Ancient Greek
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-20
Not analysed yet
Τότε μὲν γὰρ οὐχὶ τὴν ἀσέβειαν μόνον, ἀλλὰ καὶ τοὺς ἀσεβοῦντας αὐτοὺς μισεῖν ἐκελεύοντο, ἵνα μὴ ἡ φιλία ἀφορμὴ γένηται παρανομίας αὐτοῖς· διὰ τοῦτο καὶ τὰς συγγενείας διέκοψε, καὶ τὰς ἐπιμιξίας, καὶ πάντοθεν αὐτοὺς ἀπετείχιζε· νῦν δὲ ἐπειδὴ πρὸς μείζονα ἡμᾶς ἤγαγε φιλοσοφίαν, καὶ ὑψηλοτέρους τῆς βλάβης ἐκείνης ἐποίησε, καὶ προσίεσθαι καὶ παρακαλεῖν κελεύει. Οὐ γὰρ ἡμῖν ἐξ ἐκείνων βλάβη, ἀλλ' ἐκείνοις ἐξ ἡμῶν ὠφέλεια γίνεται. Τί οὖν φησιν; Οὐ δεῖ μισεῖν, ἀλλ' ἐλεεῖν. Ἂν γὰρ μισήσῃς, πῶς ἐπιστρέψεις ῥᾳδίως τὸν πλανώμενον; πῶς εὔξῃ ὑπὲρ τοῦ ἀπίστου; Ὅτι γὰρ εὔχεσθαι δεῖ, ἄκουσον τί φησιν ὁ Παῦλος· Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων. Ὅτι δὲ πάντες τότε οὐκ ἦσαν πιστοὶ, παντί που δῆλον. Καὶ πάλιν, Ὑπὲρ βασιλέων, καὶ τῶν ἐν ὑπεροχῇ ὄντων. Ὅτι δὲ οὗτοι ἀσεβεῖς ἦσαν καὶ παράνομοι, καὶ τοῦτο δῆλον ὁμοίως. Εἶτα καὶ τὴν αἰτίαν λέγων τῆς εὐχῆς, ἐπάγει· Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διὰ τοῦτο κἂν Ἑλληνίδα γυναῖκα εὕρῃ συνοικοῦσαν πιστῷ, οὐ διαζεύγνυσι τὸν γάμον· καίτοι γε τί οἰκειότερον ἀνδρὸς γυναικί; Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα, φησὶ, μίαν· καὶ πολὺ τὸ φίλτρον ἐκεῖ καὶ θερμὸς ὁ πόθος. Εἰ δὲ μέλλοιμεν ἀσεβεῖς μισεῖν καὶ παρανομοῦντας, προϊόντες καὶ ἁμαρτωλοὺς μισήσομεν, καὶ οὕτως ὁδῷ προβαίνων καὶ τῶν ἀδελφῶν ἀποῤῥαγήσῃ τῶν πλειόνων, μᾶλλον δὲ πάντων· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς ἁμαρτίας χωρίς. Εἰ γὰρ δεῖ τοὺς ἐχθροὺς τοῦ Θεοῦ μισεῖν, οὐχὶ ἀσεβεῖς δεῖ μισεῖν μόνον, ἀλλὰ καὶ ἁμαρτωλούς· καὶ οὕτως ἐσόμεθα θηρίων χείρους, πάντας ἀποστρεφόμενοι, καὶ ἀπονοίᾳ φυσώμενοι, καθάπερ ὁ Φαρισαῖος ἐκεῖνος. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως ἐκέλευσεν, ἀλλὰ πῶς; Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Τί οὖν φησιν, ὅταν λέγῃ, Εἴ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ; Μάλιστα μὲν περὶ ἀδελφῶν τοῦτο εἴρηται, πλὴν οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ καὶ τοῦτο μετὰ ἡμερότητος. Μὴ γὰρ δὴ περικόψῃς τὰ ἑξῆς, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα προστίθει. Καὶ γὰρ εἰπὼν, Μὴ συναναμίγνυσθε, ἐπήγαγε, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Ὁρᾷς