Ancient Greek
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-40
Not analysed yet
Οὐ τοίνυν ἔχει νοῦν ὁ ἁμαρτάνων· μεθύει γὰρ καὶ ἐσκότωται. Μὴ δὴ ταῦτα λέγε, μηδὲ προστίθει ἐκεῖνο, ὅτι Οὐδέν μοι μέλει· Ἕκαστος γὰρ τὸ ἴδιον φορίον βαστάσει. Καὶ γὰρ καὶ σοὶ μέγιστον ἔγκλημα φύεται, ὅτι πεπλανημένον ἰδὼν οὐκ ἀνέστησας. Εἰ γὰρ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ κατὰ τὸν Ἰουδαίων νόμον παρορᾷν οὐ χρὴ, ὁ μὴ ὑποζύγιον μηδὲ ἐχθροῦ ψυχὴν ἀπολλυμένην περιορῶν, ἀλλὰ φίλου, ποίαν ἕξει συγγνώμην; Οὐδὲ γὰρ ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν τὸ νοῦν ἔχειν ἐκεῖνον· ἐπεὶ καὶ ἡμεῖς πολλὰ πολλάκις παραινέσαντες, ἑαυτοῖς οὐκ ἠρκέσαμεν, οὐδὲ ἐγενόμεθα χρήσιμοι. Τοῦτο τοίνυν καὶ περὶ ἐκείνου σκόπει τοῦ πλημμελοῦντος, ὅτι εἰκὸς αὐτὸν παρὰ σοῦ μᾶλλον, ἢ παρ' ἑαυτοῦ δέξασθαι συμβουλίαν ἀρίστην, καὶ μὴ λέγε· Τί δέ μοι μέλει τούτων; Φοβήθητι τὸν πρῶτον εἰρηκότα τὸ ῥῆμα τοῦτο· τὸ γὰρ, Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; εἰς ταυτὸν φέρει τούτῳ· ἐντεῦθεν τὰ κακὰ τίκτεται πάντα, ὅτι τὰ τοῦ σώματος τοῦ ἡμετέρου ἀλλότρια ἡγούμεθα εἶναι. Τί φής; οὐδέν σοι μέλει τοῦ ἀδελφοῦ; Ἀλλὰ τίνι μελήσει; τῷ ἀπίστῳ, τῷ ἐπιχαίροντι καὶ ὀνειδίζοντι καὶ ἐναλλομένῳ; ἀλλὰ τῷ διαβόλῳ, τῷ ὠθοῦντι καὶ ὑποσκελίζοντι; Καὶ πόθεν τοῦτο; Ὅτι οὐκ ἀνύω, φησὶ, λέγων καὶ συμβουλεύων τὰ δέοντα. Πόθεν δὲ δῆλον ὅτι οὐκ ἀνύσεις; καὶ γὰρ τοῦτο πάλιν ἐσχάτης ἀνοίας, ἐν ἀδήλῳ τοῦ τέλους κειμένου, ῥᾳθυμίας ὡμολογημένης ἐγκλήματα δέχεσθαι. Καίτοι ὁ Θεὸς τὰ μέλλοντα προειδὼς, πολλάκις εἶπε, καὶ οὐκ ἤνυσε, καὶ οὐδὲ οὕτως ἀπέστη, καὶ ταῦτα εἰδὼς, ὅτι οὐ μέλλει πείθειν. Εἰ δὲ ὁ προειδὼς ὅτι οὐδὲν πλέον ποιήσει, τοῦ διορθοῦν οὐκ ἀφίσταται, τίνα ἕξεις ἀπολογίαν ὁ ἀγνοῶν τὸ μέλλον παντελῶς, καὶ ἐκλυόμενος καὶ ναρκῶν; Καὶ γὰρ πολλάκις ἐπιχειρήσαντες ἤνυσαν