Ancient Greek
Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-6
Not analysed yet
Τί ταύτης τῆς μανίας χεῖρον; Τῆς οὖν εὐφημίας τῶν οὕτω διακειμένων ἀνθρώπων ἐπιθυμεῖς, καὶ οὐ κατορύττεις σαυτόν; Εἰ γὰρ καὶ πάντες σε ἐθαύμαζον οἱ τοιοῦτοι, οὐκ ἐχρῆν αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι, παρ' ἀνθρώπων οὕτω διεφθαρμένων τὰς κρίσεις κροτούμενον; Πάλιν βλασφημία τοῖς νομοθέταις οὐδὲν εἶναι δοκεῖ φοβερόν· οὐδεὶς γοῦν τὸν Θεὸν βλασφημήσας, εἰς τὸ δικαστήριον εἱλκύσθη καὶ δίκην δέδωκεν. Ἀλλ' ἐὰν μὲν τὸ ἱμάτιόν τις κλέψῃ, ἢ βαλάντιον διατέμῃ, καὶ τὰς πλευρὰς διορύττεται καὶ θανάτῳ παραδίδοται πολλάκις· τὸν δὲ Θεὸν βλασφημῶν, οὐκ ἐγκαλεῖται παρὰ τῶν ἔξω νομοθετῶν. Κἂν δούλην προσφθείρῃ τις γυναῖκα ἔχων, οὐδὲν εἶναι δοκεῖ τοῖς νόμοις τοῖς ἔξωθεν οὐδὲ τοῖς πολλοῖς. Βούλει καὶ ἕτερα πάλιν ἀκοῦσαι δεικνύντα αὐτῶν τὴν ἄνοιαν; ταῦτα μὲν γὰρ οὐ κολάζουσιν, ἕτερα δὲ καὶ νομοθετοῦσιν αὐτοί. Τίνα οὖν εἰσιν ἐκεῖνα; Θέατρα συνάγουσι, καὶ πορνῶν ἐκεῖ γυναικῶν χοροὺς εἰσάγοντες καὶ παῖδας πεπορνευμένους καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνυβρίζοντας, καθίζουσι τὸν δῆμον ἄνω πάντα, οὕτω τὴν πόλιν ψυχαγωγοῦντες, οὕτω τοὺς μεγάλους ἐκείνους βασιλέας, οὓς ἀεὶ θαυμάζουσιν ἐπὶ τροπαίοις καὶ νίκαις, στεφανοῦντες. Καίτοι γε τί τῆς τιμῆς ταύτης ψυχρότερον; τί τῆς ἡδονῆς ἐκείνης ἀηδέστερον; ἐκ τούτων οὖν ἐπαινέτας ζητεῖς τῶν ἔργων τῶν σῶν; καὶ μετὰ ὀρχηστῶν καὶ μαλακῶν καὶ μίμων καὶ πορνῶν γυναικῶν εὐφημίας ἀπολαύειν θέλεις, εἰπέ μοι; καὶ πῶς οὐκ ἂν εἴη ταῦτα παρανοίας ἐσχάτης; Ἡδέως γὰρ ἂν αὐτοὺς ἐροίμην· Δεινὸν τοὺς τῆς φύσεως ἀνατρέπεσθαι νόμους, καὶ παρανόμους εἰσάγεσθαι μίξεις; πάντως ἐροῦσιν, ὅτι δεινόν· δοκοῦσι γοῦν καὶ κολάζειν τὸ ἀνόμημα τοῦτο. Τί οὖν τοὺς ἡταιρηκότας ἐκείνους εἰσάγεις; καὶ οὐκ εἰσάγεις μόνον, ἀλλὰ καὶ τιμᾷς μυρίαις καὶ ἀφάτοις δωρεαῖς; Ἀλλαχοῦ τοὺς τὰ τοιαῦτα τολμῶντας κολάζων, ἐνταῦθα δὲ καὶ ὡς εὐεργέταις κοινοῖς τῆς πόλεως, καὶ χρήματα ἀναλίσκεις, καὶ ἐκ τῶν δημοσίων αὐτοὺς τρέφεις δαπανημάτων. Ἀλλ' ἄτιμοι, φησὶν, εἰσί. Τί οὖν αὐτοὺς παιδοτριβεῖς; τί οὖν διὰ τῶν ἀτίμων τοὺς βασιλέας τιμᾷς; τί δὲ τὰς πόλεις ἐκτραχηλίζεις; τί δὲ εἰς αὐτοὺς τοσαῦτα δαπανᾷς; εἰ γὰρ ἄτιμοί εἰσιν, ἀπελαύνεσθαι ἐχρῆν τοὺς ἀτίμους. Τίνος δὲ ἕνεκεν ἀτίμους εἰργάσω; ὡς ἐπαινῶν, ἢ ὡς κατεγνωκώς; Δηλονότι ὡς κατεγνωκώς. Εἶτα ὡς μὲν κατεγνωκὼς ἀτίμους ποιεῖς, ὡς δὲ ἐντίμους τρέχεις ὀψόμενος, καὶ θαυμάζεις καὶ ἐπαινεῖς, καὶ κροτεῖς; Καὶ τί δεῖ λέγειν τὰς μαγγανείας τὰς ἐν ταῖς ἱπποδρομίαις, τὰς ἐν ταῖς τῶν θηρίων ἁμίλλαις; Πάσης γὰρ καὶ ἐκεῖνα παραπληξίας μεστὰ, παιδεύει τὸν δῆμον συνεχῶς ἀνηλεῆ τινα ἔχειν καὶ ὠμὸν καὶ ἀπάνθρωπον τρόπον, καὶ γυμνάζει ὁρᾷν ἀνθρώπους σπαραττομένους καὶ αἷμα καταῤῥέον καὶ θηρίων ὠμότητα πάντα συγχέουσαν. Καὶ ταῦτα πάντα οἱ σοφοὶ νομοθέται ἐξ ἀρχῆς ἐπεισήγαγον τὰ νοσήματα, καὶ κροτοῦσιν αἱ πόλεις καὶ θαυμάζουσι. Ἀλλ', εἰ βούλει, ταῦτα ἀφέντες, ἃ φανερῶς μὲν καὶ ὁμολογουμένως ἐστὶν ἄτοπα, τοῖς δὲ ἔξωθεν νομοθέταις οὐκ ἔδοξεν, ἐπὶ τὰ σεμνὰ προστάγματα ἔλθωμεν, καὶ ὄψει καὶ ταῦτα ἀπὸ τῆς τῶν πολλῶν δόξης διεφθαρμένα. Ὁ γὰρ γάμος πρᾶγμα τίμιον εἶναι δοκεῖ καὶ ἡμῖν καὶ τοῖς ἔξωθεν· καὶ ἔστι τίμιον· ἀλλὰ γάμων τελουμένων, τοσαῦτα καταγέλαστα γίνεται πράγματα, ὅσα αὐτίκα ἀκούσεσθε. Ὑπὸ γὰρ τῆς συνηθείας οἱ πολλοὶ κατεχόμενοι καὶ παραλογιζόμενοι, οὐδὲ διαγινώσκουσιν αὐτῶν τὸ ἄτοπον, ἀλλ' ἑτέρων δέονται τῶν διδασκόντων. Καὶ γὰρ χορεῖαι καὶ κύμβαλα καὶ αὐλοὶ καὶ ῥήματα καὶ ᾄσματα αἰσχρὰ καὶ μέθαι καὶ κῶμοι καὶ πολὺς ὁ τοῦ διαβόλου τότε ἐπεισάγεται φορυτός. Καὶ οἶδα μὲν ὅτι δόξω καταγέλαστος εἶναι τούτων ἐπιλαμβανόμενος, καὶ πολλὴν ὀφλήσω παρὰ τοῖς πολλοῖς ἄνοιαν, τοὺς παλαιοὺς νόμους μετακινῶν· ὅπερ γὰρ ἔφθην εἰπὼν, πολὺς τῆς συνηθείας ὁ παραλογισμός· ἀλλ' ὅμως οὐ παύσομαι ταῦτα λέγων. Ἴσως γὰρ, ἴσως, κἂν μὴ πάντες, ἀλλ' ὀλίγοι τινὲς ἡμᾶς ἀποδέξονται, καὶ αἱρήσονται καταγελᾶσθαι μεθ' ἡμῶν, ἢ γελᾷν ἡμᾶς μετ' ἐκείνων γέλωτα δακρύων ἄξιον καὶ πολλῆς κολάσεως καὶ τιμωρίας. Πῶς γὰρ οὐκ ἂν εἴη τῆς ἐσχάτης καταγνώσεως ἄξιον, παρθένον θαλαμευθεῖσαν διόλου, καὶ μαθοῦσαν αἰδεῖσθαι ἀπὸ τῆς πρώτης ἡλικίας, ἀθρόον ἀναγκάζειν ἅπασαν ἐκχεῖν τὴν αἰδὼ, καὶ ἐκ προοιμίων τοῦ γάμου τὴν ἀναισχυντίαν παιδεύειν, καὶ ἀσελγέσι καὶ ἀσέμνοις ἀνδράσι καὶ πόρνοις καὶ μαλακοῖς εἰς μέσον αὐτὴν προτιθέναι; ποῖον γὰρ οὐ φυτευθήσεται τῇ νύμφῃ κακὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης; Ἀναισχυντία, ἰταμότης, ἀναίδεια, δόξης ἔρως ἀτόπου· καὶ γὰρ ἐθελήσουσι τὰς ἡμέρας δὴ πάσας τοιαύτας ἔχειν. Ἐντεῦθεν πολυτελεῖς αἱ γυναῖκες γίνονται καὶ δαπανηραὶ, ἐντεῦθεν ἀναιδεῖς, ἐντεῦθεν αὐταῖς τὰ μυρία κακά. Καὶ μή μοι λέγε τὴν συνήθειαν. Εἰ μὲν γὰρ πονηρὸν, μηδὲ ἅπαξ γινέσθω· εἰ δὲ ἀγαθὸν, ἀεὶ γινέσθω. Εἰπὲ γάρ μοι, τὸ πορνεύειν οὐ πονηρόν; ἆρα οὖν συγχωρήσομεν κἂν ἅπαξ τοῦτο γενέσθαι; Οὐδαμῶς. Διὰ τί; Ὅτι κἂν ἅπαξ γένηται, πονηρόν ἐστιν ὁμοίως. Ὥστε καὶ τὸ φαιδρύνεσθαι τὴν νύμφην οὕτως, εἰ μὲν ἔστι πονηρὸν, μηδὲ ἅπαξ γινέσθω· εἰ δὲ οὐ πονηρὸν, καὶ ἀεὶ γινέσθω. Τί οὖν, φησὶ, διαβάλλεις τὸν γάμον, εἰπέ μοι; Μὴ γένοιτο· οὐχ οὕτω μαίνομαι, ἀλλὰ τὰ κακῶς ἐπισυρόμενα τῷ γάμῳ, τὰ ἐπιτρίμματα, τὰς ὑπογραφὰς, τὴν ἄλλην περιεργίαν ἅπασαν. Καὶ γὰρ πολλοὺς ἀπὸ τῆς ἡμέρας ἐκείνης λήψεται τοὺς ἐραστὰς καὶ πρὸ τοῦ μέλλοντος αὐτῇ συνοικεῖν. Ἀλλὰ πολλοὶ θαυμάσονται τὴν γυναῖκα τῆς ὥρας. Καὶ τί τοῦτο; Ἂν μὲν γὰρ σώφρων ᾖ, μόλις διαφεύξεται τὴν πονηρὰν ὑποψίαν· εἰ δὲ ἠμελημένη, ταχέως καὶ ἁλώσεται, ἀφορμὴν ἀσελγείας λαβοῦσα τὴν ἡμέραν ἐκείνην. Ἀλλ' ὅμως τοσούτων ὄντων κακῶν, ὅταν μὴ ταῦτα γένηται, ὕβριν τὸ πρᾶγμα καλοῦσιν οἱ βοσκημάτων οὐδὲν ἀμείνους, καὶ δεινὸν ποιοῦνται τὸ μὴ πολλοῖς φαίνεσθαι τὴν γυναῖκα, μηδὲ προκεῖσθαι θέατρον κοινὸν τοῖς ὁρῶσι. Καίτοι γε ὕβριν ἐχρῆν νομίζειν τὰ γινόμενα καὶ γέλωτα καὶ κωμῳδίαν· ἐπεὶ καὶ νῦν οἶδα, ὅτι πολλὴν ἄνοιαν καὶ γέλωτα ἡμῶν καταγνώσονται· ἀλλ' οἴσω τὸν γέλωτα, ὅταν τι γένηται κέρδος. Καὶ γὰρ ἂν εἴην καταγέλαστος, εἰ παραινῶν