ἐφέλκεται καὶ κρατεῖ καὶ περιγίνεται. Πάλιν Ἕλληνες ἀπαιτοῦσιν ἡμᾶς ῥητορείαν λόγων καὶ δεινότητα σοφισμάτων· ἡμεῖς δὲ καὶ τούτοις σταυρὸν κηρύττομεν· καὶ ὅπερ ἐπὶ Ἰουδαίων δοκεῖ ἀσθενείας εἶναι, τοῦτο ἐπὶ Ἑλλήνων μωρία. Ὅταν οὖν μὴ μόνον ἃ αἰτοῦσι μὴ παρέχωμεν, ἀλλὰ καὶ ἐναντία ὧν αἰτοῦσιν· ὁ γὰρ σταυρὸς οὐ μόνον οὐ δοκεῖ σημεῖον εἶναι κατὰ λογισμὸν ἐξεταζόμενον, ἀλλὰ καὶ σημείου ἀναίρεσις· καὶ οὐ μόνον οὐ δοκεῖ δυνάμεως ἀπόδειξις, ἀλλὰ καὶ ἀσθενείας ἔλεγχος· οὐ μόνον οὐ δοκεῖ σοφίας ἐπίδειξις εἶναι, ἀλλὰ καὶ μωρίας ὑπόληψις· ὅταν οὖν οἱ σημεῖα καὶ σοφίαν ζητοῦντες μὴ μόνον μὴ λαμβάνωσιν ἅπερ αἰτοῦσιν, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐπιθυμοῦσιν ἀκούωσιν, εἶτα διὰ τῶν ἐναντίων πείθωνται, πῶς οὐκ ἄφατός ἐστιν ἡ τοῦ κηρυττομένου δύναμις; Ὥσπερ ἂν εἴ τινι τῶν κλυδωνιζομένων καὶ λιμένος ἐπιθυμούντων μὴ λιμένα δείξας, ἀλλ' ἕτερον μέρος τοῦ πελάγους ἀγριώτερον, δυνηθῇς ποιῆσαι μετὰ χάριτος ἕπεσθαι· ἢ ἰατρὸς τὸν τετρωμένον καὶ φαρμάκων ἐπιθυμοῦντα μὴ διὰ φαρμάκων, ἀλλὰ διὰ τοῦ καίειν πάλιν ἐπαγγελλόμενος ὑγιῆ ποιεῖν, ἐφέλκοιτο πρὸς ἑαυτὸν (μεγάλης γὰρ τοῦτο δυνάμεως)· οὕτω καὶ οἱ ἀπόστολοι οὐ μόνον οὐ διὰ σημείου, ἀλλὰ καὶ διὰ πράγματος δοκοῦντος ἐναντίου εἶναι τοῖς σημείοις περιεγένοντο· ὅπερ καὶ ἐπὶ τοῦ τυφλοῦ πεποίηκεν ὁ Χριστός. Βουλόμενος γὰρ αὐτὸν θεραπεῦσαι, διὰ πράγματος ἐπιτείνοντος τὴν πήρωσιν ἀνεῖλε· πηλὸν γὰρ ἐπέθηκεν. Ὥσπερ οὖν διὰ πηλοῦ τὸν τυφλὸν ἐθεράπευσεν, οὕτω καὶ τὴν οἰκουμένην διὰ σταυροῦ προσηγάγετο· ὅπερ προσθήκη ἦν σκανδάλου, οὐκ ἀναίρεσις σκανδάλου. Οὕτω καὶ ἐπὶ τῆς κτίσεως ἐποίησε, τὰ ἐναντία διὰ τῶν ἐναντίων κατασκευάζων. Ψάμμῳ γοῦν θάλασσαν ἐτείχισε, τῷ ἀσθενεῖ τὸ ἰσχυρὸν χαλινώσας· ὕδατι γῆν ἐπέθηκε, τῷ χαύνῳ καὶ διαῤῥέοντι τὸ βαρὺ καὶ πυκνὸν ἐποχεῖσθαι παρασκευάσας. Διὰ τῶν προφητῶν πάλιν ξύλῳ μικρῷ σίδηρον ἐμετεώρισεν. Οὕτω δὴ καὶ σταυρῷ τὴν οἰκουμένην ἐπεσπάσατο. Ὥσπερ γὰρ τὸ ὕδωρ βαστάζει τὴν γῆν, οὕτω καὶ ὁ σταυρὸς βαστάζει τὴν οἰκουμένην. Μεγάλης τοίνυν δυνάμεως καὶ σοφίας ἀπόδειξις τὸ διὰ τῶν ἐναντίων πείθειν. Καὶ γὰρ σκανδάλου πρᾶγμα ὁ σταυρὸς εἶναι δοκεῖ, ἀλλ' ὅμως οὐ μόνον οὐ σκανδαλίζει, ἀλλὰ καὶ ἐφέλκεται. Ταῦτ' οὖν ἅπαντα ἐννοήσας ὁ Παῦλος καὶ ἐκπλαγεὶς, ἔλεγεν, ὅτι Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· περὶ τοῦ σταυροῦ λέγων τὸ μωρὸν καὶ τὸ ἀσθενὲς, οὐ τὸ ὂν, ἀλλὰ τὸ δοκοῦν· πρὸς γὰρ τὴν ἐκείνων ὑπόληψιν ἀποκρίνεται. Ὃ γὰρ οὐκ ἴσχυσαν φιλόσοφοι διὰ τῶν συλλογισμῶν ποιῆσαι, τοῦτο ἡ δοκοῦσα εἶναι μωρία κατώρθωσε; Τίς οὖν σοφώτερος; ὁ τοὺς πολλοὺς πείθων, ἢ ὁ ὀλίγους, μᾶλλον δὲ οὐδένα; ὁ περὶ τῶν μεγίστων πείθων, ἢ ὁ περὶ τῶν μὴ δεόντων; Πόσα ἔκαμε Πλάτων καὶ οἱ κατ' αὐτὸν περὶ γραμμῆς καὶ γωνίας καὶ στιγμῆς καὶ ἀριθμῶν ἀρτίων καὶ περιττῶν, καὶ ἴσων ἀλλήλοις καὶ ἀνίσων, καὶ τῶν τοιούτων διαλεγόμενος ἡμῖν ἀραχνίων (καὶ γὰρ τῶν ὑφασμάτων ἐκείνων ἀχρηστότερα ταῦτα τῷ βίῳ), καὶ οὐ μέγαν, οὐ μικρὸν ἐντεῦθεν ὠφελήσας οὕτω τὸν βίον κατέλυσε. πόσα ἔκαμε δεῖξαι ἐπιχειρῶν ὡς ἀθάνατος ἡ ψυχὴ, καὶ οὐδὲν σαφὲς εἰπὼν, οὐδὲ πείσας τινὰ τῶν ἀκουόντων οὕτως ἀπῆλθεν. Ὁ δὲ σταυρὸς διὰ ἰδιωτῶν ἔπεισε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσατο, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλὰ περὶ Θεοῦ διαλεχθεὶς καὶ τῆς κατὰ ἀλήθειαν εὐσεβείας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς τῶν μελλόντων κρίσεως· καὶ πάντας ἐποίησε φιλοσόφους, τοὺς ἀγροίκους, τοὺς ἰδιώτας. Ὅρα πῶς τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον. Πῶς ἰσχυρότερον; Ὅτι τὴν οἰκουμένην ἐπέδραμεν ἅπασαν, καὶ πάντας κατὰ κράτος εἷλε, καὶ μυρίων ἐπιχειρούντων σβέσαι τοῦ σταυρωθέντος τὸ ὄνομα, τοὐναντίον ἐγένετο. Τοῦτο μὲν γὰρ ἤνθησε καὶ ἐπέδωκεν ἐπὶ μεῖζον, ἐκεῖνοι δὲ ἀπώλοντο καὶ διεφθάρησαν, καὶ οἱ ζῶντες τῷ νεκρωθέντι πολεμοῦντες, οὐδὲν ἴσχυσαν. Ὥστε ἐπειδὰν εἴπῃ με μωρὸν ὁ Ἕλλην, τότε δείκνυσιν ἑαυτὸν μεθ' ὑπερβολῆς μωρόν· ὅταν ἐγὼ νομιζόμενος εἶναι παρ' αὐτῷ μωρὸς, τοῦ σοφοῦ φαίνωμαι σοφώτερος· ὅταν ἐμὲ καλέσῃ ἀσθενῆ, τότε ἑαυτὸν ἀσθενέστερον δείκνυσιν. Ἃ γὰρ ἴσχυσαν κατορθῶσαι τῇ τοῦ Θεοῦ χάριτι τελῶναι καὶ ἁλιεῖς, ταῦτα φιλόσοφοι καὶ ῥήτορες καὶ τύραννοι καὶ πᾶσα ἁπλῶς ἡ οἰκουμένη μυρία περιδραμοῦσα οὐδὲ φαντασθῆναι ἴσχυσαν. Τί γὰρ οὐκ εἰσήγαγεν ὁ σταυρός; Τὸν περὶ ἀθανασίας ψυχῆς λόγον, τὸν περὶ τῆς ἀναστάσεως τῶν σωμάτων, τὸν περὶ τῆς ὑπεροψίας τῶν παρόντων, τὸν περὶ τῆς ἐπιθυμίας τῶν μελλόντων. Καὶ ἀγγέλους τοὺς ἀνθρώπους ἐποίησε, καὶ πάντες πανταχοῦ φιλοσοφοῦσι, καὶ πᾶσαν ἀνδρείαν ἐπιδείκνυνται.