πολλοί· καὶ ὅτε μάλιστα ἀπέγνωσαν, τότε μάλιστα ἐπέτυχον. Ἂν δὲ καὶ μηδὲν ποιήσῃς πλέον, τὸ σαυτοῦ πεποίηκας. Μὴ τοίνυν ἀπάνθρωπος γίνου, μήτε ἀνηλεὴς, μήτε ὀλίγωρος. Ὅτι γὰρ ὠμότητος ταῦτα τὰ ῥήματα καὶ ῥᾳθυμίας, δῆλον ἐκεῖθεν. Τίνος γὰρ ἕνεκεν, ἑνὸς τῶν μελῶν τοῦ σώματός σου κάμνοντος, οὐ λέγεις· Τί μοι μέλει, καὶ πόθεν δῆλον, ὅτι εἰ ἐπιμελείας τυγχάνει, ὑγιαίνει; ἀλλὰ πάντα ποιεῖς, ἵνα κἂν μηδὲν ὠφελήσῃς, μὴ ἔχῃς ἐγκαλεῖν σεαυτῷ, ὅτι τῶν ὀφειλόντων γενέσθαι τι παρελείφθη. Εἶτα τῶν μὲν τοῦ σώματος οὕτω φροντιοῦμεν μελῶν, τῶν δὲ τοῦ Χριστοῦ ἀμελήσομεν; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Εἰ γάρ σε μὴ κατακάμπτω λέγων, ὅτι Τοῦ μέλους σου φρόντισον, ἵνα κἂν τῷ φόβῳ γένῃ βελτίων, τοῦ σώματος ἀναμιμνήσκω σε τοῦ Χριστοῦ. Πῶς γὰρ οὐ φρίκης ἄξιον σηπομένην αὐτοῦ τὴν σάρκα ὁρᾷν, καὶ περιορᾷν; Καὶ εἰ μὲν οἰκέτην ἔχοις ἢ ὄνον σηπεδόνα ἔχοντα, οὐκ ἂν ἀνάσχοιο περιιδεῖν· τὸ δὲ σῶμα τοῦ Χριστοῦ ψώρας ὁρῶν ἐμπεπλησμένον, παρατρέχεις; καὶ οὐχ ἡγῇ ταῦτα μυρίων ἄξια εἶναι κεραυνῶν; Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, διὰ τὴν ἀπανθρωπίαν ταύτην, διὰ τὴν ῥᾳθυμίαν. Διὸ δὴ, παρακαλῶ, ταύτην ἐκβάλωμεν τὴν ὠμότητα· πρόσελθε ἐκείνῳ τῷ συνοικοῦντι τῇ παρθένῳ, καὶ εἰπὲ μικρὸν ἐγκώμιον τοῦ ἀδελφοῦ, ἀπὸ τῶν ἄλλων ὧν ἔχει πλεονεκτημάτων αὐτὸ συντιθείς· καὶ ὥσπερ ὕδατι θερμῷ περικλύζων τοῖς ἐπαίνοις, οὕτω χάλασον αὐτοῦ τὸν ὄγκον τοῦ τραύματος· ταλάνισον καὶ σαυτὸν, κατηγόρησον τοῦ κοινοῦ τῶν ἀνθρώπων γένους, δεῖξον ὅτι πάντες ἐν ἁμαρτήμασι τυγχάνομεν, αἴτησον συγγνώμην, εἰπὼν, ὅτι μείζοσι σαυτοῦ πράγμασιν ἐπιχειρεῖς, ἀλλ' ἡ ἀγάπη πάντα πείθει τολμᾷν. Εἶτα συμβουλεύων, μὴ ἐπιτακτικῶς, ἀλλ' ἀδελφικῶς τοῦτο ποίει· καὶ τούτοις πᾶσι χαλάσας τὴν φλεγμονὴν, καὶ παραμυθησάμενος τὴν ἀλγηδόνα τὴν ἐκ τῆς τομῆς συμβαίνουσαν τοῦ μέλλοντος ἐλέγχου γενέσθαι, καὶ πολλάκις τῇ παραιτήσει χρησάμενος, καὶ παρακαλέσας μὴ ὀργισθῆναι· ὅταν αὐτὸν καταδήσῃς τούτοις, τότε ἔπαγε τὴν πληγὴν, μήτε δεσμῶν τὸ πρᾶγμα, μήτε ἐκλύων, ἵνα μήτε ἐκεῖθεν ἀποπηδήσῃ, μήτε ἐντεῦθεν καταφρονήσῃ. Ἄν τε γὰρ μὴ καιρίαν δῷς, οὐδὲν εἰργάσω πλέον· ἂν δὲ σφοδρῶς πλήξῃς, ἀποσκιρτῆσαι ἐποίησας. Διὸ δὴ καὶ μετὰ ταῦτα πάντα ἐλέγχειν μέλλων, ἀνάμιξον πάλιν ἐγκώμιον τοῖς ἐλέγχοις· καὶ ἐπειδὴ αὐτὸ καθ' ἑαυτὸ τὸ γιγνόμενον οὐ δύναται εἶναι ἐγκώμιον (οὐ γὰρ ἄξιον ἐπαίνου τὸ κόρῃ συνοικεῖν παρθένῳ), ἀπὸ τῆς γνώμης τοῦ συνοικοῦντος τοῦτο ἐργάζου, καὶ εἰπὲ, ὅτι Οἶδα μὲν ὅτι διὰ τὸν Θεὸν σὺ ποιεῖς, καὶ τὴν ἐρημίαν καὶ τὸ ἀπροστάτευτον τῆς ἀθλίας ἐκείνης ἰδὼν χεῖρα ὤρεξας. Κἂν μὴ ταύτῃ ποιῇ τῇ γνώμῃ, σὺ οὕτω λέγε, καὶ μετὰ τοῦτο προστίθει καὶ ταῦτα, πάλιν παραιτήσει χρώμενος, καὶ λέγων, ὅτι Οὐκ ἐπιτάττων, ἀλλ' ὑπομιμνήσκων ταῦτά φημι· διὰ τὸν Θεὸν σὺ ποιεῖς, οἶδα κἀγώ· ἀλλ' ἴδωμεν μὴ τίκτηται ἐκ τούτου κακὸν ἕτερον· κἂν μὲν μηδὲν ᾖ, κάτεχε ἔνδον, καὶ ἔχου τῆς καλῆς ταύτης σπουδῆς, ὁ κωλύων οὐδείς· ἂν δὲ βλάβη τις ἐντεῦθεν γίνηται τοῦ κέρδους μείζων, φυλαξώμεθα, παρακαλῶ, μὴ σπεύδοντες μίαν ἀναπαῦσαι ψυχὴν, μυρίας σκανδαλίσωμεν. Καὶ μὴ προσθῇς εὐθέως τὰ κείμενα τοῖς σκανδαλίζουσι κολαστήρια, ἀλλὰ τὴν αὐτοῦ προσλάμβανε μαρτυρίαν, λέγων· Οὐ χρείαν ἔχεις μαθεῖν ταῦτα παρ' ἐμοῦ, οἶδας καὶ αὐτὸς ὅτι ἐάν τις ἕνα τῶν μικρῶν τούτων σκανδαλίσῃ, πόση ἠπείληται δίκη· καὶ οὕτως ἡδύνας τὸν λόγον, καὶ λεάνας τὴν ὀργὴν, ἐπιτίθει τὸ φάρμακον τῆς διορθώσεως. Εἰ δὲ προφασίζοιτο πάλιν τὴν ἐρημίαν αὐτῆς, μηδὲ οὕτως ἐλέγξῃς τὴν σκῆψιν, ἀλλ' εἰπὲ πρὸς αὐτόν· Μηδέν σε τούτων φοβείτω, ἀπολογίαν ἕξεις ἀρκοῦσαν, τὸ ἑτέρων σκάνδαλον· οὐ γὰρ διὰ ῥᾳθυμίαν, ἀλλ' ἐκείνων κηδόμενος, ταύτης ἀπέστης τῆς σπουδῆς. εʹ· Καὶ τὰ μὲν τῆς συμβουλῆς ἔστω ἐν βραχεῖ· οὐδὲ γὰρ δεῖται διδασκαλίας