Ancient Greek
Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-9
Not analysed yet
Ἀλλὰ δέδοικα, μήποτε τὸ σχῆμα καταδεξάμεναι, ἐπὶ τῶν ἔργων εὑρεθῶσιν ἀναισχυντοῦσαι ἔνιαι τῶν γυναικῶν, καὶ ἀνακεκαλυμμέναι ἑτέρως. Διὰ γὰρ τοῦτο καὶ Τιμοθέῳ γράφων οὐκ ἠρκέσθη τούτοις ὁ Παῦλος, ἀλλ' ἕτερα προσέθηκεν εἰπών· Ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ. Εἰ γὰρ γυμνὴν οὐ δεῖ τὴν κεφαλὴν ἔχειν, ἀλλὰ τῆς ὑποταγῆς τὸ σύμβολον πανταχοῦ περιφέρειν, πολλῷ μᾶλλον διὰ τῶν πράξεων τοῦτο ἐπιδείκνυσθαι χρή. Οὕτω γοῦν καὶ αἱ πρότεραι γυναῖκες καὶ κυρίους τοὺς ἄνδρας ἐκάλουν, καὶ τῶν πρωτείων αὐτοῖς παρεχώρουν. Καὶ γὰρ ἐκεῖνοι, φησὶ, τὰς γυναῖκας ἠγάπων τὰς ἑαυτῶν. Οἶδα κἀγὼ, καὶ οὐκ ἀγνοῶ· ἀλλ' ὅταν ὑπὲρ τῶν σοι προσηκόντων παραινῶμεν, μὴ τὰ ἐκείνων σκόπει. Καὶ γὰρ ὅταν παισὶ παραινῶμεν ὑπακούειν γονεῦσι λέγοντες, ὅτι γέγραπται, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, λέγουσι πρὸς ἡμᾶς, Εἰπὲ καὶ τὰ ἑξῆς, ὅτι Καὶ ὑμεῖς, οἱ γονεῖς, μὴ παροργίζετε τὰ τέκνα· καὶ τοῖς δούλοις ὅταν εἴπωμεν, ὅτι γέγραπται ὑπακούειν τοῖς κυρίοις, καὶ μὴ κατ' ὀφθαλμοδουλείαν δουλεύειν, καὶ αὐτοὶ πάλιν τὰ ἑξῆς ἡμᾶς ἀπαιτοῦσι, κελεύοντες καὶ τοῖς δεσπόταις τὰ αὐτὰ παραινεῖν. Καὶ γὰρ καὶ ἐκείνοις ὁ Παῦλος ἐκέλευσε, φησὶν, ἀνιέναι τὴν ἀπειλήν. Ἀλλὰ μὴ οὕτω ποιῶμεν, μηδὲ τὰ ἑτέροις ἐπιτεταγμένα ζητῶμεν, ὅταν ὑπὲρ τῶν ἡμετέρων ἐγκαλώμεθα· οὐδὲ γὰρ, ἂν κοινωνὸν λάβῃς τῶν ἐγκλημάτων. ἀπαλλαγήσῃ τῆς αἰτίας· ἀλλ' ἓν σκόπει μόνον, ὅπως τὰ σὰ ἐγκλήματα ἀποδύσῃ. Ἐπεὶ καὶ ὁ Ἀδὰμ ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν ἔφερε, καὶ αὕτη πάλιν ἐπὶ τὸν ὄφιν, ἀλλ' οὐδὲν αὐτοὺς τοῦτο ἐξείλετο. Μὴ τοίνυν μηδὲ σὺ τοῦτο λέγε μοι νῦν, ἀλλὰ σπούδαζε μετὰ εὐγνωμοσύνης ἁπάσης παρέχειν, ἅπερ ὀφείλεις, τῷ ἀνδρί. Ἐπεὶ καὶ ὅταν τῷ ἀνδρὶ τῷ σῷ διαλέγωμαι, συμβουλεύων σε ἀγαπᾷν καὶ θεραπεύειν, οὐκ ἀφίημι αὐτὸν προενεγκεῖν εἰς μέσον