τῆς τῶν πολλῶν δόξης καταφρονεῖν, αὐτὸς πρὸ τῶν ἄλλων χειρωθείην τῷ πάθει. Ἰδὲ τὰ ἐντεῦθεν λοιπόν· οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν ἑσπέρᾳ μεθύοντας ἄνδρας καὶ κεκαρωμένους καὶ πεπυρωμένους ὑπὸ τῆς τρυφῆς, οἳ κάλλος ὄψεως ὁρᾷν παρασκευάζουσι παρθενικῆς. Καὶ οὐδὲ ἐπὶ τῆς οἰκίας, ἀλλὰ καὶ διὰ τῆς ἀγορᾶς εἰς ἐπίδειξιν ἐκπομπεύουσι, μετὰ λαμπάδων αὐτὴν παραπέμποντες ἐν ἑσπέρᾳ βαθείᾳ, ὡς πᾶσιν αὐτὴν ἐπιδείκνυσθαι, δι' ὧν ποιοῦσιν οὐδὲν ἕτερον παραινοῦντες, ἢ ὅτι πᾶσαν ἀποδύσασθαι χρὴ λοιπὸν τὴν αἰδώ. Καὶ οὐδὲ μέχρι τούτων ἵστανται, ἀλλὰ μετὰ αἰσχρῶν ῥημάτων αὐτὴν ἄγουσι· καὶ τοῦτο νόμος ἐστὶ παρὰ τοῖς πολλοῖς. Καὶ δραπέται καὶ μαστιγίαι μυρίοι τινὲς καὶ ὀλέθριοι μετὰ ἀδείας λοιπὸν ἅπαντα φθέγγονται, ἅπερ ἂν βούλωνται, εἴς τε ἐκείνην εἴς τε τὸν ἐκείνῃ συνοικεῖν μέλλοντα· καὶ σεμνὸν μὲν οὐδὲν, πάντα δὲ ἀσχημοσύνης γέμοντα. Καλὴν δὲ οὐχ ἕξει διδασκαλίαν σωφροσύνης ἡ νύμφη, τοιαῦτα μὲν ὁρῶσα, τοιαῦτα δὲ ἀκούουσα; Καὶ ἅμιλλά τίς ἐστι διαβολικὴ τῶν τὰ τοιαῦτα παραινούντων, ὑπερβάλλεσθαι θατέρους τῇ τῶν ὀνειδῶν καὶ τῇ τῶν αἰσχρῶν ῥημάτων φιλοτιμίᾳ, δι' ὧν καταισχύνουσι τοὺς συνιόντας, κἀκεῖνοι νικήσαντες ἀπῆλθον, ὅσοι πλείονα τὰ ὀνείδη καὶ μείζονα τὰ αἰσχρὰ προσέῤῥιψαν. Καὶ οἶδα μὲν ὅτι φορτικός τίς εἰμι καὶ ἐπαχθὴς καὶ δύσκολος, ὡς ἡδονήν τινα περικόπτων τοῦ βίου. Διὰ γὰρ τοῦτο πενθῶ, ὅτι τὰ ἀηδῆ ἡδονή τις εἶναι νενόμισται. Πῶς γὰρ οὐκ ἀηδὲς, εἰπέ μοι, τὸ ὑβρίζεσθαι καὶ λοιδορεῖσθαι, τὸ παρὰ πάντων ἀτιμάζεσθαι μετὰ τῆς νύμφης; Κἂν μὲν εἷς τις τῆς ἀγορᾶς τὴν συνοικοῦσαν εἴπῃ κακῶς, μυρία κινεῖς πράγματα, καὶ ἀβίωτον εἶναι τὸν βίον νομίζεις· τῆς δὲ πόλεως παρούσης ἁπάσης ἀσχημονῶν μετὰ τῆς συνοικεῖν μελλούσης, χαίρεις καὶ καλλωπίζῃ; καὶ πόσης ταῦτα μανίας; Ἀλλὰ συνήθεια τὸ πρᾶγμά ἐστι, φησί. Διὰ γὰρ τοῦτο θρηνεῖν μάλιστα ἄξιον, ὅτι ἐν συνηθεία τὸ πρᾶγμα κατέκλεισεν ὁ διάβολος. Ἐπειδὴ γὰρ ὁ γάμος πρᾶγμά ἐστι σεμνὸν, καὶ τὸ γένος ἡμῶν συγκροτοῦν, καὶ πολλῶν αἴτιον ἀγαθῶν, δακνόμενος