Ancient Greek
Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 7.1-3
Not analysed yet
Πλὴν μὴ τούτοις πρόσεχε μόνον, ἀλλ' ἡ ταῦτα λέγουσα σὺ καὶ τὰ πρότερα ἐξέταζε, ὅτι ὕβριζεν εἰς αὐτὴν, ὅτι κατηλαζονεύετο τῆς κυρίας, οὗ τί γένοιτ' ἂν ὀδυνηρότερον ἐλευθέρᾳ γυναικὶ καὶ εὐσχήμονι; Μὴ τοίνυν τοῦ ἀνδρὸς τὴν ἀρετὴν ἀναμενέτω ἡ γυνὴ, καὶ τότε τὴν ἑαυτῆς παρεχέτω· τοῦτο γὰρ οὐδὲν μέγα· μηδ' αὖ πάλιν ὁ ἀνὴρ τὴν τῆς γυναικὸς εὐταξίαν, καὶ τότε φιλοσοφείτω· οὐδὲ γὰρ τοῦτο λοιπὸν αὐτοῦ κατόρθωμα· ἀλλ' ἕκαστος, ὅπερ ἔφην, τὰ παρ' ἑαυτοῦ παρεχέτω πρότερος. Εἰ γὰρ τοῖς ἔξωθεν ῥαπίζουσι τὴν δεξιὰν, δεῖ τὴν ἑτέραν ἐκδιδόναι σιαγόνα, πολλῷ μᾶλλον ἄνδρα θρασυνόμενον δεῖ φέρειν. Καὶ οὐ τοῦτο λέγω, ὥστε τύπτεσθαι γυναῖκα, ἄπαγε· ἐσχάτη γὰρ τοῦτο ὕβρις, οὐ τῇ τυπτομένῃ, ἀλλὰ τῷ τύπτοντι· ἀλλὰ κἂν ἀπὸ περιστάσεώς τινος κληρωθῇς, ὦ γύναι, συνοίκῳ τοιούτῳ, μὴ δυσχεραίνῃς, τὸν ἀποκείμενον ὑπὲρ τούτων ἐννοοῦσα μισθὸν καὶ τὸν ἐν τῷ παρόντι βίῳ ἔπαινον. Καὶ πρὸς ὑμᾶς δὲ τοὺς ἄνδρας ἐκεῖνό φημι· μηδὲν ἔστω τοιοῦτον ἁμάρτημα, ὡς εἰς ἀνάγκην ὑμᾶς ἄγειν τοῦ γυναῖκα τύπτειν. Καὶ τί λέγω γυναῖκα; οὐδὲ θεραπαινίδα μὲν οὖν ἀνδρὶ τύπτειν ἐλευθέρῳ καὶ χεῖρας ἐπάγειν ἀνεκτὸν ἂν εἴη. Εἰ δὲ δούλην τυπτῆσαι ἀνδρὶ πολὺ τὸ ὄνειδος, πολλῷ μᾶλλον κατὰ τῆς ἐλευθέρας ἀνατεῖναι τὴν δεξιάν. Καὶ τοῦτο καὶ ἐκ τῶν ἔξωθεν ἄν τις ἴδοι νομοθετῶν, οἳ τὴν τὰ τοιαῦτα παθοῦσαν οὐκέτι ἀναγκάζουσι συνοικεῖν τῷ τυπτήσαντι, ἅτε ἀναξίῳ ὄντι τῆς πρὸς αὐτὴν ὁμιλίας. Καὶ γὰρ ἐσχάτης παρανομίας τὴν τοῦ βίου κοινωνὸν, τὴν ἐν τοῖς ἀναγκαίοις καὶ ἀνωτάτω σοι συνεφαπτομένην, ταύτην ὡς ἀνδράποδον ἀτιμάζειν. Διὸ καὶ τὸν τοιοῦτον ἄνδρα, εἴ γε ἄνδρα αὐτὸν δεῖ καλεῖν, ἀλλ' οὐχὶ θηρίον, καὶ πατραλοίου καὶ μητραλοίου ἴσον εἶναι φαίην ἄν. Εἰ γὰρ καὶ πατέρα καὶ μητέρα διὰ ταύτην ἀφεῖναι προσετάγημεν, οὐκ ἀδικοῦντες ἐκείνους, ἀλλὰ νόμον θεῖον πληροῦντες, καὶ τοῖς γεγεννηκόσιν αὐτοῖς οὕτω ποθεινὸν τοῦτο, ὡς καὶ αὐτοὺς τοὺς καταλιμπανομένους καὶ χάριν ἔχειν καὶ μετὰ πολλῆς ἀνύειν αὐτὸ τῆς σπουδῆς· πῶς οὐκ ἐσχάτης μανίας ταύτην ὑβρίζειν, δι' ἣν καὶ τοὺς γεγεννηκότας ὁ Θεὸς ἀφεῖναι ἐκέλευσεν; ἆρ' οὖν μανία μόνον τοῦτο; Τὴν δὲ αἰσχύνην, εἰπέ μοι, τίς οἴσει; ποῖος δὲ αὐτὴν παραστῆσαι δυνήσεται λόγος, ὅταν ὀλολυγαὶ καὶ κωκυτοὶ κατὰ τοὺς στενωποὺς φέρωνται, καὶ δρόμος ἐπὶ τὴν οἰκίαν τοῦ ταῦτα ἀσχημονοῦντος καὶ τῶν γειτόνων καὶ τῶν παριόντων, καθάπερ τινὸς θηρίου τὰ ἔνδον λυμαινομένου; Βέλτιον διαστῆναι τὴν γῆν τῷ τὰ τοιαῦτα παροινοῦντι, ἢ ἐπ' ἀγορᾶς αὐτὸν ὀφθῆναι λοιπόν. Ἀλλὰ θρασύνεται ἡ γυνὴ, φησίν. Ἀλλ' ἐννόησον ὅτι γυνὴ, τὸ ἀσθενὲς σκεῦος, σὺ δὲ ἀνήρ. Διὰ γὰρ τοῦτο καὶ ἄρχων ἐχειροτονήθης, καὶ ἐν τάξει κεφαλῆς ἐδόθης, ἵνα φέρῃς τῆς ἀρχομένης τὴν ἀσθένειαν. Ποίησον τοίνυν λαμπράν σοι τὴν ἀρχήν· ἔσται δὲ λαμπρὰ, ὅταν τὸ ἀρχόμενον μὴ ἀτιμάζῃς. Καὶ καθάπερ ὁ βασιλεύων τοσούτῳ σεμνότερος φανεῖται, ὅσῳ ἂν τὸν ὕπαρχον σεμνότερον ἀποφήνῃ· ἂν δὲ ἀτιμάσῃ καὶ καταισχύνῃ τῆς ἀξίας ἐκείνης τὸ μέγεθος, καὶ τῆς ἑαυτοῦ δόξης οὐκ ὀλίγον ὑποτέμνεται μέρος· οὕτω καὶ σὺ ἂν τὴν μετὰ σὲ ἄρχουσαν ἀτιμάσῃς, οὐχ ὡς ἔτυχε λυμανεῖς σου τῆς ἀρχῆς τὴν τιμήν. Ταῦτα τοίνυν λογιζόμενος ἅπαντα σωφρόνει, καὶ μετὰ τούτων καὶ τὴν ἑσπέραν ἐκείνην ἐννόει, καθ' ἣν καλέσας σε ὁ πατὴρ, ὥσπερ τινά σοι παρακαταθήκην τὴν θυγατέρα παρέδωκε, καὶ πάντων ἀποστήσας, καὶ μητρὸς καὶ αὑτοῦ καὶ οἰκίας, ὁλόκληρον αὐτῆς τὴν ἐπιτροπὴν ἐνεχείρισέ σου τῇ δεξιᾷ· ἐννόησον ὅτι μετὰ τὸν Θεὸν δι' αὐτῆς παῖδας ἔχεις καὶ πατὴρ γέγονας, καὶ γίνου καὶ ἐντεῦθεν ἥμερος πρὸς αὐτήν.