πολλῆς· τὰ δὲ τῆς συγγνώμης πάλιν πολλὰ καὶ ἐπάλληλα· καὶ ἐπὶ τὴν ἀγάπην κατάφευγε συνεχῶς, συσκιάζων τὸ φορτικὸν τῶν εἰρημένων, καὶ τὴν ἐξουσίαν αὐτῷ διδοὺς, καὶ λέγων, ὅτι Ἐγὼ μὲν ταῦτα παραινῶ καὶ συμβουλεύω, τοῦ δὲ πεισθῆναι κύριος αὐτός· οὐδὲ γὰρ καταναγκάζω καὶ βιάζομαι, ἀλλὰ τῇ οἰκείᾳ σου τὸ πᾶν ἐπιτρέπω γνώμῃ. Ἂν οὕτω μεταχειρίζωμεν τὸν ἔλεγχον, δυνησόμεθα ῥᾳδίως τοὺς ἁμαρτάνοντας διορθοῦν· ὡς ἅ γε νῦν ποιοῦμεν, θηρίων μᾶλλόν ἐστι καὶ ἀλόγων, ἢ ἀνθρώπων. Ἂν γὰρ αἴσθωνταί τινες νῦν τοιαῦτά τινος ἁμαρτάνοντος, ἐκείνῳ μὲν οὐδὲν διαλέγονται, αὐτοὶ δὲ καθάπερ γραΐδια μεθύοντα ψιθυρίζουσι μετ' ἀλλήλων· καὶ οὐδαμοῦ τὸ, Εἰκῆ φιλοῦ, εἰκῆ μὴ μισοῦ, ἐνταῦθα δοκεῖ χώραν ἔχειν αὐτοῖς, ἀλλ' ὅταν μὲν κακηγορῆσαι ἐπιθυμῶσι, καταφρονοῦσι τοῦ μὴ εἰκῆ μισεῖσθαι, μᾶλλον δὲ καὶ τοῦ κολάζεσθαι (οὐδὲ γὰρ μῖσος ἐντεῦθεν μόνον, ἀλλὰ καὶ κόλασις τίκτεται)· ὅταν δὲ διορθώσεως δέῃ, τοῦτό τε αὐτὸ καὶ μυρίας ἑτέρας προφέρουσι προφάσεις. Ταῦτα γὰρ τότε ἐννοεῖν ἐχρῆν, ὅταν κακηγορῇς, ὅταν διαβάλλῃς, τὸ, Εἰκῆ μὴ μισοῦ, καὶ τὸ, Οὐδὲν ἀνύω, καὶ τὸ, Οὐδέν μοι μέλει. Νῦν δὲ, τότε μὲν πολυπραγμονεῖς σφοδρῶς καὶ περιέργως, καὶ μίσους καταφρονεῖς καὶ μυρίων κακῶν· ὅταν δὲ ὑπὲρ τῆς σωτηρίας τοῦ ἀδελφοῦ φροντίζειν δέῃ, τότε καὶ ἀπράγμων καὶ ἀνεπαχθής τις εἶναι βούλει· καίτοι ἀπὸ μὲν κακηγορίας καὶ τὸ πρὸς ἀνθρώπους καὶ τὸ πρὸς τὸν Θεὸν γίνεται μῖσος, καὶ οὐ σφόδρα σοι τοῦτο μέλει· ἀπὸ δὲ τῆς κατ' ἰδίαν συμβουλῆς καὶ τῶν τοιούτων ἐλέγχων καὶ πρὸς τοῦτον καὶ πρὸς τὸν Θεὸν ἔσται σοι φιλία. Ἂν δὲ καὶ αὐτὸς μισῇ, ὁ Θεὸς μένει διὰ τοῦτο μᾶλλον φιλῶν· μᾶλλον δὲ οὐδὲ οὕτω μισήσει, ὡς ἡνίκα ἐμίσει κακηγοροῦντα· ἀλλὰ τότε μὲν ὡς ἐχθρὸν καὶ πολέμιον ἀποστραφήσεται, νυνὶ δὲ πατρὸς ἡγήσεται παντὸς αἰδεσιμώτερον. Κἂν φανερῶς δυσχεραίνῃ, κατὰ νοῦν καὶ ἰδίᾳ πολλὰς εἴσεταί σοι τὰς χάριτας.