Ancient Greek
Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 3.1-9
Not analysed yet
Εἰ δὲ περὶ πίστεως ταῦτα εἴρητο, λόγον οὐκ ἔχει τὸ λεγόμενον. Ἐν γὰρ τῇ πίστει ἴσους πάντας εἶναι χρὴ, ἐπειδὴ μία πίστις· ἐν δὲ ἀρετῇ βίου οὐκ ἔνι πάντας εἶναι τοὺς αὐτούς. Πίστις μὲν γὰρ οὐκ ἔστιν ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων, ἀλλ' ἡ αὐτὴ πάντων τῶν ἀληθῶς πιστευόντων· ἐπὶ δὲ βίου ἔστι τοὺς μὲν σπουδαιοτέρους εἶναι, τοὺς δὲ ῥᾳθυμοτέρους· καὶ τοὺς μὲν ἀκριβεστέρους, τοὺς δὲ καταδεεστέρους· καὶ τοὺς μὲν τὰ μείζω, τοὺς δὲ τὰ ἐλάττω κατωρθωκέναι· καὶ τοὺς μὲν χαλεπώτερα, τοὺς δὲ καταδεέστερα πεπλημμεληκέναι. Διὰ τοῦτο εἶπε χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Τὴν πρᾶξιν ἐνταῦθά φησιν. Εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Καίτοι γε εἰ περὶ μαθητῶν καὶ διδασκάλων τὸ λεγόμενον ἦν, οὔτε ζημιοῦσθαι ἐχρῆν, εἰ μὴ ἤκουσαν οἱ μαθηταί, Διὰ γὰρ τοῦτό φησιν· Ἕκα στος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον· οὐ κατὰ τὸ τέλος, ἀλλὰ κατὰ τὸν κόπον. Τί γὰρ, εἰ μὴ προσεῖχον οἱ ἀκούοντες; Ὅθεν δῆλον καὶ ἐντεῦθεν, ὅτι περὶ ἔργων τὸ λεγόμενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἴ τις κακὸν βίον ἔχει μετὰ πίστεως ὀρθῆς, οὐ προστήσεται αὐτοῦ ἡ πίστις εἰς τὸ μὴ κολάζεσθαι, τοῦ ἔργου κατακαιομένου. Τὸ δὲ, Κατακαήσεται, τοῦτ' ἔστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύμην. Ἀλλ' ὥσπερ εἴ τις χρυσᾶ ὅπλα ἔχων διέλθοι ποταμὸν πυρὸς, φαιδρότερος διαβαίνει· εἰ δὲ χόρτον ἔχων διέλθοι, οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ ἑαυτὸν ἀπόλλυσιν· οὕτω καὶ ἐπὶ τῶν ἔργων ἐστίν. Οὐ γὰρ ὡς περὶ ἐνυποστάτων διαλεγόμενος καὶ διακαιομένων, τοῦτο λέγει, ἀλλὰ τὸν φόβον μᾶλλον ἐπιτεῖναι θέλων, καὶ δεῖξαι γυμνὸν ἀσφαλείας τὸν ἐν κακίᾳ ὄντα. Διὸ καὶ ἔλεγε· Ζημιωθήσεται. Ἰδοὺ μία κόλασις. Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Ἰδοὺ καὶ δευτέρα. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχὶ καὶ αὐτὸς οὕτως ἀπολεῖται, ὡς τὰ ἔργα, εἰς τὸ μηδὲν χωρῶν· ἀλλὰ μενεῖ ἐν τῷ πυρί. Σωτηρίαν γοῦν τὸ πρᾶγμα καλεῖ, φησί. Οὐχ ἁπλῶς· διὰ τοῦτο προσέθηκεν· Ὡς διὰ πυρός. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ἐν τῷ πυρὶ σώζεται, περὶ τῶν μὴ κατακαιομένων καὶ τεφρουμένων εὐθέως ὑλῶν. Μὴ οὖν, ἐπειδὴ πῦρ ἤκουσας, νομίσῃς εἰς ἀνυπαρξίαν χωρεῖν τοὺς καιομένους. Εἰ δὲ σωτηρίαν καὶ τὴν τοιαύτην τιμωρίαν καλεῖ, μὴ θαυμάσῃς· ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν κακεμφάτων καλοῖς ὀνόμασι κεχρῆσθαι, καὶ ἐπὶ τῶν χρηστῶν τοῖς ἐναντίοις. Οἷον, τὸ τῆς αἰχμαλωσίας ὄνομα, πονηροῦ πράγματος δοκεῖ εἶναι ὄνομα· ἀλλ' ἐπὶ καλῷ Παῦλος αὐτῷ κέχρηται λέγων· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ ἐπὶ κακῷ πάλιν εὐφήμῳ κέχρηται ὀνόματι, λέγων· Ἐβασίλευσεν ἡ ἁμαρτία· καίτοι γε τὸ τῆς βασιλείας ὄνομα εὔφημόν ἐστι μᾶλλον. