Ancient Greek
Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-7
Not analysed yet
Οὐδὲν γὰρ οὕτως ἀλόγιστον, ὡς ἁμαρτία, οὐδὲν οὕτως ἀνόητον καὶ μωρὸν καὶ ῥαγδαῖον· πάντα ἀνατρέπει καὶ συγχεῖ καὶ ἀπόλλυσι ἔνθα ἂν εἰσπηδήσῃ· ἀηδὴς ἰδεῖν, φορτικὴ καὶ ἐπαχθής. Καὶ εἴ τις αὐτὴν ἀνέπλαττε ζωγράφος, οὐκ ἄν μοι δοκεῖ ἁμαρτεῖν οὕτως αὐτὴν ἀναπλάττων, γυναῖκά τινα θηριόμορφον, βάρβαρον, πῦρ πνέουσαν, ἀτερπῆ, μέλαιναν, οἵας οἱ τῶν ἔξωθεν ποιηταὶ τὰς Σκύλλας ὑπογράφουσι. Μυρίαις γὰρ χερσὶν ἐπιλαμβάνεται τῶν ἡμετέρων λογισμῶν, καὶ ἀδοκήτως ἐπεισέρχεται, καὶ πάντα διασπαράττει, καθάπερ οἱ κύνες οἱ λάθρα δάκνοντες. Μᾶλλον δὲ τί δεῖ ζωγραφίας ἡμῖν, δέον τοὺς κατ' αὐτὴν πεποιημένους εἰς μέσον ἀγαγεῖν; Τίνα οὖν βούλεσθε πρότερον ὑπογράψωμεν; τὸν πλεονέκτην καὶ ἅρπαγα; Καὶ τί τῶν ὀφθαλμῶν ἐκείνων ἀναισχυντότερον; τί ἀναιδέστερον καὶ κυνικώτερον; οὐ γὰρ οὕτω κύων ἕστηκεν ἀναιδευόμενος, ὡς οὗτος, ὅταν τὰ πάντων ἁρπάζῃ. Τί τῶν χειρῶν μιαρώτερον ἐκείνων; τί τοῦ στόματος ἰταμώτερον τοῦ πάντα καταπίνοντος, καὶ οὐ κορεννυμένου; Μὴ γὰρ εἰς τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἴδῃς, ὅτι ἀνθρώπου· οὐ γὰρ τὰ τοιαῦτα βλέπουσιν οἱ ἀνθρώπινοι ὀφθαλμοί. Οὐ βλέπει τοὺς ἀνθρώπους ἀνθρώπους, οὐ βλέπει τὸν οὐρανὸν οὐρανὸν, οὐδὲ ἀνανεύει πρὸς τὸν Δεσπότην, ἀλλὰ πάντα χρήματα εἶναι νομίζει. Οἱ ἀνθρώπων ὀφθαλμοὶ πένητας εἰώθασιν ὁρᾷν καταπεπονημένους, καὶ ἐπικλᾶσθαι· οὗτοι δὲ τοῦ ἅρπαγος ὁρῶσι πένητας, καὶ ἐκθηριοῦνται· οἱ ἀνθρώπων ὀφθαλμοὶ οὐχ ὡς ἴδια τὰ ἀλλότρια βλέπουσιν, ἀλλὰ καὶ τὰ ἴδια ὡς ἀλλότρια, καὶ οὐκ ἐφίενται τῶν ἑτέροις δεδομένων, ἀλλὰ καὶ εἰς ἑτέρους κενοῦσι τὰ ἑαυτῶν· οὗτοι δὲ οὐκ ἀνέχονται, εἰ μὴ τὰ πάντων λάβοιεν· οὐ γὰρ ἀνθρώπινον, ἀλλὰ θηριῶδες ἔχουσιν ὄμμα. Οἱ ἀνθρώπων ὀφθαλμοὶ γυμνὸν ἰδεῖν τὸ σῶμα τὸ ἑαυτῶν οὐκ ἀνέχονται· αὐτῶν γάρ ἐστι, κἂν ἑτέρων ᾖ κατὰ πρόσωπον· οὗτοι δὲ εἰ μὴ πάντα γυμνώσαιεν, καὶ τὰ πάντων οἴκοι κατάθωνται, οὐδέποτε κόρον λαμβάνουσι, μᾶλλον δὲ οὐδέποτε ἐμπιπλῶνται. Διόπερ οὐδὲ θηρίων τὰς χεῖρας τὰς τούτων ἄν τις εἶναι φαίη μόνον, ἀλλὰ καὶ τούτων ἀγριωτέρας πολλῷ καὶ χαλεπωτέρας. Ἄρκτοι μὲν γὰρ καὶ λύκοι, ἐπειδὰν λάβωσι κόρον, τῆς τοιαύτης τροφῆς ἀφίστανται· οὗτοι δὲ κόρον οὐκ ἔχουσι. Καίτοι διὰ τοῦτο χεῖρας ἡμῖν ἐποίησεν ὁ Θεὸς, ἵνα ἑτέροις βοηθῶμεν, οὐχ ἵνα ἐπιβουλεύωμεν. Εἰ δὲ μέλλοιμεν αὐταῖς εἰς τοῦτο κεχρῆσθαι, βέλτιον αὐτὰς ἀποκοπῆναι, καὶ χωρὶς τούτων εἶναι. Σὺ δὲ ἂν μὲν πρόβατον σπαράττῃ θηρίον, ἀλγεῖς· εἰς αὐτὸν δὲ τὸν ὁμόφυλον τοῦτο ἐργαζόμενος, οὐ νομίζεις τι ποιεῖν δεινόν; καὶ πῶς ἂν εἴης ἄνθρωπος; Οὐχ ὁρᾷς ὅτι ἀνθρώπινον πρᾶγμα καλοῦμεν, τὸ ἐλέου γέμον καὶ φιλανθρωπίας; ὅταν δὲ ὠμόν τι καὶ ἀπηνὲς ἐργάσηται, ἀπάνθρωπον τὸν τοιοῦτον ὀνομάζομεν. Οὐκοῦν τὸν χαρακτῆρα τοῦ ἀνθρώπου ἀπὸ τοῦ ἐλεεῖν, τοῦ δὲ θηρίου ἀπὸ τοῦ ἐναντίου ὑπογράφομεν, λέγοντες ἀεί· Μὴ γὰρ ἄνθρωπος; θηρίον ἢ κύων. Οἱ γὰρ ἄνθρωποι πενίαν διορθοῦσιν, οὐκ αὔξουσι. Τούτων καὶ τὰ στόματα θηρίων ἐστὶ στόματα, μᾶλλον δὲ καὶ ταῦτα ἐκείνων ἀγριώτερα· καὶ γὰρ ῥήματα φθέγγονται μᾶλλον ἐκείνων τῶν ὀδόντων ἰὸν ἀφιέντα, φόνον ἐργαζόμενα. Καὶ εἰ πάντα τις ἐπέλθοι, τότε ὄψεται καλῶς, πῶς θηρία ἀπὸ ἀνθρώπων τοὺς χρωμένους ἡ ἀπανθρωπία ποιεῖ. Εἰ δὲ καὶ τὴν διάνοιάν τις ἐξετάσειε τῶν τοιούτων, οὐκέτι θηρία μόνον, ἀλλὰ καὶ δαίμονας αὐτοὺς προσερεῖ. Καὶ γὰρ πολλῆς γέμουσι τῆς ἀπηνείας καὶ τῆς πρὸς τὸν ὁμόδουλον ἔχθρας· καὶ οὔτε βασιλείας ἔρως ἐκεῖ, οὔτε γεέννης φόβος, οὐκ αἰδὼς ἀνθρώπων, οὐκ ἔλεος, οὐ συμπάθεια, ἀλλ' ἀναισχυντία καὶ ἰταμότης, καὶ ὑπεροψία τῶν μελλόντων ἁπάντων· καὶ μῦθος αὐτοῖς εἶναι δοκεῖ τὰ τοῦ Θεοῦ ῥήματα τὰ περὶ κολάσεως, καὶ γέλως ἡ ἀπειλή. Τοιαύτη γὰρ ἡ τοῦ πλεονέκτου διάνοια. Ὅταν οὖν ἔνδοθεν μὲν δαίμονες ὦσιν, ἔξωθεν δὲ θηρία, καὶ θηρίων χείρους, ποῦ θήσομεν τοὺς τοιούτους, εἰπέ μοι; Ὅτι γὰρ καὶ θηρίων χείρους, δῆλον ἐκεῖθεν· Τὰ θηρία τῇ φύσει τοιαῦτά ἐστιν· οὗτοι δὲ κατὰ φύσιν τὸ ἥμερον ἔχοντες, παρὰ φύσιν εἰς τὸ θηριῶδες ἑαυτοὺς ἐξάγειν βιάζονται. Καὶ οἱ δαίμονες δὲ τοὺς ἐπιβουλεύοντας ἀνθρώπους συμπράττοντας ἑαυτοῖς ἔχουσιν· ὡς εἰ μὴ συνέπραττον, τὸ πλέον τῶν ἐπιβουλῶν τῶν καθ' ἡμῶν ἐκείνοις ἀνῄρητο· οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν ἐπηρεαζομένων κρατεῖν ἐπιχειροῦσι. Πάλιν ὁ δαίμων ἀνθρώπῳ πολεμεῖ, οὐ δαίμοσι τοῖς ὁμοφύλοις· οὗτος δὲ τὸ συγγενὲς καὶ οἰκεῖον παντὶ τρόπῳ κακοῦν ἐπείγεται, καὶ οὐδὲ τὴν φύσιν αἰδεῖται. Οἶδα ὅτι πολλοὶ πρὸς ἡμᾶς ὑπὲρ τούτων ἀπεχθάνονται τῶν ῥημάτων· ἐγὼ δὲ οὐκ ἀπεχθάνομαι πρὸς αὐτοὺς, ἀλλ' ἐλεῶ καὶ δακρύω τοὺς οὕτω διακειμένους· κἂν πλῆξαι θέλωσιν, ἡδέως ἂν ἀνασχοίμην, εἰ ἀπέχοιντο τῆς θηριωδίας ταύτης. Οὐδὲ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ ὁ προφήτης μεθ' ἡμῶν τοὺς τοιούτους ἐκβάλλει τῆς τῶν ἀνθρώπων συγγενείας, λέγων, ὅτι Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Γενώμεθα τοίνυν ἄνθρωποί ποτε, καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψωμεν, καὶ τὸ κατ' εἰκόνα ἀπολάβωμεν, καὶ ἑαυτοὺς ἀνακτησώμεθα, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.