Ancient Greek
Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-5
Not analysed yet
Ὁρᾷς ὅσον τὸ μέσον τῆς σοφίας ταύτης κἀκείνης; Ἅπερ ἄγγελοι οὐκ ἔγνωσαν, ταῦτα ἡμᾶς ἐπαίδευσεν αὕτη. Ἡ δὲ ἔξωθεν τοὐναντίον ἐποίησεν· οὐ μόνον οὐκ ἐπαίδευσεν, ἀλλὰ καὶ ἐκώλυσε καὶ διετείχισε, καὶ μετὰ τὸ γενέσθαι ἐπεσκίαζε τοῖς γεγενημένοις, τὸν σταυρὸν κενοῦσα. Οὐ τοίνυν τῷ μαθεῖν δείκνυσι τὴν εἰς ἡμᾶς τιμὴν, καὶ τῷ μετὰ ἀγγέλων μαθεῖν, ἀλλὰ καὶ τῷ διὰ τοῦ Πνεύματος αὐτοῦ μαθεῖν. Εἶτα δεικνὺς τὸ μέγεθος, φησὶν, ὅτι Εἰ μὴ τὸ Πνεῦμα τὸ ἐπιστάμενον τὰ ἀπόῤῥητα τοῦ Θεοῦ, ἀπεκάλυψεν, οὐκ ἂν ἐμάθομεν. Οὕτω περισπούδαστον τῷ Θεῷ τὸ πρᾶγμα ἦν, ὥστε ἐν τοῖς ἀποῤῥήτοις εἶναι. Διὸ καὶ ἐκείνου ἐδεήθημεν διδασκάλου τοῦ ταῦτα σαφῶς εἰδότος. Τὸ γὰρ Πνεῦμα πάντα, φησὶν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Οὐ γὰρ ἀγνοίας, ἀλλ' ἀκριβοῦς γνώσεως ἐνταῦθα τὸ ἐρευνᾷν ἐνδεικτικόν. Ταύτῃ γοῦν τῇ λέξει καὶ ἐπὶ τοῦ Θεοῦ κέχρηται λέγων· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος. Εἶτα περὶ τῆς τοῦ Πνεύματος γνώσεως μετὰ ἀκριβείας εἰπὼν, καὶ διδάξας ὅτι οὕτως ἐξισάζει πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς ἡ ἀνθρώπου γνῶσις αὐτὴ πρὸς ἑαυτὴν, καὶ δείξας ὅτι πάντα ἐκεῖθεν ἐμάθομεν, καὶ ἀναγκαίως ἐκεῖθεν, ἐπήγαγεν· Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Ὁρᾷς ποῦ ἡμᾶς ἀνήγαγεν ἀπὸ τῆς ἀξίας τοῦ διδασκάλου; Τοσοῦτον γὰρ ἡμεῖς ἐκείνων σοφώτεροι, ὅσον τὸ μέσον Πλάτωνός τε καὶ Πνεύματος ἁγίου. Οἱ μὲν γὰρ τοὺς ἔξωθεν ῥήτορας ἔχουσι διδασκάλους, ἡμεῖς δὲ τὸ Πνεῦμα τὸ ἅγιον. Τί δέ ἐστι, Πνευματικοῖς πνευματικὰ συγκρίνοντες; Ὅταν πνευματικὸν καὶ ἄπορον ᾖ, ἀπὸ τῶν πνευματικῶν τὰς μαρτυρίας ἄγομεν. Οἷον λέγω, ὅτι ἀνέστη ὁ Χριστὸς, ὅτι ἀπὸ Παρθένου ἐγεννήθη. Παράγω μαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις, τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν, καὶ τὴν μετὰ ταῦτα ἀπαλλαγὴν, τῶν στειρῶν τοὺς τοκετοὺς, τῆς