Ancient Greek
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-12
Not analysed yet
Τί οὖν ὁ Παῦλος; Ἐπὶ πλέον ἁπλοῖ τὴν σαγήνην, καί φησιν· Εὐξαίμην ἂν ἔγωγε μὴ μόνον σε, ἀλλὰ καὶ τοὺς παρόντας ἅπαντας τοῦτο γενέσθαι ὅπερ ἐγὼ, ἄνευ τῶν δεσμῶν τούτων. Τί λέγεις, ὦ Παῦλε, Ἄνευ τῶν δεσμῶν; καὶ ποία σοι λοιπὸν παῤῥησία, εἰ ταῦτα αἰσχύνῃ καὶ φεύγεις, καὶ ταῦτα ἐπὶ δήμου τοσούτου; οὐ πανταχοῦ τῶν ἐπιστολῶν ἐπὶ τῷ πράγματι τούτῳ καυχᾶσαι, καὶ δέσμιον σεαυτὸν καλεῖς, καὶ τὴν ἄλυσιν ταύτην ἡμῖν ἀντὶ διαδήματος πανταχοῦ περιφέρεις; τί τοίνυν γέγονε νῦν, ὅτι ἀπεύχῃ τὰ δεσμά; Οὐκ αὐτὸς ἀπεύχομαι, φησὶν, οὐδὲ αἰσχύνομαι, ἀλλ' ἐκείνων τῇ ἀσθενείᾳ συγκαταβαίνω· οὔπω γὰρ χωροῦσιν δέξασθαι τὸ καύχημα τὸ ἐμόν. Ἔμαθον δὲ παρὰ τοῦ Δεσπότου μου μὴ ἐπιβάλλειν ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· διὰ τοῦτο οὕτως εἶπον. Καὶ γὰρ διαβέβληνται τέως πρὸς τὸ δόγμα τὸ ἡμέτερον, καὶ πρὸς τὸν σταυρὸν ἀπεχθῶς ἔχουσιν. Ἂν τοίνυν καὶ τὰ δεσμὰ προσθῶ, μεῖζον τὸ μῖσος γίνεται. Διὰ τοῦτο ἀνεῖλον ταῦτα, ἵνα ἐκεῖνο εὐπαράδεκτον γένηται. Καὶ γὰρ ἐπονείδιστον αὐτοῖς εἶναι δοκεῖ τὸ δεδέσθαι, ἐπεὶ μηδέπω τῆς παρ' ἡμῖν ἐγεύσαντο δόξης. Δεῖ τοίνυν συγκαταβαίνειν. Ὅταν γὰρ μάθωσι φιλοσοφεῖν, τότε εἴσονται καὶ τοῦ σιδήρου τούτου τὸ κάλλος, καὶ τὴν ἀπὸ τῶν δεσμῶν περιφάνειαν. Ἄλλοις γοῦν διαλεγόμενος, καὶ χάριν τὸ πρᾶγμα καλεῖ λέγων, ὅτι Ἐδόθη ἡμῖν ἀπὸ Θεοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· τὸ δὲ τέως ἀγαπητὸν ἦν τὸ τὸν σταυρὸν τοὺς ἀκούοντας μὴ ἐπαισχυνθῆναι. Διὰ τοῦτο ὁδῷ πρόεισιν. Οὐδὲ γὰρ εἰς βασίλειά τις εἰσάγων τινὰ, πρὶν ἢ τὰ προπύλαια θεάσασθαι ἔξω ἑστῶτα, ἀναγκάζει κατοπτεύειν τὰ ἔνδον· οὕτω γὰρ οὐδὲ θαυμαστὰ φανεῖται, ἂν μή τις ἔνδον γενόμενος, ἅπαντα καταμάθοι. Οὕτω τοίνυν καὶ ἡμεῖς τοῖς Ἑλλήνων παισὶ προσβάλωμεν, μετὰ συγκαταβάσεως, μετὰ ἀγάπης. Μεγάλη γὰρ αὕτη διδάσκαλος, καὶ ἱκανὴ καὶ πλάνης ἀπαγαγεῖν, καὶ τρόπον μεταῤῥυθμίσαι, καὶ πρὸς φιλοσοφίαν χειραγωγῆσαι, καὶ ἀπὸ λίθων ἀνθρώπους ἐργάσασθαι. Καὶ εἰ βούλει μαθεῖν αὐτῆς τὴν δύναμιν, ἄγε μοι ἄνδρα δειλὸν καὶ ψοφοδεῆ καὶ τὰς σκιὰς τρέμοντα, καὶ ὀργίλον καὶ τραχὺν καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπον, καὶ λάγνον καὶ ἀσελγῆ, καὶ πᾶσαν ἔχοντα κακίαν, καὶ παράδος αὐτὸν ταῖς τῆς ἀγάπης χερσὶ, καὶ εἰς τὸ γυμνάσιον εἰσάγαγε τοῦτο, καὶ ὄψει ταχέως τὸν δειλὸν ἐκεῖνον καὶ ἄτολμον, ἀνδρεῖον καὶ μεγαλόψυχον γινόμενον καὶ πάντα τολμῶντα ῥᾳδίως. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ τῆς φύσεως αὐτῷ μεταβληθείσης ταῦτα γίνεται, ἀλλ' ἐν αὐτῇ τῇ δειλῇ ψυχῇ τὴν ἑαυτῆς ἐνδείκνυσιν δύναμιν ἡ ἀγάπη· καὶ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις μάχαιραν μολιβδίνην, οὐ σιδηρᾶν ποιήσας, ἀλλὰ μένουσαν ἐπὶ τῆς τοῦ μολίβδου φύσεως, τὰ σιδήρου ἐργάζεσθαι παρασκευάσῃ. Σκόπει δέ· Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰκῶν οἰκίαν, καὶ πόνων ἀμελέτητος καὶ κινδύνων, ἀνειμένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶ καθάπερ παρθένος ἐν θαλάμῳ, οὕτω καὶ οὗτος ἔνδον καθήμενος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς μὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶς θορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγμένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ μένων. Τί οὖν; Ἐπειδὴ αὐτὸν ὁ πυρσὸς τῆς ἀγάπης ἀνῆψε, τὸν ἄπλαστον τοῦτον καὶ οἰκοῦντα οἰκίαν ὅρα πῶς ἐποίησε καρτερικὸν καὶ φιλόπονον. Καὶ ταῦτα μὴ παρ' ἐμοῦ, ἀλλὰ παρ' αὐτοῦ ἄκουε τοῦ πατριάρχου. Ἐγκαλῶν γὰρ τῷ κηδεστῇ, φησὶ, Ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ. Καὶ πῶς τὰ εἴκοσιν ἔτη ἐγένου; καὶ γὰρ καὶ τοῦτο προστίθει, Συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. Ταῦτα ὁ ἄπλαστος καὶ οἰκῶν οἰκίαν καὶ τὸν ἀνειμένον βίον ζῶν. Ὅτι δὲ καὶ δειλὸς ἦν, δῆλον ἐξ ὧν τὸν Ἡσαῦ προσδοκῶν ὄψεσθαι, ἐτεθνήκει τῷ δέει. Ἀλλ' ὅρα πῶς πάλιν οὗτος ὁ δειλὸς λέοντος θρασύτερος ὑπὸ τῆς ἀγάπης γέγονε. Καθάπερ γάρ τινα πρόβολον ἑαυτὸν πρὸ τῶν ἄλλων τάξας ἁπάντων, ἕτοιμος ἦν τὸν ἄγριον ἐκεῖνον καὶ φόνου πνέοντα, καθὼς ᾤετο, δέξασθαι πρῶτος, καὶ ἐν τῷ οἰκείῳ σώματι ταῖς γυναιξὶ τὴν ἀσφάλειαν κατασκευάσαι· καὶ ὃν ἐδεδοίκει καὶ ἔφριττε, πρῶτος ἰδεῖν ἐπὶ τῆς παρατάξεως ἐπεθύμει. Τοῦ γὰρ φόβου