τὸν τῇ γυναικὶ κείμενον νόμον, ἀλλὰ τὸν αὐτῷ γεγραμμένον ἀπαιτῶ. Καὶ σὺ τοίνυν τά σοι προσήκοντα περιεργάζου μόνα, καὶ πάρεχε σαυτὴν εὐήνιον τῷ συνοικοῦντι. Καὶ γὰρ εἰ διὰ τὸν Θεὸν πείθῃ τῷ ἀνδρὶ, μή μοι πρόφερε τὰ ὀφείλοντα παρ' αὐτοῦ γίνεσθαι, ἀλλ' ὧν ὑπεύθυνόν σε ἐποίησεν ὁ νομοθέτης, ταῦτα ἄνυε μετὰ ἀκριβείας. Τοῦτο γάρ ἐστι μάλιστα Θεῷ πείθεσθαι, τὸ καὶ ἐναντία πάσχουσαν μὴ παρακινεῖν τὸν νόμον. Διὰ γὰρ τοῦτο ὁ μὲν τὸν φιλοῦντα φιλῶν, οὐδὲν δοκεῖ τι μέγα ποιεῖν· ὁ δὲ τὸν μισοῦντα θεραπεύων, οὗτος μάλιστά ἐστιν ὁ στεφανούμενος. Τὸν αὐτὸν δὴ τρόπον καὶ σὺ λογίζου, ὅτι ἂν μὲν φορτικὸν ὄντα τὸν ἄνδρα ἐνέγκῃς, λαμπρὸν λήψῃ τὸν στέφανον· ἂν δὲ ἥμερον καὶ πρᾶον, τίνος σοι δώσει μισθὸν ὁ Θεός; Καὶ ταῦτα λέγω, οὐ θρασύνεσθαι τοὺς ἄνδρας κελεύων, ἀλλὰ πείθων τὰς γυναῖκας καὶ θρασυνομένους φέρειν τοὺς ἄνδρας. Ὅταν γὰρ ἕκαστος τὰ ἑαυτοῦ σπεύδῃ πληροῦν, ταχέως καὶ τὰ τοῦ πλησίον ἕψεται· οἷον, ὅταν ἡ γυνὴ καὶ τραχυνόμενον παρεσκευασμένη ᾖ φέρειν τὸν ἄνδρα, καὶ ὁ ἀνὴρ καὶ χαλεπαίνουσαν αὐτὴν μὴ ὑβρίζῃ, τότε πάντα γαλήνη καὶ λιμὴν κυμάτων ἀπηλλαγμένος. Οὕτω καὶ ἐπὶ τῶν παλαιῶν ἐγίνετο· τὰ ἑαυτοῦ ἕκαστος ἐπλήρου, οὐ τὰ τοῦ πλησίον ἀπῄτει. Σκόπει δέ· Ἔλαβε τὸν ἀδελφιδοῦν ὁ Ἀβραάμ· οὐκ ἐνεκάλεσεν ἡ γυνή· ἐκέλευσεν αὐτὴν ὁδὸν ὁδεῦσαι μακράν· οὐκ ἀντεῖπεν οὐδὲ πρὸς τοῦτο, ἀλλ' ἠκολούθησε. Πάλιν μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τοὺς μόχθους καὶ τοὺς ἱδρῶτας τῶν πάντων κύριος γενόμενος, παρεχώρησε τῶν πρωτείων τῷ Λώτ· καὶ οὐ μόνον οὐκ ἐδυσχέρανεν ἡ Σάῤῥα πρὸς τοῦτο, ἀλλ' οὐδὲ τὸ στόμα διῆρεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον, οἷον πολλαὶ τῶν γυναικῶν νῦν φθέγγονται, ὅταν ἴδωσιν ἐλαττουμένους ἐν ταῖς τοιαύταις μοίραις τοὺς ἄνδρας τοὺς ἑαυτῶν, καὶ μάλιστα ὑπὸ ἐλαττόνων, ὀνειδίζουσαι καὶ μωροὺς καὶ ἀνοήτους καλοῦσαι καὶ ἀνάνδρους καὶ προδότας καὶ νωθεῖς. Ἀλλ' οὐδὲν ἐκείνη