Ancient Greek
Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-3
Not analysed yet
Εἶδες τοῦ διαβόλου κακουργίαν; Εἴ που τι διεφθαρμένον εἶδεν εἰπόντας, ὁμονοῆσαι πάντας ἐποίησεν· εἴ που δέ τι ὑγιὲς φθεγξαμένους, ἑτέρους κατ' αὐτῶν διήγειρεν· ὥστε μήτε τὰ ἄτοπα ἐκπεσεῖν τῇ συμφωνίᾳ βεβαιούμενα, καὶ τὰ χρήσιμα διαῤῥυῆναι ποικίλως βαλλόμενα. Ὅρα πῶς πανταχοῦ ἄτονος ἡ ψυχὴ, καὶ οὐκ ἀρκεῖ ἑαυτῇ. Καὶ τοῦτο εἰκότως γεγένηται. Εἰ γὰρ τοιαύτη γεγονυῖα φιλονεικεῖ μηδενὸς χρείαν ἔχειν, καὶ ἀπάγει ἑαυτὴν τοῦ Θεοῦ, εἰ μὴ τοιαύτη ἐγεγένητο, ποῦ οὐκ ἂν ἐξώλισθε μανίας; Εἰ λαβοῦσα σῶμα θνητὸν, ἀπὸ ψευδοῦς ὑποσχέσεως τοῦ διαβόλου προσεδόκησε πολλῷ μείζονα· Ἔσεσθε γὰρ, φησὶν, ὡς θεοί· εἰ καὶ τοῦτο ἐξ ἀρχῆς ἔλαβεν ἀθάνατον, ποῦ οὐκ ἂν ἐξέπεσε; Καὶ γὰρ καὶ μετ' ἐκεῖνο ἀγέννητον ἑαυτὴν ἔφησεν εἶναι, καὶ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τοῦ σεσηπότος τῶν Μανιχαίων στόματος· καὶ τοὺς θεοὺς τοὺς παρ' Ἕλλησιν ἀπὸ τούτου τοῦ νοσήματος τῆς ὑποθέσεως ἀνέπλασε. Διὰ τοῦτό μοι δοκεῖ καὶ τὴν ἀρετὴν ὁ Θεὸς ἐπίμοχθον ποιῆσαι, κάμπτων αὐτὴν καὶ εἰς τὸ μετριάζειν ἄγων. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὡς ἂν εἴ τις ἀπὸ μικρῶν μεγάλα στοχάσαιτο, ἀπὸ τῶν Ἰσραηλιτῶν αὐτὸ μάθωμεν. Οὗτοι γοῦν ἡνίκα οὐκ ἔζων ἐπίμοχθον βίον, ἀλλ' ἀνέσεως ἀπέλαυον, οὐκ ἐνεγκόντες τὴν εὐημερίαν, ἐξώλισθον εἰς ἀσέβειαν. Τί οὖν ὁ Θεὸς μετὰ τοῦτο; Πλῆθος νομίμων ἐπέθηκε, κωλύων αὐτῶν τὴν ἄδειαν. Καὶ ἵνα μάθῃς ὅτι οὐ πρὸς ἀρετήν τινα συντελεῖ τὰ νόμιμα ταῦτα, ἀλλ' ἀντὶ χαλινοῦ τινος ἦν αὐτοῖς διδόμενα, ἀφορμὴν ἀσχολίας παρέχοντα, ἄκουσον τί περὶ αὐτῶν ὁ προφήτης φησίν· Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. Τί δέ ἐστιν, Οὐ καλά; Οὐδὲν μέγα πρὸς ἀρετὴν συντελοῦντα· διὸ καὶ ἐπάγει· Δικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Εἰκότως· ὥσπερ γὰρ τοῖς ὀφθαλμοῖς τούτοις οὐδεὶς ἂν τὰ ἐν τοῖς οὐρανοῖς καταμάθοι· οὕτως οὐδὲ ψυχὴ μόνη τὰ τοῦ Πνεύματος. Καὶ τί λέγω τὰ ἐν τοῖς οὐρανοῖς; Οὐδὲ τὰ ἐν τῇ γῇ ἅπαντα. Καὶ γὰρ ὁρῶντες πύργον πόῤῥωθεν τετράγωνον, στρογγύλον