ὁ πονηρὸς ἐκεῖνος, καὶ εἰδὼς ὅτι κατὰ τῆς πορνείας ἐπιτετείχισται, ἑτέρως πορνείαν ἐπεισάγει πᾶσαν. Πολλαὶ γοῦν ἐν ταῖς τοιαύταις συνόδοις καὶ κατῃσχύνθησαν παρθένοι· εἰ δὲ μὴ πανταχοῦ, ἀλλ' ἀρκεῖ τῷ δαίμονι τέως ἐκεῖνα τὰ ῥήματα καὶ τὰ ᾄσματα ἐκεῖνα τὰ πονηρὰ, καὶ παραδειγματίσαι τὴν νύμφην, καὶ ἐκπομπεῦσαι τὸν νυμφίον διὰ τῆς ἀγορᾶς. Εἶτ' ἐπειδήπερ ἐν ἑσπέρᾳ ταῦτα γίνεται, ἵνα μηδὲ τὸ σκότος παραπέτασμα ᾖ τῶν κακῶν τούτων, ἐπεισάγονται λαμπάδες πολλαὶ οὐκ ἐῶσαι λανθάνειν τὴν ἀσχημοσύνην. Τί γὰρ ὁ πολὺς ὄχλος βούλεται; τί δὲ ἡ μέθη; τί δὲ αἱ σύριγγες; οὐκ εὔδηλον ὅτι ἵνα μηδὲ οἱ ἐν ταῖς οἰκίαις ὄντες, καὶ βαπτιζόμενοι ὕπνῳ βαθεῖ, ταῦτα ἀγνοῶσιν, ἀλλ' ὑπὸ τῆς σύριγγος διεγειρόμενοι, καὶ ἄνωθεν ἀπὸ τῶν δρυφάκτων κατακύπτοντες, μάρτυρες γένωνται τῆς κωμῳδίας ἐκείνης; Τί ἄν τις εἴποι τὰς ᾠδὰς αὐτὰς, αἳ πάσης γέμουσιν ἀκολασίας, ἔρωτας ἀτόπους καὶ μίξεις παρανόμους καὶ οἰκιῶν ἀνατροπὰς καὶ μυρίας ἐπεισάγουσαι τραγῳδίας, καὶ πολὺ τὸ τοῦ φίλου καὶ ἐρῶντος ὄνομα ἔχουσαι, καὶ τὸ τῆς φίλης καὶ ἐρωμένης; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ παρθένοι παραγίνονται τούτοις, πᾶσαν ἀποδυσάμεναι τὴν αἰδὼ, εἰς τὴν τῆς νυμφευομένης τιμὴν, μᾶλλον δὲ ὕβριν, καὶ τὴν ἑαυτῶν προπίνουσαι σωτηρίαν, καὶ μεταξὺ νέων ἀκολάστων ἀσχημονοῦσαι τοῖς ἀτάκτοις ᾄσμασι, τοῖς αἰσχροῖς ῥήμασι, τῇ σατανικῇ συμφωνίᾳ. Ἔτι οὖν ἐρωτᾷς, εἰπέ μοι, πόθεν μοιχεῖαι; πόθεν πορνεῖαι; πόθεν διαφθοραὶ γάμων; Ἀλλ' οὐκ εὐγενεῖς οὐδὲ εὐσχήμονες ταῦτα πράττουσι, φησί. Πῶς οὖν ἐμοῦ καταγελᾷς, αὐτὸς πρὸ ἐμοῦ τὸν νόμον τοῦτον εἰδώς; Εἰ γὰρ καλὰ τὰ γινόμενα, ἔασον κἀκείνας ταῦτα ποιεῖν. Μὴ γὰρ, ἐπειδὴ πενίᾳ συζῶσιν αὗται, οὐχὶ καὶ αὐταὶ παρθένοι εἰσὶ, καὶ σωφροσύνης ἐπιμελεῖσθαι καὶ αὐτὰς χρή; Νῦν δὲ ὀρχεῖται παρθένος ἐν κοινῷ θεάτρῳ νέων ἀκολάστων, εἰπέ μοι, καὶ οὐ δοκεῖ σοι τῆς πόρνης εἶναι ἀτιμοτέρα; Εἰ δὲ λέγεις, ὅτι θεραπαινίδες ταῦτα ἐργάζονται, οὐδὲ οὕτως ἀφίημί σε τῆς κατηγορίας· οὐδὲ γὰρ ταύταις ἐπιτετράφθαι ἐχρῆν.