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, Σωθήσεται, οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ᾐνίξατο, ὡσανεὶ ἔλεγεν· Αὐτὸς δὲ μενεῖ διηνεκῶς κολαζόμενος. Εἶτα καὶ ἐπιφέρει λέγων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε; Ἐπειδὴ γὰρ περὶ τῶν διατεμνόντων τὴν Ἐκκλησίαν ἐν τοῖς ἔμπροσθεν διελέχθη, καθάπτεται λοιπὸν καὶ τοῦ πεπορνευκότος, σαφῶς μὲν οὐδέπω, ἀορίστως δὲ, αἰνιττόμενος τὸν διεφθαρμένον αὐτοῦ βίον, καὶ ἐπαίρων τὸ ἁμάρτημα ἀπὸ τῆς ἤδη δοθείσης αὐτῷ δωρεᾶς. Εἶτα καὶ τοὺς ἄλλους ἐντρέπει ἀπὸ τῶν αὐτῶν τούτων τῶν ἤδη ὑπαρξάντων. Ἢ γὰρ ἀπὸ τῶν μελλόντων, ἢ ἀπὸ τῶν ἤδη γεγενημένων, ἢ λυπηρῶν, ἢ χρηστῶν, ἀεὶ τοῦτο ποιεῖ· ἀπὸ μὲν τῶν μελλόντων· Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· ἀπὸ δὲ τῶν ἤδη γεγενημένων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁρᾷς τὴν καταφορὰν τοῦ λόγου; Ἀλλ' ἕως τὸ πρόσωπον ἄδηλόν ἐστιν, οὐχ οὕτως ἐπαχθὲς τὸ λεγόμενον, πάντων διανεμομένων τὸν τῆς ἐπιτιμήσεως φόβον. Φθερεῖ τοῦτον ὁ Θεός· τουτέστιν, ἀπολεῖ. Τοῦτο δὲ οὐχὶ καταρωμένου ἐστὶν, ἀλλὰ προφητεύοντος. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν. Ὁ δὲ πεπορνευμένος βέβηλος. Εἶτα, ἵνα μὴ δόξῃ πρὸς ἐκεῖνον ἀποτείνεσθαι, εἰπὼν, Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, ἐπάγει· Οἵτινές ἐστε ὑμεῖς. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Καὶ τοῦτο πρὸς ἐκεῖνον, ὡς νομίζοντά τι εἶναι, καὶ ἀπὸ τῆς σοφίας αὐχοῦντα. Καὶ ἵνα μὴ δόξῃ παρέργως μέχρι πολλοῦ πρὸς αὐτὸν ἀποτείνεσθαι, ἐμβαλὼν αὐτὸν εἰς ἀγωνίαν καὶ τῷ φόβῳ παραδοὺς αὐτὸν, πάλιν ἐπὶ τὸ κοινὸν ἔγκλημα τὸν λόγον ἄγει, λέγων· Εἴ τις δοκεῖ φρόνιμος εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ποιεῖ δὲ αὐτὸ λοιπὸν μετὰ πολλῆς τῆς παῤῥησίας, ἅτε καταγωνισάμενος αὐτοὺς ἱκανῶς. Κἂν γὰρ πλούσιος ᾖ τις, κἂν εὐγενὴς, τῶν εὐτελῶν ἐστιν εὐτελέστερος, ὅταν ὑπὸ τῆς ἁμαρτίας ἁλῶ. Ὥσπερ γὰρ κἂν βασιλεὺς ᾖ τις, δοῦλος δὲ γένηται βαρβάρων, πάντων ἐστὶν ἀθλιώτερος· οὕτω καὶ ἐπὶ τῆς ἁμαρτίας. Βάρβαρος γάρ ἐστιν ἡ ἁμαρτία, καὶ ψυχῆς οὐκ εἰδυῖα φείδεσθαι τῆς ἅπαξ ἁλούσης, ἀλλ' ἐπὶ λύμῃ τῶν ἐπιδεχομένων αὐτὴν τυραννοῦσα.