πῶς τὸ ἔργον μισεῖν τὸ φαῦλον, οὐχὶ τὸν ἄνθρωπον ἐκέλευσε; Καὶ γὰρ ἔργον τοῦ διαβόλου τὸ διασπᾷν ἡμᾶς ἀπ' ἀλλήλων, καὶ σφόδρα ἐσπούδακεν ἀνελεῖν τὴν ἀγάπην, ἵνα ἐκκόψῃ τῆς διορθώσεως τὴν ὁδὸν, καὶ κατάσχῃ ἐκεῖνον μὲν ἐν πλάνῃ, σὲ δὲ ἐν ἀπεχθείᾳ, εἶθ' οὕτως ἀποτειχίσῃ τῆς ἐκείνου σωτηρίας τὴν ὁδόν. Ὅταν γὰρ καὶ ὁ ἰατρὸς μισῇ τὸν κάμνοντα καὶ φεύγῃ, καὶ ὁ κάμνων τὸν ἰατρὸν ἀποστρέφηται, πότε ἀναστήσεται ὁ νοσῶν, ὅταν μήτε ἐκεῖνος πρὸς αὐτὸν καλῇ, μήτε οὗτος πρὸς αὐτὸν ἀπίῃ; Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ ἀποστρέφῃ καὶ φεύγεις αὐτόν; ὅτι ἀσεβής ἐστιν; Οὐκοῦν διὰ τοῦτο δεῖ προσίεσθαι καὶ θεραπεύειν, ἵνα ἀναστήσῃς νοσοῦντα. Εἰ δὲ ἀνίατα νοσεῖ, ἀλλὰ σὺ τὸ σαυτοῦ ποιεῖν ἐκελεύσθης· ἐπεὶ καὶ ὁ Ἰούδας ἀνίατα ἐνόσει, καὶ οὐ διέλιπεν ὁ Θεὸς αὐτὸν θεραπεύων. Μὴ τοίνυν μηδὲ σὺ ἀποκάμῃς. Κἂν γὰρ πολλὰ σπουδάσας μὴ ἀπαλλάξῃς τῆς ἀσεβείας αὐτὸν, ὅμως καὶ τοῦ ἀπαλλάξαντος λήψῃ τὸν μισθὸν, καὶ παρασκευάσεις αὐτὸν θαυμάζειν σου τὴν ἡμερότητα, καὶ οὕτως εἰς τὸν Θεὸν ἡ δόξα ἅπασα αὕτη διαβήσεται. Κἂν γὰρ θαύματα ποιῇς, κἂν νεκροὺς ἐγείρῃς, κἂν ὁτιοῦν ἐργάσῃ, οὐδέποτέ σε οὕτω θαυμάσονται Ἕλληνες, ὡς ὅταν ἴδωσι πρᾶον καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον. Οὐ μικρὸν δὲ καὶ τοῦτο κατόρθωμα· πολλοὶ γὰρ καὶ τέλεον ἀπαλλαγήσονται τοῦ κακοῦ. Οὐδὲν γὰρ οὕτως ἐπισπάσασθαι δύναται, ὡς ἀγάπη. Ἐπ' ἐκείνοις μὲν γάρ σε καὶ ζηλοτυπήσουσι, τοῖς σημείοις, λέγω, καὶ θαύμασιν, ἐπὶ τούτῳ δὲ καὶ θαυμάσονται καὶ φιλήσουσι· φιλοῦντες δὲ καὶ τῆς ἀληθείας ἐπιλήψονται ὁδῷ προβαίνοντες. Εἰ δὲ οὐκ εὐθέως γίνεται πιστὸς, μὴ θαύμαζε μηδὲ ἐπείγου μηδὲ ἅπαντα ὁμοῦ ζήτει, ἀλλ' ἔασον αὐτὸν τέως ἐπαινεῖν, φιλεῖν, καὶ εἰς τοῦτο ὁδῷ προϊὼν ἥξει. Καὶ ἵνα μάθῃς σαφῶς ἡλίκον τοῦτό ἐστιν, ἄκουσον πῶς καὶ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπιστον ἀπελογεῖτο. Μακάριον γὰρ, φησὶν, ἥγημαι ἐμαυτὸν, μέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν, οὐ κολακεύων αὐτὸν, ἄπαγε, ἀλλὰ διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμενος. Καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος εἶναι νομιζόμενος, καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ παρόντων ἁπάντων λέγων, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.