Ancient Greek
Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-23
Not analysed yet
Ἀλλ' ἔοικεν ἡ Ἐκκλησία νῦν γυναικὶ τῆς παλαιᾶς εὐημερίας ἐκπεσούσῃ, καὶ τὰ σύμβολα κατεχούσῃ πολλαχοῦ μόνον τῆς ἀρχαίας εὐπραγίας ἐκείνης, καὶ τὰς μὲν θήκας τῶν χρυσίων ἐπιδεικνυμένῃ καὶ τὰ κιβώτια, τὸν δὲ πλοῦτον ἀφῃρημένῃ· ταύτῃ προσέοικεν ἡ Ἐκκλησία νῦν. Καὶ οὐ χαρισμάτων ἕνεκεν τοῦτο λέγω· οὐδὲ γὰρ ἦν δεινὸν, εἰ τοῦτο ἦν μόνον· ἀλλὰ καὶ βίου καὶ ἀρετῆς. Καὶ γὰρ ὁ τῶν χηρῶν ἀριθμὸς, καὶ ὁ τῶν παρθένων χορὸς τότε μὲν εἶχε κόσμον ταῖς Ἐκκλησίαις πολύν· νῦν δὲ ἠρήμωται καὶ κεκένωται, καὶ τὰ σύμβολα μένει μόνον. Εἰσὶ μὲν γὰρ χῆραι καὶ νῦν, εἰσὶ καὶ παρθένοι, ἀλλ' οὐκ ἔχουσιν αὗται τὸν κόσμον ἐκεῖνον, ὃν τὰς ἀποδυσαμένας πρὸς τὰ τοιαῦτα παλαίσματα ἔχειν χρή. Καὶ γὰρ τῆς παρθένου τὸ ἐξαίρετον γνώρισμα, τὸ τὰ τοῦ Θεοῦ μεριμνᾷν μόνα, καὶ τὸ εὐπρόσεδρον ἀπερισπάστως· καὶ τῆς χήρας οὐχ οὕτω τὸ μὴ δευτέροις ὁμιλῆσαι γάμοις δεῖγμα γένοιτ' ἂν, ὡς τἄλλα, τὰ τῆς φιλοξενίας, τὰ τῆς φιλοπτωχίας, τὰ τῆς φιλοκαρτερίας τῆς ἐν εὐχαῖς, πάντα τὰ ἄλλα, ἃ μετὰ πολλῆς ἀπαιτεῖ τῆς ἀκριβείας ὁ Παῦλος Τιμοθέῳ γράφων. Ἴδοι τις ἂν καὶ τὰς ἐν γάμῳ πολλὴν ἐπιδεικνυμένας παρ' ἡμῖν τὴν κοσμιότητα. Ἀλλ' οὐ τοῦτο μόνον ἐστὶ τὸ ζητούμενον, ἀλλ' ἡ περὶ τοὺς δεομένους μετὰ σπουδῆς θεραπεία, δι' ἧς αἱ ἀρχαῖαι μάλιστα ἀπέλαμπον γυναῖκες, οὐχ ὡς αἱ πολλαὶ τῶν νῦν. Τότε μὲν γὰρ ἀντὶ χρυσοῦ τὸν ἀπὸ τῆς ἐλεημοσύνης περιέκειντο καλλωπισμόν· νυνὶ δὲ ἀφεῖσαι τοῦτο, σχοινία χρυσᾶ ἀπὸ τῆς σειρᾶς τῶν ἁμαρτιῶν πεπλεγμένα πανταχόθεν περίκεινται. Εἴπω καὶ ἄλλην θήκην κεκενωμένην τοῦ πατρῴου κόσμου; Συνῄεσαν τὸ παλαιὸν ἅπαντες, καὶ ὑπέψαλλον κοινῇ. Τοῦτο ποιοῦμεν καὶ νῦν· ἀλλὰ τότε μὲν ἐν ἅπασι μία ψυχὴ ἦν καὶ καρδία μία· νυνὶ δὲ οὐδὲ ἐν μιᾷ ψυχῇ τὴν ὁμόνοιαν ἐκείνην ἴδοι τις ἂν, ἀλλὰ πολὺς ὁ πόλεμος πανταχοῦ. Εἰρήνην καὶ νῦν πᾶσιν ὁ τῆς Ἐκκλησίας προεστὼς ἐπεύχεται, ὡς εἰς πατρῴαν οἰκίαν εἰσιών· ἀλλὰ τῆς εἰρήνης ταύτης τὸ μὲν ὄνομα πολὺ, τὸ δὲ πρᾶγμα οὐδαμοῦ. Τότε καὶ αἱ οἰκίαι ἐκκλησίαι ἦσαν· νυνὶ δὲ καὶ ἡ ἐκκλησία οἰκία, μᾶλλον δὲ καὶ οἰκίας πάσης χείρων. Ἐν οἰκίᾳ μὲν γὰρ πολλὴν καὶ εὐταξίαν ἴδοι τις ἄν· καὶ γὰρ ἡ κυρία τῆς οἰκίας ἐπὶ τοῦ θρόνου κάθηται μετὰ εὐσχημοσύνης ἁπάσης, καὶ αἱ θεραπαινίδες μετὰ τῆς ἡσυχίας ὑφαίνουσι, καὶ τῶν οἰκετῶν ἕκαστος τὸ ἐπιταχθὲν μετὰ χεῖρας ἔχει. Ἐνταῦθα δὲ πολὺς ὁ θόρυβος, πολλὴ ἡ σύγχυσις, καὶ καπηλείου οὐδὲν διενήνοχε τὰ παρ' ἡμῖν· τοσοῦτος ὁ γέλως, τοσαύτη ἡ ταραχὴ, καθάπερ ἐν βαλανείοις, καθάπερ ἐν ἀγοραῖς κραζόντων, θορυβούντων ἁπάντων. Καὶ ταῦτα ἐνταῦθα μόνον· ὡς ἀλλαχοῦ οὐδὲ προσειπεῖν τὸν πλησίον ἔξεστιν ἐν ἐκκλησίᾳ, κἂν χρόνιόν τις ἀπολάβῃ τὸν φίλον, ἀλλ' ἔξω ταῦτα γίνεται, καὶ μάλα εἰκότως. Οὐ γὰρ κουρεῖον, οὐδὲ μυροπωλεῖον ἡ ἐκκλησία, οὐδὲ ἐργαστήριον ἕτερον τῶν ἐπ' ἀγορᾶς, ἀλλὰ τόπος ἀγγέλων, τόπος ἀρχαγγέλων, βασιλεία Θεοῦ, αὐτὸς ὁ οὐρανός. Ὥσπερ οὖν εἴ τις τὸν οὐρανὸν διαστείλας ἐκεῖ σε εἰσήγαγε, κἂν τὸν πατέρα, κἂν τὸν ἀδελφὸν εἶδες, οὐκ ἂν ἐτόλμησας φθέγξασθαι· οὕτως οὐδὲ ἐνταῦθα ἕτερόν τι, πλὴν τῶν πνευματικῶν φθέγγεσθαι ἔδει· καὶ γὰρ καὶ τὰ ἐνταῦθα οὐρανός. Εἰ δὲ ἀπιστεῖς, ἴδε πρὸς ταυτηνὶ τὴν τράπεζαν, ἀναμνήσθητι τίνος ἕνεκεν ἕστηκε, καὶ διὰ τί· ἐννόησον τίς ὁ προβαίνων ἐνταῦθα, φρίξον καὶ πρὸ τοῦ καιροῦ. Καὶ γὰρ καὶ θρόνον τις ἰδὼν μόνον βασιλέως, ἀνίσταται τῇ ψυχῇ, προσδοκῶν τὴν ἔξοδον τοῦ βασιλέως. Καὶ σὺ τοίνυν καὶ πρὸ τοῦ καιροῦ τοῦ φρικώδους φρίξον ἐκείνου, διανάστηθι, καὶ πρὶν ἰδεῖν τὰ παραπετάσματα ἀναστελλόμενα καὶ τὸν χορὸν τῶν ἀγγέλων προβαίνοντα, πρὸς αὐτὸν ἀνάβαινε τὸν οὐρανόν. Ἀλλ' ἀγνοεῖ ταῦτα ὁ ἀμύητος· οὐκοῦν ἀναγκαῖον καὶ πρὸς ἐκεῖνον εἰπεῖν ἕτερα. Οὐδὲ γὰρ πρὸς τοῦτον ἀπορήσομεν τῶν δυναμένων αὐτὸν διαναστῆσαι καὶ πεῖσαι πέτεσθαι. Σὺ τοίνυν ὁ ταῦτα ἀγνοῶν, ὅταν ἀκούσῃς τοῦ προφήτου λέγοντος, Τάδε λέγει Κύριος· Ἀπόστηθι τῆς γῆς, ἀνάβηθι καὶ αὐτὸς εἰς τὸν οὐρανὸν, ἐννόησον τίς ἐστιν ὁ δι' ἐκείνου σοι διαλεγόμενος. Νῦν δὲ, μίμου μὲν γελωτοποιοῦντος, καὶ πορνευομένης γυναικὸς καὶ ἀσχημονούσης, θέατρον τοσοῦτον κάθηται, πολλὴν παρέχον τὴν ἡσυχίαν τοῖς λεγομένοις, καὶ ταῦτα οὐδενὸς κελεύοντος σιγᾷν, καὶ οὔτε θόρυβος οὔτε κραυγὴ, οὐχ ὁ τυχὼν θροῦς· Θεοῦ δὲ ἐκ τῶν οὐρανῶν φθεγγομένου περὶ φρικτῶν οὕτω πραγμάτων, κυνῶν ἀναισχυντότερον διακείμεθα, οὐδὲ ὅσην ταῖς πόρναις γυναιξὶ, τοσαύτην τῷ Θεῷ παρέχοντες τὴν αἰδώ.