Σάῤῥας, τῆς Ῥεβέκκας καὶ τῶν λοιπῶν, τὴν ἐν τῷ παραδείσῳ τῶν δένδρων βλάστην γεγενημένην, οὐ σπερμάτων καταβληθέντων, οὐχ ὑετῶν κατενεχθέντων, οὐκ αὔλακος ἀνατμηθείσης. Τὰ γὰρ μέλλοντα διεπλάττετο καὶ διεγράφετο, ὡς ἐν σκιᾷ, τοῖς προτέροις, ἵνα πιστευθῇ ταῦτα παραγενόμενα. Καὶ δείκνυμι πάλιν, πῶς ἀπὸ γῆς ἄνθρωπος, καὶ πῶς ἀπὸ ἀνθρώπου μόνου ἡ γυνὴ, καὶ οὐδαμοῦ συνουσία, πῶς αὐτὴ ἡ γῆ ἀπ' οὐδενὸς, τῆς δυνάμεως τοῦ Δημιουργοῦ πανταχοῦ πρὸς πάντα ἀρκούσης. Οὕτω πνευματικοῖς πνευματικὰ συγκρίνω, καὶ οὐδαμοῦ χρείαν ἔχω τῆς ἔξωθεν σοφίας, οὐδὲ λογισμῶν οὐδὲ παρασκευῶν. Ἐκεῖνοι γὰρ καὶ παρασαλεύουσι τὴν ἀσθενῆ διάνοιαν καὶ θορυβοῦσι, καὶ ἀποδεῖξαι σαφῶς οὐδὲν ὧν λέγουσιν ἔχουσιν, ἀλλὰ καὶ τοὐναντίον ποιοῦσι· ταράττουσι μᾶλλον, καὶ ζόφου πληροῦσι καὶ ἀπορίας πολλῆς. Διό φησι· Πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Ὁρᾷς, πῶς περιττὴν αὐτὴν δείκνυσιν; οὐ μόνον δὲ περιττὴν, ἀλλὰ καὶ ἐναντίαν καὶ βλαβεράν. Καὶ γὰρ τὸ εἰπεῖν, Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ, καὶ, Ἵνα μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἡ πίστις ἡμῶν, τοῦτο ἐδήλωσεν. Ἐνταῦθα δὲ δείκνυσιν, ὅτι ἀδύνατον θαῤῥοῦντας καὶ τὸ πᾶν ἐπιτρέποντας αὐτῇ, μαθεῖν τι τῶν χρησίμων. Ψυχικὸς γὰρ ἄνθρωπος, φησὶν, οὐ δέχεται τὰ τοῦ Πνεύματος. Δεῖ τοίνυν αὐτὴν ἀποθέσθαι πρότερον. Τί οὖν; διαβέβληται, φησὶν, ἡ σοφία ἡ ἔξωθεν; Καίτοι ἔργον ἐστὶ τοῦ Θεοῦ. Πόθεν δῆλον; Οὐ γὰρ αὐτὸς αὐτὴν ἐποίησεν, ἀλλὰ σὺ ἐπεξεῦρες· καὶ γὰρ σοφίαν ἐνταῦθα τὸ περίεργον τῆς ζητήσεως λέγει, καὶ τὴν περιττὴν εὐγλωττίαν. Εἰ δὲ τὴν σύνεσιν τὴν ἀνθρωπίνην φαίη τις αὐτὸν λέγειν, καὶ οὕτω τὸ ἔγκλημα σόν. Σὺ γὰρ αὐτὴν διαβάλλεις, ὁ κακῶς κεχρημένος, ὁ πρὸς βλάβην καὶ ἐναντίωσιν Θεοῦ, ὁ ἀπαιτῶν αὐτὴν ἅπερ οὐκ εἶχεν. Ἐπεὶ οὖν ἐν αὐτῇ καυχᾶσαι καὶ Θεῷ πολεμεῖς, ἤλεγξεν αὐτῆς τὴν ἀσθένειαν. Ἐπεὶ καὶ ἰσχὺς σώματος καλόν· ἀλλ' ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσατο αὐτῇ ὁ Κάϊν, παρέλυσεν αὐτὸν ὁ Θεὸς, καὶ τρέμειν ἐποίησε. Καὶ ὁ οἶνος καλόν· ἀλλ' ἐπειδὴ ἀμέτρως ἀπέλαυσαν οἱ Ἰουδαῖοι, καθόλου τοῖς ἱερεῦσιν ἀπηγόρευσεν ὁ Θεὸς τοῦ καρποῦ τὴν χρῆσιν. Ἐπεὶ οὖν καὶ σὺ τῇ σοφίᾳ εἰς ἀθέτησιν ἀπεχρήσω τοῦ Θεοῦ, καὶ μείζονα ἀπῄτησας αὐτὴν τῆς οἰκείας ἰσχύος, ἀπάγων σε τῆς ἀνθρωπίνης ἐλπίδος, ἔδειξεν αὐτῆς τὴν ἀσθένειαν. Καὶ γὰρ καὶ ψυχικός ἐστιν ὁ τὸ πᾶν τοῖς λογισμοῖς τοῖς ψυχροῖς διδοὺς, καὶ μὴ νομίζων ἄνωθέν τινος δεῖσθαι βοηθείας, ὅπερ ἐστὶν ἀνοίας. Καὶ γὰρ ἔδωκεν αὐτὴν ὁ Θεὸς, ἵνα μανθάνῃ καὶ δέχηται τὸ παρ' αὐτοῦ, οὐχ ἵνα ἑαυτῇ αὐτὴ ἀρκεῖν νομίζῃ. Καὶ γὰρ οἱ ὀφθαλμοὶ καλοὶ καὶ χρήσιμοι, ἀλλ' ἐὰν βούλωνται χωρὶς φωτὸς ὁρᾷν, οὐδὲν αὐτοὺς τὸ κάλλος ὀνίνησιν οὐδὲ ἡ οἰκεία ἰσχὺς, ἀλλὰ καὶ παραβλάπτει. Οὕτω τοίνυν καὶ ψυχὴ, ἐὰν βουληθῇ χωρὶς Πνεύματος βλέπειν, καὶ ἐμπόδιον ἑαυτῇ γίνεται. Πῶς οὖν πρὸ τούτου, φησὶν, ἀφ' ἑαυτῆς πάντα ἑώρα; Οὐδέποτε ἀφ' ἑαυτῆς, ἀλλ' εἶχε τὴν κτίσιν ἀντὶ βιβλίου προκειμένην ἐν μέσῳ· ἐπειδὴ δὲ, ἀφέντες βαδίσαι τὴν ὁδὸν, ἣν αὐτοῖς ὁ Θεὸς ἐκέλευσε, καὶ διὰ τοῦ κάλλους τῶν ὁρωμένων γνῶναι τὸν Δημιουργὸν, λογισμοῖς τὰ σκῆπτρα τῆς γνώσεως ἐνεχείρισαν, εἰς πέλαγος ἀσεβείας ἀσθενήσαντες κατέδυσαν, εὐθέως τὴν ἄβυσσον τῶν κακῶν εἰσάγοντες. καὶ εἰπόντες οὐδὲν ἐξ οὐκ ὄντων γίνεσθαι, ἀλλ' ἐξ ὕλης ἀγεννήτου, ὅθεν καὶ μυρίας ἔτεκον αἱρέσεις· καὶ ἐν μὲν τοῖς σφόδρα ἀτόποις συνηνέχθησαν, ἐν δὲ οἷς ἐδόκουν ὑγιές τι κἂν ὡς ἐν σκιαῖς ὀνειρώττειν, ἀλλήλοις συνεῤῥάγησαν, ἵν' ἑκατέρωθεν καταγελασθῶσιν. Ὅτι μὲν γὰρ ἐξ οὐκ ὄντων οὐδὲν γίνεται, πάντες ὁμοῦ σχεδὸν εἶπον καὶ ἔγραψαν, καὶ οὕτω μετὰ πολλῆς τῆς σπουδῆς. Ἐν τοῖς ἀτόποις οὖν ἤλασεν αὐτοὺς ὁ διάβολος· ἐν δὲ τοῖς χρησίμοις ἐν οἷς ἔδοξαν κἂν ἐν αἰνίγματί τι τῶν ζητουμένων εὑρίσκειν, ἐν τούτοις ἑαυτοὺς ἐπολέμησαν· οἷον, ὅτι ἀθάνατος ἡ ψυχὴ, καὶ ὅτι ἡ ἀρετὴ οὐδενὸς δεῖται τῶν ἔξωθεν, καὶ ὅτι οὐκ ἀνάγκης οὐδὲ εἱμαρμένης τὸ γενέσθαι καλοὺς, ἢ μὴ τοιούτους.