εἶναι νομίζομεν· ἔστι δὲ ὀφθαλμῶν ἀπάτη τὰ τῆς τοιαύτης ὑπολήψεως. Οὕτω τοίνυν καὶ ὅταν τὰ πόῤῥωθεν ἡμῶν πράγματα διὰ τῆς διανοίας μόνης δοκιμάζῃ τις, γέλως πολὺς ἕψεται. Οὐ γὰρ μόνον, οἷάπερ ἐστὶν αὐτὰ οὐκ ὄψεται, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐστιν ἡγήσεται· διὸ καὶ ἐπήγαγε· Μωρία γὰρ αὐτῷ ἐστι. Τοῦτο δὲ οὐ τῆς φύσεως τοῦ πράγματος, ἀλλὰ τῆς ἀσθενείας τοῦ μὴ δυνηθέντος τοῦ μεγέθους αὐτῶν ἐφικέσθαι διὰ τῶν τῆς ψυχῆς ὄψεων. Εἶτα καὶ τὴν αἰτίαν ἀντιτίθησι λέγων· Ὅτι οὐκ οἶδεν, ὅτι πνευματικῶς ἀνακρίνεται. Τουτέστιν, ὅτι πίστεως δεῖται τὰ λεγόμενα, καὶ λόγοις αὐτὰ καταλαβεῖν οὐκ ἔνι· ὑπερβαίνει γὰρ αὐτῶν τὸ μέγεθος ἐκ πολλοῦ τοῦ περιόντος τῆς ἡμετέρας διανοίας τὴν εὐτέλειαν. Διό φησιν· Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Καὶ γὰρ ὁ βλέπων, πάντα μὲν αὐτὸς καθορᾷ καὶ τὰ τοῦ μὴ βλέποντος, τὰ δὲ ἐκείνου τῶν μὴ βλεπόντων οὐδείς. Οὕτω καὶ νῦν, τὰ μὲν ἡμέτερα καὶ τὰ τῶν ἀπίστων πάντα ἴσμεν ἡμεῖς, τὰ δὲ ἡμῶν ἐκεῖνοι λοιπὸν οὐκέτι. Καὶ γὰρ ἴσμεν τίς μὲν ἡ τῶν παρόντων πραγμάτων φύσις, τίς δὲ ἡ τῶν μελλόντων ἀξία, καὶ τί ποτε ὁ κόσμος μετὰ ταῦτα γενήσεται, καὶ τί μὲν οἱ ἁμαρτωλοὶ πείσονται, τίνος δὲ ἀπολαύσονται οἱ δίκαιοι, καὶ ὅτι οὐδενὸς ἄξια τὰ παρόντα πράγματα καὶ ἴσμεν, καὶ ἐλέγχομεν αὐτῶν τὴν εὐτέλειαν (τὸ γὰρ ἀνακρίνειν, καὶ ἐλέγχειν ἐστὶ), καὶ ὅτι τὰ μέλλοντά ἐστιν ἀθάνατα καὶ ἀκίνητα. Ταῦτα ἅπαντα οἶδεν ὁ πνευματικὸς, καὶ τί πείσεται ὁ ψυχικὸς ἀπελθὼν ἐκεῖ, καὶ τίνος ἀπολαύσεται ὁ πιστὸς ἐντεῦθεν ἀποδημήσας, ὧν οὐδὲν οἶδεν ὁ ψυχικός. Διὸ καὶ σαφῆ τῶν εἰρημένων ἀπόδειξιν ἐπαγαγὼν, ἔλεγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Τουτέστι, τὰ ἐν τῷ νῷ τοῦ Χριστοῦ ταῦτα ἡμεῖς ἴσμεν, καὶ ἅπερ αὐτὸς βούλεται καὶ ἀπεκάλυψεν. Εἶτα, ἐπειδὴ εἶπεν, ὅτι τὸ Πνεῦμα ἀπεκάλυψεν, ἵνα μή τις τὸν Υἱὸν παρώσηται, ἐπάγει ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἡμῖν ἔδειξεν· οὐ τοῦτο λέγων, ὅτι πάντα ἃ οἶδεν ἴσμεν, ἀλλ' ὅτι πάντα ἃ οἴδαμεν, οὐκ ἀνθρώπινα, ὥστε ὑποπτευθῆναι, ἀλλὰ τοῦ νοῦ ἐκείνου καὶ πνευματικά.