τούτου δυνατώτερος ἦν ὁ τῶν γυναικῶν πόθος. Εἶδες πῶς δειλὸς ὢν, τολμητὴς γέγονεν ἀθρόον, οὐ τὴν ἕξιν μεταβαλὼν, ἀλλ' ὑπὸ τῆς ἀγάπης κρατυνθείς; Ὅτι γὰρ καὶ μετὰ ταῦτα δειλὸς ἦν δῆλον ἐξ ὧν τόπους ἐκ τόπων ἀμείβει. Ἀλλὰ μηδεὶς νομιζέτω κατηγορίαν εἶναι τοῦ δικαίου τὰ εἰρημένα. Οὐ γὰρ τὸ δειλὸν εἶναι, ἔγκλημα· τοῦτο γὰρ φύσεως· ἀλλὰ τὸ διὰ δειλίαν τι ποιεῖν τῶν μὴ προσηκόντων. Ἔστι γὰρ καὶ δειλὸν ὄντα τῇ φύσει, ἀνδρεῖον γενέσθαι ὑπὸ τῆς εὐλαβείας. Τί δὲ ὁ Μωυσῆς; οὐχὶ ἕνα Αἰγύπτιον φοβηθεὶς ἔφυγε, καὶ πρὸς τὴν ὑπερορίαν μετέστη; Ἀλλ' ὅμως ὁ φυγὰς οὗτος, καὶ ἑνὸς ἀνδρὸς ἀπειλὴν οὐκ ἐνεγκὼν, ἐπειδὴ ἐγεύσατο τοῦ μέλιτος τῆς ἀγάπης, καλῶς καὶ μηδενὸς καταναγκάζοντος συναπολέσθαι τοῖς ἀγαπωμένοις ἠπείγετο. Εἰ μὲν γὰρ ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, φησὶν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ἧς ἔγραψας. Ὅτι δὲ καὶ τὸν θρασὺν ἐπιεικῆ, καὶ τὸν ἀσελγῆ σώφρονα ποιεῖ τὸ φιλεῖν, οὐδὲ παραδειγμάτων ἡμῖν ἐνταῦθα χρεία λοιπόν· πᾶσι γὰρ τοῦτο δῆλον· κἂν θηρίου παντός τις ἀγριώτερος ᾖ, προβάτου παντὸς ἡμερώτερος ἀπὸ τοῦ φιλεῖν γίνεται. Τί γὰρ τοῦ Σαοὺλ ἀγριώτερον ἦν καὶ μανικώτερον· Ἀλλ' ἡνίκα τὸν ἐχθρὸν ἀπέλυσεν ἡ θυγάτηρ, οὐδὲ ῥῆμα πρὸς αὐτὴν ἐξέβαλε πικρόν· καὶ ὁ τοὺς ἱερέας ἄρδην ἅπαντας κατασφάξας διὰ τὸν Δαυῒδ, τὴν θυγατέρα ὁρῶν ἐκ τῆς οἰκίας αὐτὸν ἀφεῖσαν, οὐδὲ μέχρι λόγου πρὸς αὐτὴν ἠγανάκτησε, καὶ ταῦτα ἀπάτης τοσαύτης ἐπ' αὐτὸν συντεθείσης· δυνατωτέρῳ γὰρ χαλινῷ τῷ τῆς ἀγάπης κατείχετο. Ὥσπερ δὲ ἐπιεικεῖς, οὕτω καὶ σώφρονας οἶδεν αὕτη ποιεῖν· κἂν τὴν ἑαυτοῦ τις ἀγαπᾷ γυναῖκα οὕτως, ὡς ἀγαπᾷν δεῖ, κἂν μυριάκις ἀσελγὴς ᾖ, οὐκ ἀνέξεται ἑτέραν ἰδεῖν διὰ τὸν πρὸς ἐκείνην πόθον. Κραταιὰ γὰρ, φησὶν, ὡς θάνατος ἡ ἀγάπη. Ὥστε οὐδαμόθεν ἄλλοθεν τὸ ἀσελγαίνειν γίνεται, ἢ ἐκ τοῦ μὴ φιλεῖν. Ἐπεὶ οὖν δημιουργὸς ἀρετῆς ἁπάσης ἡ ἀγάπη, μετὰ ἀκριβείας ἁπάσης ἐν ταῖς ἑαυτῶν καταφυτεύσωμεν αὐτὴν ψυχαῖς, ἵν' ἡμῖν πολλὰ κομίσῃ τὰ ἀγαθὰ, καὶ βρύοντα αὐτῆς διηνεκῶς τὸν καρπὸν ἔχωμεν, τὸν ἀεὶ τεθηλότα καὶ οὐδέποτε μαραινόμενον. Οὕτω γὰρ καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.