Ancient Greek
Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-34
Not analysed yet
Ὃ καὶ ἀλλαχοῦ ποιεῖ περὶ τῆς πρὸς γυναῖκα ὁμιλίας διαλεγόμενος, καὶ λέγων· Τοῦτο δὲ λέγω διὰ τὴν ἀκρασίαν ὑμῶν. Ἀλλ' οὐχ ὅτε περὶ προφητείας ἔλεγεν, οὕτως εἶπεν, ἀλλὰ πῶς; Ἐπιτακτικῶς καὶ νομοθετικῶς· Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ οὐδαμοῦ τὸν ἑρμηνέα ἐνταῦθα ζητεῖ, οὐδὲ ἐπιστομίζει τὸν προφητεύοντα, καθάπερ ἐκεῖ λέγων, Ἐὰν μὴ ᾖ διερμηνευτὴς, σιγάτω. Οὐδὲ γὰρ αὐτάρκης ὁ τῇ γλώττῃ λαλῶν. Διόπερ εἰ μέν τις ἀμφότερα ἔχει τὰ χαρίσματα, λαλείτω· εἰ δὲ οὐκ ἔχει, θέλει δὲ φθέγγεσθαι, μετὰ τοῦ ἑρμηνεύοντος τοῦτο ποιείτω. Καὶ γὰρ ὁ προφήτης ἑρμηνευτής ἐστιν, ἀλλὰ τοῦ Θεοῦ, σὺ δὲ τοῦ ἀνθρώπου. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω. Οὐδὲν γὰρ δεῖ περιττῶς γίνεσθαι, οὐδὲ πρὸς φιλοτιμίαν. Ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ· τουτέστι, κατὰ διάνοιαν, ἢ ἠρέμα καὶ ἀψοφητὶ, εἴ γε βούλεται. Οὐ γὰρ δὴ νομοθετοῦντος τοῦτό ἐστιν, ἀλλὰ τάχα καὶ ἐντρέποντος μᾶλλον διὰ τῆς συγχωρήσεως, ὥσπερ ὅταν λέγῃ, Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· καὶ δοκῶν συγχωρεῖν, δριμύτερον αὐτῷ τούτῳ καθάπτεται. Οὐ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα δείξητε ὅτι χάρισμα ἔχετε, ἀλλ' ἵνα οἰκοδομῆτε τοὺς ἀκούοντας· ὅπερ καὶ ἀρχόμενος εἶπε, Πάντα πρὸς οἰκοδομὴν γινέσθω. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν. Οὐδαμοῦ τὸ πλεῖστον προσέθηκε καθάπερ ἐπὶ τῶν γλωττῶν. Καὶ τί τοῦτό φησιν; οὐδὲ γὰρ τὴν προφητείαν αὐτάρκη δείκνυσιν, εἴ γε ἄλλοις ἐπιτρέπει τὴν κρίσιν. Σφόδρα μὲν οὖν αὐτάρκης· οὐδὲ γὰρ ἐπεστόμισεν αὐτὸν καθάπερ ἐκεῖνον, οὐκ ὄντος ἑρμηνεύοντος· οὐδὲ ὥσπερ ἐπ' ἐκείνου εἶπεν, Ἐὰν μὴ ᾖ ὁ διερμηνευτὴς, σιγάτω, οὕτω καὶ ἐπὶ τούτου, Ἐὰν μὴ ᾖ ὁ διακρίνων, μὴ προφητευέτω, ἀλλ' ἠσφαλίσατο μόνον τὸν ἀκροατήν. Πρὸς γὰρ τὴν τῶν ἀκουόντων πληροφορίαν τοῦτο εἴρηκεν, ὥστε μὴ παρεμπεσεῖν μεταξὺ μάντιν. Τοῦτο γὰρ καὶ ἀρχόμενος φυλάττεσθαι ἐκέλευεν, ὅτε μαντείας καὶ προφητείας διαίρεσιν εἰσήγαγε, καὶ νῦν αὐτὸ διακρίνειν κελεύει καὶ σκοπεῖν, ὥστε μή τι παρεισδῦναι διαβολικόν. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. Δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. Τί ποτέ ἐστι τοῦτο τὸ εἰρημένον; Εἰ προφητεύοντός σου, φησὶ, καὶ φθεγγομένου, τὸ πνεῦμα τοῦ ἑτέρου διεγείρειεν αὐτὸν, σίγα λοιπόν. Ὅπερ γὰρ εἶπεν ἐπὶ τῶν γλωττῶν, τοῦτο καὶ ἐνταῦθα ἀπαιτεῖ τὸ ἀνὰ μέρος, ἀλλὰ θειότερα ἐνταῦθα· οὐ γὰρ εἶπεν, Ἀνὰ μέρος, ἀλλ', Ἐὰν ἄλλῳ ἀποκαλυφθῇ. Τί γὰρ ἐχρῆν λοιπὸν, τούτου κινουμένου πρὸς προφητείαν, ἐκεῖνον λέγειν; Ἀλλ' ἀμφοτέρους ἐχρῆν; Ἀλλ' ἄτοπον, καὶ σύγχυσιν ἔχον. Ἀλλὰ τὸν πρότερον; Ἀλλὰ καὶ τοῦτο ἄτοπον. Διὰ γὰρ τοῦτο, λέγοντος ἐκείνου, τοῦτον ἐκίνει τὸ Πνεῦμα, ἵνα τι καὶ οὗτος εἴπῃ. Εἶτα παραμυθούμενος τὸν ἐπιστομισθέντα, φησί· Δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. Ὁρᾷς πῶς πάλιν τὴν αἰτίαν τίθησι, δι' ἣν πάντα ποιεῖ; Εἰ γὰρ τὸν γλώσσαις λαλοῦντα καθόλου κωλύει λέγειν, ὅταν ἑρμηνέα μὴ ἔχῃ, διὰ τὸ ἀνωφελὲς, εἰκότως καὶ προφητείαν, ἂν μὴ τοῦτο ἔχῃ, ἀλλὰ σύγχυσιν ποιῇ καὶ ταραχὴν καὶ θόρυβον ἄκαιρον, κατέχειν κελεύει. Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. Εἶδες πῶς ἐνέτρεψεν αὐτὸν εὐτόνως καὶ φοβερῶς; Ἵνα γὰρ μὴ φιλονεικῇ, μηδὲ στασιάζῃ ὁ ἄνθρωπος, αὐτὸ τὸ χάρισμα δείκνυσιν ὑποτασσόμενον· πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει. Εἰ δὲ τὸ πνεῦμα ὑποτάσσεται, πολλῷ μᾶλλον σὺ ὁ κεκτημένος οὐκ ἂν εἴης δίκαιος φιλονεικεῖν. Εἶτα δείκνυσιν ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, ἐπάγων καὶ λέγων· Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Εἶδες δι' ὅσων ἤγαγεν αὐτὸν εἰς σιγὴν, καὶ παρεμυθήσατο θατέρῳ παραχωροῦντα; δι' ἑνὸς μὲν καὶ πρώτου, τοῦ μὴ ἐκλύεσθαι τούτου γινομένου· Δύνασθε γὰρ, φησὶ, καθ' ἕνα πάντες προφητεύειν· δι' ἑτέρου δὲ τοῦ καὶ τῷ Πνεύματι τοῦτο δοκεῖν· Πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται· πρὸς τούτοις τῷ κατὰ γνώμην τοῦ Θεοῦ τοῦτο εἶναι· Οὐ γάρ ἐστιν ἀκαταστασίας, φησὶν, ὁ Θεὸς, ἀλλὰ εἰρήνης· καὶ τετάρτῳ, τῷ πανταχοῦ τῆς οἰκουμένης τοῦτον κρατεῖν τὸν νόμον, καὶ μηδὲν ξένον αὐτοῖς ἐπιτάττεσθαι. Οὕτω γὰρ ἐν πάσαις, φησὶ, ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Τί τοίνυν φρικωδέστερον τούτων γένοιτ' ἂν τῶν πραγμάτων; Καὶ γὰρ οὐρανὸς ἡ Ἐκκλησία τότε, τοῦ Πνεύματος πάντα δημαγωγοῦντος καὶ τῶν προεστώτων ἕκαστον κινοῦντος, καὶ ἔνθουν ποιοῦντος. Ἀλλὰ νῦν τὰ σύμβολα κατέχομεν τῶν χαρισμάτων ἐκείνων μόνον. Καὶ γὰρ καὶ νῦν δύο ἢ τρεῖς λέγομεν, καὶ ἀνὰ μέρος, καὶ ἑτέρου σιγῶντος ἕτερος ἄρχεται· ἀλλὰ σημεῖα ταῦτα μόνον ἐστὶν ἐκείνων καὶ ὑπομνήματα. Διὸ ἐπειδὰν ἀρξώμεθα λέγειν, ὁ λαὸς ἀντιφθέγγεται, Τῷ Πνεύματί σου, δεικνὺς ὅτι τὸ παλαιὸν οὕτως ἔλεγον, οὐκ οἰκείᾳ σοφίᾳ, ἀλλὰ τῷ Πνεύματι κινούμενοι. Ἀλλ' οὐχὶ νῦν· τὸ ἐμαυτοῦ λέγω τέως.