Ancient Greek
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 7.1-5
Not analysed yet
Εἶδες πῶς κἂν ἐξ εὐτελοῦς καὶ πτωχοῦ βασιλέα ποιήσῃς, οὐκ ἀναιρεῖς τὴν ἀθυμίαν, λογισμὸν τὸν πλεονεξίας ἐρῶντα μὴ διορθωσάμενος πρότερον; Φέρε σοι καὶ τοὐναντίον δείξω, ὅτι κἂν ἄνωθεν κάτω καταγάγῃς τὸν σύνεσιν ἔχοντα, οὐκ ἐμβαλεῖς εἰς ἀθυμίαν καὶ λύπην. Καὶ, εἰ βούλει, τὴν αὐτὴν κλίμακα καταβαίνωμεν, καὶ τὸν ὕπαρχον ἀπὸ τοῦ θρόνου καταβιβάσας τῷ λόγῳ ἀποστέρει τῆς ἀξίας ἐκείνης. Οὐδὲν γὰρ οὗτος ἐντεῦθεν, ἂν ἐθέλῃ ταῦτα ἐννοεῖν, ἅπερ εἶπον, ἀλγήσει. Οὐδὲ γὰρ ἅπερ ἀφῄρηται, λογιεῖται, ἀλλ' ἅπερ ἔχει τέως, τὴν δόξαν τὴν ἀπὸ τῆς ἀρχῆς. Ἂν δὲ καὶ ταύτην ἀφέλῃς, λογιεῖται τοὺς ἰδιώτας, καὶ οὐδέποτε τοιαύτης ἐπιβάντας ἀρχῆς, καὶ ἀρκέσει εἰς παραμυθίαν ὁ πλοῦτος αὐτῷ· ἂν δὲ καὶ τούτου πάλιν ἐκβάλῃς, σκοπήσει τοὺς τὰ σύμμετρα ἔχοντας· ἂν δὲ καὶ τὰ σύμμετρα ἀφέλῃς καὶ τῆς ἀναγκαίας μόνης μεταδῷς τροφῆς, δυνήσεται ἐννοεῖν τοὺς οὐδὲ ταύτης μετέχοντας, ἀλλὰ λιμῷ παλαίοντας διηνεκεῖ, καὶ δεσμωτήριον οἰκοῦντας. Εἰ δὲ καὶ εἰς τὸ οἴκημα εἰσαγάγοις ἐκεῖνο, τοὺς ἐν νόσοις ἀνιάτοις ὄντας, τοὺς ἐν ὀδύναις ἀνηκέστοις ἐνθυμούμενος, ὄψεται ἑαυτὸν ἐν πολλῷ βελτίοσιν ὄντα. Καὶ ὥσπερ ὁ κοπρώνης ἐκεῖνος οὐδὲ βασιλεὺς γενόμενος εὐθυμίαν καρπώσεται, οὕτως οὗτος οὐδὲ δεσμώτης καταστὰς ἀλγήσει ποτέ. Οὐκ ἄρα πλοῦτος ἡδονῆς, οὔτε πενία ἀθυμίας ὑπόθεσις, ἀλλ' ἡ ἡμετέρα γνώμη, καὶ τὸ τὰ ὄμματα τῆς διανοίας ἡμῶν μὴ εἶναι καθαρὰ, μηδὲ ἑστάναι που καὶ μένειν, ἀλλ' ἀπέραντα πέτασθαι. Καὶ καθάπερ τὰ μὲν ὑγιεινὰ τῶν σωμάτων, κἂν ἄρτῳ τρέφηται μόνῳ, εὐπαθεῖ καὶ σφριγᾷ· τὰ δὲ ἐπίνοσα, κἂν δαψιλοῦς καὶ ποικίλης ἀπολαύῃ τραπέζης, τοσούτῳ μᾶλλον ἀσθενέστερα γίνεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν· οἱ μὲν μικρόψυχοι οὐδὲ ἐν διαδήματι καὶ τιμαῖς ἀφάτοις δύναιντ' ἂν εὐθυμεῖν· οἱ δὲ φιλόσοφοι καὶ ἐν δεσμοῖς καὶ ἐν ἁλύσει καὶ ἐν πενίᾳ καθαρᾶς ἀπολαύουσιν ἡδονῆς. Ταῦτ' οὖν ἐννοοῦντες, πρὸς τοὺς καταδεεστέρους ἀεὶ βλέπωμεν. Ἔστι μὲν γὰρ καὶ ἑτέρα παραμυθία, ἀλλὰ φιλόσοφος καὶ τῶν πολλῶν ὑπερβαίνουσα τὴν παχύτητα. Ποία αὕτη; Ὅτι οὐδὲν πλοῦτος, οὐδὲν πενία, οὐδὲν ἀτιμία, οὐδὲν τιμὴ, ἀλλ' ἐν χρόνῳ βραχεῖ καὶ ῥήμασι διεστήκασι μόνον ἀλλήλων. Μετὰ δὲ ταύτης καὶ ἑτέρα ταύτης μείζων, τὸ τὰ μέλλοντα ἐννοεῖν καὶ κακὰ καὶ ἀγαθὰ, τὰ ὄντως κακὰ καὶ ὄντως ἀγαθὰ, καὶ ἀπ' ἐκείνων παρακαλεῖσθαι. Ἀλλ' ἐπειδὴ πολλοὶ τούτων, ὅπερ ἔφην, πόῤῥω τῶν λόγων ἑστήκασι, διὰ τοῦτο ἐκείνοις ἠναγκάσθημεν διατρῖψαι τοῖς λόγοις, ἵνα ὁδῷ καὶ ἐπὶ τούτους ἀγάγωμεν τοὺς καταδεξαμένους ἐκεῖνα. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, πάντοθεν ἑαυτοὺς ῥυθμίσωμεν, καὶ οὐδέποτε ἐπὶ τῶν ἀδοκήτων τούτων ἀλγήσομεν. Οὐδὲ γὰρ, εἰ ἐν εἰκόνι πλουσίους ἴδοιμεν, ζηλωτοὺς εἶναι φαίημεν ἂν, ὥσπερ οὐδὲ τοὺς πτωχοὺς ἐκεῖ γεγραμμένους, ἀθλίους καὶ ἐλεεινούς· καίτοι γε ἐκεῖνοι τῶν παρ' ἡμῖν πλουτούντων μονιμώτεροι· μᾶλλον γὰρ ἐν τῇ γραφῇ μένει πλούσιος, ἢ ἐν αὐτῇ τῶν πραγμάτων τῇ φύσει. Ὁ μὲν γὰρ καὶ εἰς ἔτη πολλάκις ἑκατὸν ἤρκεσεν οὕτω φαινόμενος, οὗτος δὲ ἔστιν ὅτε οὐδὲ εἰς ἐνιαυτὸν ἐντρυφήσας τοῖς οὖσι, πάντων ἀθρόον ἐγυμνώθη. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, πανταχόθεν ἐπιτειχίσωμεν εὐθυμίαν κατὰ τῆς ἀλογίστου λύπης, ἵνα καὶ τὸν παρόντα βίον μεθ' ἡδονῆς διάξωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.