Ancient Greek
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-2
Not analysed yet
Ἀλλὰ καὶ παρ' αὐτοῖς, φησὶ, πολλοὶ θανάτου καταφρονοῦντες γεγόνασι. Τίνες, εἰπέ μοι; ἆρα ὁ τὸ κώνειον πιών; Ἀλλ' εἰ βούλει, τοιούτους μυρίους ἀπὸ τῆς Ἐκκλησίας παράσχωμαι. Εἰ γὰρ ἐνῆν, διωγμοῦ καταλαβόντος, κώνειον πιόντας ἀπελθεῖν, πάντες ἂν ἐκείνου λαμπρότεροι γεγόνασι. Ἄλλως δὲ ἐκεῖνος οὐχὶ κύριος ὢν τοῦ μὴ πιεῖν ἢ πιεῖν, ἔπιεν· ἀλλὰ καὶ ἄκοντα καὶ ἑκόντα ἔδει τοῦτο παθεῖν, ὅπερ οὐκ ἦν ἀνδρείας, ἀλλὰ ἀνάγκης λοιπόν. Καὶ γὰρ καὶ λῃσταὶ καὶ ἀνδροφόνοι ὑπὸ τῇ ψήφῳ γενόμενοι τῶν δικαζόντων χαλεπώτερα ἔπαθον. Παρ' ἡμῖν δὲ τοὐναντίον ἅπαν· οὐ γὰρ ἄκοντες οἱ μάρτυρες ὑπέμειναν, ἀλλ' ἑκόντες καὶ κύριοι τοῦ μὴ παθεῖν ὄντες, ἀδάμαντος παντὸς στεῤῥοτέραν ἐπιδεικνύντες τὴν ἀνδρείαν. Οὐ τοίνυν τοῦτο θαυμαστὸν, εἰ κώνειον ἔπιεν ἐκεῖνος, καὶ μηκέτι κύριος ὢν τοῦ μὴ πιεῖν, καὶ πρὸς ἔσχατον γῆρας ἐληλακώς· καὶ γὰρ ἔλεγεν ἐτῶν ἑβδομήκοντα εἶναι, ὅτε κατεφρόνησε ζωῆς, εἴ γε καὶ τοῦτο καταφρονῆσαί ἐστιν· οὐ γὰρ ἔγωγε ἂν εἴποιμι, μᾶλλον δὲ οὐδὲ ἄλλος οὐδείς. Ἀλλὰ δεῖξόν μοί τινα ὑπὲρ εὐσεβείας βασάνοις ἐγκαρτερήσαντα, καθάπερ ἐγὼ μυρίους πανταχοῦ τῆς οἰκουμένης. Τίς τῶν ὀνύχων ἀνορυττομένων, γενναίως ἤνεγκε; τίς τῶν ἄρθρων ἀνασκαπτομένων; τίς τοῦ σώματος αὐτοῦ κατὰ μέρος πορθουμένου; τίς τῶν ὀστέων τῆς κεφαλῆς ἀναμοχλευομένων; τίς ἐπὶ τήγανα συνεχῶς τιθέμενος; τίς εἰς λέβητα ἐμβαλλόμενος; Ταῦτά μοι δεῖξον. Τὸ γὰρ κωνείῳ τελευτῆσαι, ἴσον ἐστὶ τῷ καθευδήσαντα ἐναπομεῖναι· καὶ γὰρ ὕπνου ἡδίων οὗτος ὁ θάνατος λέγεται εἶναι. Εἰ δέ τινες καὶ βασάνους ὑπέμειναν, ἀλλὰ καὶ τούτων τὸ ἐγκώμιον ἀπόλωλεν· ὑπὲρ γὰρ αἰσχρᾶς αἰτίας ἀπώλοντο, οἱ μὲν ὡς ἀπόῤῥητα ἐξειπόντες, οἱ δὲ ὡς τυραννίδι ἐπιθέμενοι, οἱ δὲ ἐπὶ τοῖς αἰσχίστοις ἁλόντες· οἱ δὲ εἰκῆ καὶ μάτην καὶ ἁπλῶς, αἰτίας μὴ οὔσης, ἑαυτοὺς ἀπήνεγκαν. Ἀλλ' οὐχὶ παρ' ἡμῖν οὕτω. Διὰ τοῦτο τὰ μὲν ἐκείνων σεσίγηται, ταῦτα δὲ ἀνθεῖ καὶ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Ὅπερ ἐννοῶν ὁ Παῦλος ἔλεγε· Τὸ ἀσθενὲς τοῦ Θεοῦ πάντων ἰσχυρότερόν ἐστι τῶν ἀνθρώπων. Ὅτι γὰρ θεῖον τὸ κήρυγμα, καὶ ἐντεῦθεν δῆλον. Πόθεν γὰρ ἐπῆλθεν ἀνθρώποις δώδεκα καὶ ἰδιώταις πράγμασιν ἐπιχειρῆσαι τοσούτοις, ἐν λίμναις, ἐν ποταμοῖς, ἐν ἐρημίαις διατρίβουσιν, οὐδέποτε εἰς πόλιν ταχέως οὐδὲ εἰς ἀγορὰν ἐμβεβληκόσι; πόθεν ἐπῆλθε πρὸς τὴν οἰκουμένην πᾶσαν παρατάξασθαι; Ὅτι γὰρ δειλοὶ ἦσαν καὶ ἄνανδροι, δείκνυσιν ὁ περὶ αὐτῶν γράψας, καὶ μὴ παραιτησάμενος, μηδὲ ὑπομείνας συσκιάσαι αὐτῶν τὰ ἐλαττώματα, ὅπερ μέγιστον καὶ τοῦτο