Ancient Greek
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-31
Not analysed yet
Εἰ δὲ λέγεις, ὅτι τὸ οἰκεῖον ζητῶν ἕκαστος τοῦτο ποιεῖ, τοῦτο καὶ ἐγὼ λέγω, ἀλλ' ὅτι διὰ τοῦ ἀλλοτρίου τὸ οἰκεῖον εὑρίσκεται. Ὅ τε γὰρ στρατιώτης, ἐὰν μὴ πολεμήσῃ ὑπὲρ τῶν τρεφόντων, οὐκ ἔχει τὸν εἰς τοῦτο διακονούμενον· αὐτός τε οὗτος πάλιν, ἐὰν μὴ θρέψῃ τὸν στρατιώτην, οὐκ ἔχει τὸν ὑπερασπίζοντα. Εἶδες τὴν ἀγάπην πανταχοῦ διατεταμένην καὶ πάντα οἰκονομοῦσαν; Ἀλλὰ μὴ ἀποκάμῃς, ἕως ἂν ὁλόκληρον τὴν χρυσῆν ταύτην σειρὰν καταμάθῃς. Εἰπὼν γὰρ, Οὐ ζητεῖ τὰ ἑαυτῆς, λέγει πάλιν τὰ ἐκ τούτου τικτόμενα ἀγαθά. Τίνα δὲ ταῦτά ἐστιν; Οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν. Ὅρα πάλιν οὐ κρατοῦσαν τῆς κακίας μόνον, ἀλλ' οὐδὲ ἀφιεῖσαν αὐτὴν στῆναι τὴν ἀρχήν. Οὐ γὰρ εἶπε, Παροξύνεται μὲν, περιγίνεται δὲ, ἀλλ' Οὐδὲ παροξύνεται· καὶ οὐκ εἶπεν, Οὐκ ἐργάζεται τὸ κακὸν, ἀλλ' Οὐδὲ λογίζεται. Οὐδὲν γὰρ πονηρὸν οὐ μόνον οὐ κατασκευάζει, ἀλλ' οὐδὲ ὑποπτεύει κατὰ τοῦ φιλουμένου. Πῶς οὖν ἂν ἐργάσαιτο, ἢ πῶς ἂν παροξυνθείη ἡ μηδὲ ὑπόνοιαν πονηρὰν καταδέξασθαι ἀνεχομένη; ὅθεν ἡ πηγὴ τῆς στοργῆς. Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ. Τουτέστιν, οὐκ ἐφήδεται τοῖς κακῶς πάσχουσιν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστι, Συγχαίρει δὲ τῇ ἀληθείᾳ. Συνήδεται, φησὶ, τοῖς εὐδοκιμοῦσιν· ὃ λέγει Παῦλος· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἐντεῦθεν οὐ ζηλοῖ, ἐντεῦθεν οὐ φυσιοῦται· καὶ γὰρ οἰκεῖα τὰ ἀλλότρια νομίζει καλά· εἶδες πῶς κατὰ μικρὸν ἄγγελον ποιεῖ τὸν αὐτῆς τρόφιμον ἡ ἀγάπη; Ὅταν γὰρ ἀόργητος ᾖ, καὶ βασκανίας καθαρὸς, καὶ παντὸς τυραννικοῦ πάθους ἐλεύθερος, ἐννόησον ὅτι καὶ τῆς ἀνθρωπίνης φύσεως ἀπηλλάγη λοιπὸν, καὶ πρὸς αὐτὴν τῶν ἀγγέλων τὴν ἀπάθειαν μεθωρμίσατο Ἀλλ' ὅμως οὐκ ἀρκεῖται τούτοις, ἀλλ' ἔχει τι καὶ πλεῖον τούτων εἰπεῖν· τὰ γὰρ ἰσχυρότερα ὕστερον τίθησι. Διό φησι, Πάντα στέγει. Ἀπὸ τῆς μακροθυμίας, ἀπὸ τῆς χρηστότητος, κἂν φορτικὰ ᾖ, κἂν ἐπαχθῆ, κἂν ὕβρεις, κἂν πληγαὶ, κἂν θάνατος, κἂν ὁτιοῦν. Καὶ τοῦτο πάλιν ἀπὸ τοῦ μακαρίου Δαυῒδ συνιδεῖν δυνατόν. Τί γὰρ φορτικώτερον τοῦ υἱὸν ἰδεῖν ἐπανιστάμενον καὶ τυραννίδος ἐφιέμενον καὶ αἵματος διψῶντα πατρῴου; Ἀλλὰ καὶ τοῦτο ἔστεγεν ὁ μακάριος ἐκεῖνος, καὶ οὐδὲ οὕτως ἠνείχετο πικρὸν ῥῆμα ἐκβαλεῖν κατὰ τοῦ πατραλοίου, ἀλλὰ καὶ τοῖς στρατηγοῖς πάντα τὰ ἄλλα ἀφεὶς, ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἐπέσκηπτεν· ἰσχυρὰ γὰρ ἦν ἡ τῆς ἀγάπης κρηπίς. Διὸ καὶ πάντα στέγει· καὶ τὴν μὲν δύναμιν αὐτῆς ἐντεῦθεν αἰνίττεται, τὴν δὲ ἀγαθότητα διὰ τῶν ἑξῆς· Πάντα γὰρ ἐλπίζει, φησὶ, πάντα πιστεύει, πάντα ὑπομένει. Τί ἐστι, Πάντα ἐλπίζει; Πάντα τὰ χρηστὰ, φησὶν, οὐκ ἀπογινώσκει τοῦ ἀγαπωμένου, ἀλλὰ κἂν φαῦλος ᾖ, παραμένει διορθουμένη, προνοοῦσα, ἐπιμελομένη. Πάντα πιστεύει. Οὐ γὰρ ἁπλῶς ἐλπίζει, φησὶν, ἀλλὰ καὶ πιστεύει ἐκ τοῦ σφόδρα φιλεῖν· κἂν μὴ ἐκβαίνῃ κατὰ τὴν ἐλπίδα τὰ χρηστὰ ταῦτα, ἀλλ' ἔτι φορτικώτερος ἐκεῖνος ᾖ, καὶ ταῦτα φέρει. Πάντα γὰρ, φησὶν, ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Εἶδες τὴν κορωνίδα πότε ἔθηκε, καὶ ὃ μάλιστά ἐστιν ἐξαίρετον τούτου τοῦ δώρου; Τί γάρ ἐστιν, Οὐκ ἐκπίπτει; Οὐ διακόπτεται, οὐ διαλύεται τῷ φέρειν· στέργει γὰρ πάντα. Ὁ γὰρ φιλῶν οὐδέποτε μισῆσαι δύναται, κἂν ὁτιοῦν γένηται· τοῦτο γὰρ αὐτῆς τὸ μέγιστον ἀγαθόν. Τοιοῦτος ἦν ὁ Παῦλος· διὸ καὶ ἔλεγεν, Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ ἔμενεν ἐλπίζων. Καὶ Τιμοθέῳ παρῄνει λέγων· Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας. Τί οὖν, φησὶν, ἂν ἐχθροὶ ὦσι καὶ Ἕλληνες, οὐ δεῖ μισεῖν; Μισεῖν μὲν, οὐκ ἐκείνους δὲ, ἀλλὰ τὸ δόγμα, οὐ τὸν ἄνθρωπον, ἀλλὰ τὴν πονηρὰν πρᾶξιν, τὴν διεφθαρμένην γνώμην. Ὁ μὲν γὰρ ἄνθρωπος ἔργον Θεοῦ, ἡ δὲ πλάνη ἔργον τοῦ διαβόλου. Μὴ τοίνυν ἀναμίξῃς τὰ τοῦ Θεοῦ, καὶ τὰ τοῦ διαβόλου· ἐπεὶ καὶ Ἰουδαῖοι καὶ βλάσφημοι ἦσαν καὶ διῶκται καὶ ὑβρισταὶ, καὶ μυρία τὸν Χριστὸν ἔλεγον κακά· Ἆρ' οὖν ἐμίσει αὐτοὺς Παῦλος, ὁ μάλιστα πάντων τὸν Χριστὸν φιλῶν; Οὐδαμῶς, ἀλλὰ καὶ ἐφίλει, καὶ πάντα ὑπὲρ αὐτῶν ἔπραττε· καὶ νῦν μέν φησιν, Ἡ μὲν εὐδοκία καὶ ἡ δέησίς μου πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· νῦν δὲ, Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ αὐτῶν. Οὕτω καὶ ὁ Ἰεζεκιὴλ, ὁρῶν αὐτοὺς σφαζομένους ἔλεγεν Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ; καὶ ὁ Μωϋσῆς, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες. Τί οὖν φησιν ὁ Δαυΐδ; Τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην· τέλειον μῖσος ἐμίσουν αὐτούς. Μάλιστα μὲν οὐ πάντα τὰ ἐν τοῖς Ψαλμοῖς ὑπὸ τοῦ Δαυῒδ εἰρημένα, ἐκ προσώπου τοῦ Δαυῒδ εἴρηται· καὶ γὰρ αὐτὸς οὗτός φησι, Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ· καὶ, Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν· οὔτε δὲ Βαβυλῶνα εἶδεν, οὔτε τὰ σκηνώματα Κηδάρ· ἄλλως δὲ, καὶ πλείονα νῦν ἀπαιτούμεθα φιλοσοφίαν. Διὸ καὶ τῶν μαθητῶν ἀξιούντων κατενεχθῆναι πῦρ, ὡς ἐπὶ Ἠλιοὺ, Οὐκ οἴδατε, φησὶν ὁ Χριστὸς, ποίου πνεύματός ἐστε.