τοιοῦτον οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλ' ἔστερξεν ἅπαντα τὰ παρ' ἐκείνου γινόμενα. Καὶ τὸ δὴ μεῖζον· μετὰ γὰρ τὸ κύριον ἐκεῖνον γενέσθαι τῆς αἱρέσεως καὶ τὰ ἐλάττονα προσρῖψαι τῷ θείῳ, κίνδυνος αὐτὸν κατέλαβε χαλεπός. Καὶ ἀκούσας ὁ πατριάρχης, πάντας καθώπλισε τοὺς αὑτοῦ, καὶ πρὸς ὅλον τὸ τῶν Περσῶν παρεσκευάζετο στρατόπεδον μετὰ τῶν οἰκετῶν τῶν ἑαυτοῦ μόνον· καὶ οὐδὲ τότε αὐτὸν κατέσχεν ἐκείνη, οὐδὲ εἶπεν οἷα εἰκός· Ἄνθρωπε, ποῖ φέρῃ, κατὰ κρημνῶν σεαυτὸν ὠθῶν καὶ τοσούτοις ἐκδιδοὺς κινδύνοις, ὑπὲρ ἀνδρὸς ὑβρικότος σε καὶ τὰ σὰ ἡρπακότος ἅπαντα, τὸ αἷμα ἐκχέων; Εἰ γὰρ καὶ σαυτοῦ καταφρονεῖς, ἀλλ' ἐμὲ τὴν καταλιποῦσαν οἰκίαν καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ τοσαύτην ἀκολουθήσασάν σοι ἀποδημίαν ἐλέησον, καὶ μὴ περιβάλῃς χηρείᾳ καὶ τοῖς ἀπὸ τῆς χηρείας κακοῖς. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερε πάντα σιγῇ. Μετὰ ταῦτα τῆς γαστρὸς ἀγόνου μενούσης, αὕτη μὲν οὐ πάσχει τὰ τῶν γυναικῶν, οὐδὲ ἀποδύρεται· ἐκεῖνος δὲ θρηνεῖ, ἀλλ' οὐχὶ πρὸς τὴν γυναῖκα, ἀλλὰ πρὸς τὸν Θεόν. Καὶ ὅρα πῶς ἕκαστος τὸ προσῆκον διαφυλάττει. Οὔτε γὰρ αὐτὸς κατεφρόνησε τῆς Σάῤῥας ὡς ἄπαιδος, οὔτε ὠνείδισέ τι τοιοῦτον αὐτῇ· κἀκείνη πάλιν ἐσπούδασε τῆς ἀπαιδίας ἐπινοῆσαι παραμυθίαν αὐτῷ τινα ἀπὸ τῆς παιδίσκης· οὐδέπω γὰρ ταῦτα τότε κεκώλυτο, καθὰ νῦν. Νῦν γὰρ οὔτε γυναιξὶ τοιαῦτα ἀνδράσι χαρίζεσθαι θέμις, οὔτε ἐκείνοις, οὔτε εἰδυιῶν οὔτε ἀγνοουσῶν τῶν γυναικῶν, τοιαύταις μίξεσιν ἐπιχειρεῖν, κἂν μυριάκις ἡ τῆς ἀπαιδίας ἐνοχλῇ λύπη· ἐπεὶ ἀκούσονται καὶ αὐτοὶ, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. Οὐ γὰρ ἐφεῖται νῦν, τότε δὲ οὐκ ἀπηγόρευτο· διὸ καὶ ἡ γυνὴ τοῦτο ἐπέταττε, κἀκεῖνος ὑπήκουε, καὶ οὐδὲ οὕτω δι' ἡδονήν. Ἀλλ' ὅρα, φησὶ, πῶς αὐτὴν πάλιν ἐξέβαλε κελευούσης αὐτῆς. Καὶ γὰρ ἐγὼ τοῦτο βούλομαι δεῖξαι, ὅτι καὶ οὗτος ἐκείνῃ ἅπαντα ἐπείθετο, καὶ ἐκείνη τούτῳ.