τῆς ἀληθείας ἐστὶ τεκμήριον. Τί οὖν οὗτός φησι περὶ αὐτῶν; Ὅτι τοῦ Χριστοῦ συλληφθέντος, μετὰ μυρία θαύματα οἱ μὲν ἔφυγον, ὁ δὲ μείνας κορυφαῖος ὢν τῶν ἄλλων ἠρνήσατο. Πόθεν οὖν οἱ ζῶντος τοῦ Χριστοῦ τὴν Ἰουδαϊκὴν ὁρμὴν οὐκ ἐνεγκόντες, τελευτήσαντος καὶ ταφέντος καὶ μὴ ἀναστάντος, ὥς φατε, μηδὲ διαλεχθέντος αὐτοῖς, μηδὲ θάρσος ἐνθέντος, πρὸς τοσαύτην παρετάττοντο οἰκουμένην; Οὐκ ἂν εἶπον πρὸς ἑαυτοὺς, Τί δὴ τοῦτό ἐστιν; ἑαυτὸν οὐκ ἴσχυσε σῶσαι, καὶ ἡμῶν προστήσεται; ἑαυτῷ οὐκ ἤμυνε ζῶν, καὶ ἡμῖν χεῖρα ὀρέξει τετελευτηκώς; αὐτὸς ζῶν οὐδὲ ἓν ἔθνος ὑπέταξε, καὶ ἡμεῖς τὴν οἰκουμένην ὅλην πείσομεν τὸ ἐκείνου λέγοντες ὄνομα; καὶ πῶς ἂν ἔχοι λόγον οὐχὶ ποιῆσαι ταῦτα μόνον, ἀλλ' ἐννοῆσαι γοῦν; Ὅθεν δῆλον ὅτι, εἰ μὴ εἶδον ἀναστάντα καὶ τῆς δυνάμεως αὐτοῦ μεγίστην ἔλαβον ἀπόδειξιν, οὐκ ἂν τοσοῦτον ἀνέῤῥιψαν κύβον. Εἰ γὰρ καὶ φίλους εἶχον μυρίους, οὐκ ἂν εὐθέως ἐχθροὺς ἐκτήσαντο πάντας, παλαιὰ ἔθη κινοῦντες καὶ πατρῷα ὅρια μεταίροντες; νυνὶ δὲ καὶ πάντας πολεμίους ἐκέκτηντο, καὶ τοὺς ἰδίους καὶ τοὺς ἀλλοτρίους. Εἰ γὰρ καὶ αἰδέσιμοι πάντων ἕνεκεν ἦσαν τῶν ἔξωθεν, οὐκ ἂν πάντες αὐτοὺς ἐβδελύξαντο καινὴν πολιτείαν εἰσάγοντας; νῦν δὲ καὶ ἔρημοι πάντων ἐτύγχανον, καὶ εἰκὸς ἦν κἀντεῦθεν μισητοὺς γενέσθαι παρὰ πᾶσι καὶ εὐκαταφρονήτους. Τίνας γὰρ βούλει εἰπεῖν; Ἰουδαίους; Ἀλλ' ἄφατον εἶχον πρὸς αὐτοὺς μῖσος ἐκ τῶν πρὸς τὸν διδάσκαλον γεγενημένων. Ἀλλ' Ἕλληνας; Ἀλλὰ καὶ οὗτοι οὐκ ἐλάττονα ἐκείνων ἀπεστράφησαν, καὶ ἴσασι ταῦτα μάλιστα Ἕλληνες. Πλάτων γὰρ ὁ πολιτείαν τινὰ καινοτομῆσαι βουληθεὶς, μᾶλλον δὲ μέρος πολιτείας, καὶ οὐ τὰ τῶν θεῶν μετατιθεὶς νόμιμα, ἀλλ' ἁπλῶς πράξεις εἰσαγαγὼν ἑτέρας ἀνθ' ἑτέρων, ἐκινδύνευσε Σικελίας ἐκπεσὼν ἀποθανεῖν· ἐπειδὴ δὲ τοῦτο οὐ γέγονε, τῆς ἐλευθερίας ἐξέπεσεν αὐτῆς. Καὶ εἰ μὴ βάρβαρός τις τοῦ Σικελίας τυράννου γέγονεν ἡμερώτερος, οὐδὲν ἐκώλυε διαπαντὸς δουλεύειν τὸν φιλόσοφον ἐν ἀλλοτρίᾳ. Καίτοιγε οὐκ ἴσον ἐστὶ τὰ περὶ βασιλείας καινοτομεῖν, καὶ τὰ περὶ θρησκείας· τοῦτο γὰρ μάλιστα θορυβεῖ καὶ ταράττει τοὺς ἀνθρώπους. Τὸ γὰρ εἰπεῖν, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα τὴν δεῖνα γαμείτωσαν, καὶ Οἱ φύλακες τοῦτον τὸν τρόπον ἔστωσαν φύλακες, οὐ σφόδρα ἱκανὸν θορυβῆσαι· καὶ μάλιστα, ὅταν ἐν βιβλίῳ ᾖ ταῦτα κείμενα, καὶ μὴ πολλὴ σπουδὴ τοῦ νομοθετοῦντος γίνηται εἰς ἔργον ἄγειν τὰ λεγόμενα· τὸ μέντοι γε λέγειν, ὅτι οὐκ εἰσὶ θεοὶ οἱ θεραπευόμενοι, ἀλλ' ὅτι δαίμονές εἰσιν, ὅτι ὁ ἐσταυρωμένος Θεὸς, ἴστε πόσην ἀνῆψεν ὀργὴν, πόσην ἂν ἐποίησε δοῦναι δίκην, πόσον ἀνεῤῥίπισε πόλεμον.