Ancient Greek
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-18
Not analysed yet
Ταῦτα οὖν ἐννοοῦντες, ἐπιμελώμεθα τῶν μελῶν τῶν ἡμετέρων, καὶ μὴ κατ' ἀλλήλων τὴν γλῶτταν ἀκονῶμεν, μηδὲ λαλῶμεν ῥήματα καταποντισμοῦ, τὴν δόξαν τοῦ πλησίον ὑπορύττοντες, καὶ καθάπερ ἐν πολέμῳ καὶ μάχῃ βάλλοντες καὶ βαλλόμενοι. Τί γὰρ ὄφελος νηστείας ἢ ἀγρυπνίας λοιπὸν, ὅταν γλῶττα μεθύῃ, καὶ κυνείων κρεῶν ἀκαθαρτοτέραν σιτῆται τράπεζαν, αἱμοβόρος γενομένη, καὶ προχέουσα βόρβορον, καὶ ἀμάρας ὀχετὸν τὸ στόμα ποιῇ, μᾶλλον δὲ καὶ πολὺ ταύτης βδελυρώτερον; Τὸ μὲν γὰρ ἐκεῖθεν προϊὸν, σῶμα ἐμόλυνε· τὸ δὲ ἐντεῦθεν, ψυχὴν πολλάκις ἀπέπνιξε. Ταῦτα οὐ τῶν κακῶς ἀκουόντων μάτην κηδόμενος λέγω (ἐκεῖνοι γὰρ καὶ στεφάνων εἰσὶν ἄξιοι, ὅταν φέρωσι γενναίως τὰ λεγόμενα), ἀλλ' ὑμῶν τῶν λεγόντων. Τὸν μὲν γὰρ κακῶς ἀκούοντα μάτην μακαρίζουσιν αἱ Γραφαὶ, τὸν δὲ κακῶς λέγοντα ἐκβάλλουσι τῶν ἱερῶν μυστηρίων, μᾶλλον δὲ καὶ αὐτῶν τῶν περιβόλων· Τὸν γὰρ καταλαλοῦντα, φησὶ, λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· καὶ τῆς τῶν ἱερῶν δὲ βίβλων τὸν τοιοῦτον ἀνάξιον εἶναί φησιν ἀναγνώσεως. Ἵνα τί γὰρ, φησὶν, ἐκδιηγῇ σὺ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; εἶτα τὴν αἰτίαν τιθείς φησι· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Καὶ ἐνταῦθα μὲν οὐ διώρισεν, εἴτε ἀληθῆ, εἴτε ψευδῆ· ἀλλαχοῦ δὲ καὶ τοῦτο ἀπηγόρευσε, δεικνὺς ὅτι κἂν ἀληθῆ λέγῃς, οὐ σοὶ ταῦτα ῥητέα. Μὴ κρίνετε γὰρ, φησὶν, ἵνα μὴ κριθῆτε· ἐπεὶ καὶ ὁ τὸν τελώνην κακηγορῶν κατεδικάζετο, καίτοι γε ἀληθῆ κατηγορῶν ἐκείνου. Τί οὖν, ἂν ᾖ τις θρασὺς καὶ μιαρὸς, φησὶν, οὐ διορθωτέον αὐτὸν, οὐδὲ ἐλεγκτέον ἡμῖν; Ἐλεγκτέον καὶ διορθωτέον, οὕτω δὲ ὡς ἔμπροσθεν εἶπον· ἐὰν δὲ ὀνειδίζων τοῦτο ποιῇς, ὅρα μὴ τὸν Φαρισαῖον ἐκεῖνον μιμούμενος, τὰ ἐκείνου πάθῃς. Οὐδὲν γὰρ ἐντεῦθεν γίνεται κέρδος, οὐ σοὶ τῷ λέγοντι, οὐκ ἐκείνῳ τῷ ἀκούοντι οὕτω κατηγορουμένῳ· ἀλλ' ὁ μὲν ἀναισχυντότερος γίνεται (ἕως μὲν γὰρ λανθάνει, καὶ αἰδεῖσθαι οἶδεν· ἐπειδὰν δὲ γένηται δῆλος καὶ καταφανὴς, καὶ τὸν ἐντεῦθεν ἐκβάλλει χαλινόν)· ὁ δὲ ἀκούων, πάλιν μειζόνως βλαβήσεται. Ἄν τε γὰρ κατορθώματα συνίδῃ ἑαυτῷ, φυσᾶται ταῖς ἑτέρου κατηγορίαις ὀγκούμενος· ἄν τε ἁμαρτήματα, προθυμότερος εἰς πονηρίαν καθίσταται. Αὐτός τε ὁ λέγων πάλιν καὶ παρὰ τῷ ἀκούοντι πονηρὰν λήψεται δόξαν, καὶ τὸν Θεὸν μειζόνως καθ' ἑαυτοῦ παροξυνεῖ. Διὸ, παρακαλῶ, πᾶν δυσῶδες ἐκβάλωμεν ῥῆμα· εἴ τι ἀγαθὸν πρὸς οἰκοδομὴν, τοῦτο λέγωμεν. Ἀλλ' ἀμύνασθαι ἐκεῖνον ἐπιθυμεῖς; Τί οὖν ἀντ' ἐκείνου σαυτὸν ἀμύνῃ; Ὁ γὰρ τοὺς λελυπηκότας ἀμύνασθαι σπουδάζων, οὕτως ὡς ὁ Παῦλος ἀμύνασθαι ἐκέλευσεν, ἀμύνου· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν. Ἐὰν δὲ τοῦτο μὲν μὴ ποιῇς, ἐπιβουλεύῃς δὲ μόνον, κατὰ σεαυτοῦ τὸ ξίφος ὠθεῖς. Διόπερ ἂν κακῶς ἐκεῖνος λέγῃ, ἐγκωμίοις αὐτὸν ἀμείβου καὶ ἐπαίνοις· οὕτω γὰρ κἀκεῖνον ἀμύνασθαι δυνήσῃ, καὶ σαυτὸν ἀπαλλάξεις πονηρᾶς ὑποψίας. Ὁ μὲν γὰρ ἐπὶ τῷ κακῶς ἀκούειν ἀλγῶν, ἀπὸ συνειδότος δοκεῖ τοῦτο πάσχειν πονηροῦ· ὁ δὲ καταγελῶν τῶν λεγομένων, μέγιστον ἐκφέρει τεκμήριον τοῦ μηδὲν ἑαυτῷ συνειδέναι πονηρόν. Ἐπεὶ οὖν οὔτε τὸν ἀκούοντα, οὔτε ἑαυτὸν, οὔτε τὸν διαβαλλόμενον ὠφελεῖς, καὶ κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, κἂν ἐντεῦθεν γενοῦ σωφρονέστερος. Ἐχρῆν μὲν γὰρ ἀπὸ τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῶν τῷ Θεῷ δοκούντων πείθεσθαι· ἐπειδὴ δὲ παχύτερον διάκεισαι, καὶ ὥσπερ θηρίον δάκνεις, κἂν ἐντεῦθεν παιδεύθητι, ἵνα τοῖς λόγοις τούτοις σωφρονισθεὶς, δυνηθῷς ἀπὸ τῶν τῷ Θεῷ δοκούντων μόνον ῥυθμίζεσθαι, καὶ γενόμενος παντὸς πάθους ἀνώτερος ἐπιτύχοις τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.