Ancient Greek
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-16
Not analysed yet
Ταῦτα καὶ ἡμεῖς ἀκούοντες, τὰ μὲν ἐλαττώματα ἡμῶν ἐκπομπεύωμεν, τὰ δὲ κατορθώματα σιγῶμεν· κἂν καιρὸς καταναγκάζῃ, συνεσταλμένως αὐτὰ λέγωμεν, καὶ τὸ πᾶν τῇ χάριτι λογιζώμεθα· ὃ δὴ καὶ αὐτὸς ποιεῖ, ἄνω καὶ κάτω τὸν μὲν πρῶτον αὑτοῦ στίζων βίον, τὰ δὲ μετὰ ταῦτα τῇ χάριτι λογιζόμενος, ἵνα τοῦ Θεοῦ δείξῃ τὴν φιλανθρωπίαν πάντοθεν, ὅτι τοιοῦτον ὄντα ἔσωσε, καὶ σωθέντα πάλιν τοιοῦτον εἰργάσατο. Μηδεὶς τοίνυν τῶν ἐν κακίᾳ ὄντων ἀπογινωσκέτω, μηδεὶς τῶν ἐν ἀρετῇ θαῤῥείτω, ἀλλὰ κἀκεῖνος ἔστω περιδεὴς, καὶ οὗτος πρόθυμος. Οὔτε γὰρ ῥᾳθυμῶν τις ἱκανὸς ἔσται μεῖναι ἐν ἀρετῇ, οὔτε σπουδάζων, ἀσθενὴς πρὸς τὸ διαφυγεῖν κακίαν. Καὶ τούτων ἀμφοτέρων ὑπόδειγμα ὁ μακάριος Δαυῒδ, ἡνίκα μικρὸν ἐνύσταξε, καταπεσὼν μέγα· καὶ ἡνίκα κατενύγη, πάλιν πρὸς τὸ πρότερον ὕψος ἀναδραμών. Καὶ γὰρ ἀμφότερα ἐξ ἴσης κακὰ, καὶ τὸ ἀπογινώσκειν καὶ τὸ ῥᾳθυμεῖν· τὸ μὲν γὰρ καθαιρεῖ ταχέως ἀπ' αὐτῆς τῶν οὐρανῶν τῆς ἁψῖδος, τὸ δὲ, ἀναστῆναι τὸν κείμενον οὐκ ἀφίησι. Διὸ πρὸς ἐκεῖνον μὲν ἔλεγεν ὁ Παῦλος· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ τοῦτον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· καὶ πάλιν, Τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Καὶ τὸν πεπορνευκότα δὲ μετανοήσαντα, διὰ τοῦτο ἀνακτᾶται ταχέως, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Τί τοίνυν ἐπὶ τοῖς ἄλλοις ἀθυμεῖς, ὦ ἄνθρωπε; Εἰ γὰρ ἐπὶ ἁμαρτήμασιν, ἔνθα χρήσιμον ἡ λύπη μόνον, ἡ ἀμετρία πολλὴν ἐργάζεται βλάβην, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἄλλοις. Τίνος γὰρ ἕνεκεν ἀλγεῖς; ὅτι χρήματα ἀπώλεσας; Ἀλλ' ἐννόησον τοὺς οὐδὲ ἄρτου κορεννυμένους, καὶ ταχίστην λήψῃ παραμυθίαν. Καὶ ἐφ' ἑκάστῳ δὲ τῶν δεινῶν μὴ τὰ συμβάντα θρήνει, ἀλλ' ὑπὲρ τῶν μὴ συμβάντων χαλεπῶν εὐχαρίστει. Ἔσχες χρήματα, καὶ ἀπέβαλες; Μὴ δακρύσῃς ὑπὲρ τῆς ζημίας, ἀλλ' εὐχαρίστησον ὑπὲρ τοῦ χρόνου, οὗ ταῦτα ἐκαρπώσω· εἰπὲ κατὰ τὸν Ἰὼβ, Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Μετὰ δὲ τούτου κἀκεῖνο λογίζου, ὅτι εἰ καὶ χρήματα ἀπέβαλες, ἀλλὰ τὸ σῶμά σου τέως ὑγιὲς ἔχεις, καὶ οὐ θρηνεῖς μετὰ τῆς πενίας καὶ τὴν τούτου πήρωσιν. Ἀλλὰ καὶ τὸ σῶμά σου λώβην τινὰ ὑπέμεινεν; Ἀλλ' οὐχ οὗτος τῶν ἀνθρωπίνων κακῶν ὁ πυθμὴν, ἀλλ' ἐν τῷ μέσῳ τοῦ πίθου φέρῃ τέως. Πολλοὶ γὰρ μετὰ πενίας καὶ λώβης καὶ δαίμονι παλαίουσι καὶ ἐν ἐρήμοις πλανῶνται· ἄλλοι πάλιν τούτων ἕτερα χαλεπώτερα ὑπομένουσι. Μὴ γὰρ δὴ γένοιτο ἡμᾶς πάντα παθεῖν, ὅσα δυνατὸν ἐνεγκεῖν. Ταῦτ' οὖν ἀεὶ λογιζόμενος, τοὺς τὰ χαλεπώτερα πάσχοντας ἐννόει, καὶ μηδενὶ τούτων ἄλγει· ἀλλ' ὅταν ἁμάρτῃς, τότε μόνον στέναξον, τότε δάκρυσον· οὐ κωλύω, ἀλλὰ καὶ προτρέπω μᾶλλον· καὶ τότε δὲ μετὰ συμμετρίας, ἐννοῶν ὅτι ἔστιν ἐπάνοδος, ἔστι καταλλαγή. Ἀλλ' ὁρᾷς ἑτέρους τρυφῶντας, σαυτὸν δὲ ἐν πενίᾳ, καὶ ἕτερον ἐν λαμπροῖς ἱματίοις, καὶ ἐν περιφανείᾳ; Ἀλλὰ μὴ ταῦτα μόνον σκόπει, ἀλλὰ καὶ τὰ ἐκ τούτων λυπηρά. Καὶ ἐπὶ τῆς πενίας δὲ μὴ τὴν πτωχείαν μόνον, ἀλλὰ καὶ τὴν ἐντεῦθεν ἡδονὴν ἀναλογίζου. Ὁ μὲν γὰρ πλοῦτος τὸ μὲν προσωπεῖον ἔχει φαιδρὸν, τὰ δὲ ἔνδον ζόφου γέμοντα· ἡ δὲ πενία τοὐναντίον· κἂν τὸ ἑκάστου συνειδὸς ἀναπτύξῃς, ἐν μὲν τῇ τοῦ πένητος ψυχῇ πολλὴν τὴν ἄδειαν ὄψει καὶ τὴν ἐλευθερίαν· ἐν δὲ τῇ τοῦ πλουτοῦντος θορύβους, ταραχὰς, κύματα. Εἰ δὲ ἀλγεῖς ὁρῶν αὐτὸν πλουτοῦντα, κἀκεῖνος πολλῷ σοῦ πλέον ἀλγεῖ τὸν αὑτοῦ πλουσιώτερον θεώμενος· καὶ καθάπερ σὺ τοῦτον δέδοικας, οὕτω κἀκεῖνος ἄλλον, καὶ οὐδέν σου πλεονεκτεῖ κατὰ τοῦτο. Ἀλλ' ἄρχοντα ὁρῶν ἀλγεῖς, ὅτι ἰδιώτης σὺ, καὶ τῶν ἀρχομένων. Ἀλλ' ἐννόει καὶ τῆς διαδοχῆς τὴν ἡμέραν, καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης τοὺς θορύβους, τοὺς κινδύνους, τοὺς πόνους, τὰς κολακείας, τὰς ἀγρυπνίας, τὰς ταλαιπωρίας πάσας. Καὶ ταῦτα πρὸς τοὺς οὐκ ἐθέλοντας φιλοσοφεῖν λέγομεν· ὡς ἐὰν τοῦτο εἰδῇς, ἀφ' ἑτέρων σε μειζόνων δυνάμεθα παρακαλέσαι· τέως δὲ ἀπὸ τῶν παχυτέρων ἀνάγκη πρὸς σὲ διαλέγεσθαι. Ὅταν τοίνυν ἴδῃς πλουτοῦντα, τὸν ἐκείνου πλουσιώτερον ἐννόει, καὶ ὄψει τοῦτον ἐν οἷς καὶ σύ. Μετὰ δὲ τοῦτον καὶ τὸν σαυτοῦ πενέστερον σκόπει, καὶ πόσοι πεινῶντες ἐκοιμήθησαν, καὶ οὐσίας πατρῴας ἀπέβαλον, καὶ δεσμωτήριον οἰκοῦσι, καὶ θάνατον καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν. Οὔτε γὰρ ἀθυμίαν πενία, οὔτε ἡδονὴν τίκτει πλοῦτος, ἀλλὰ καὶ τοῦτο κἀκεῖνο λογισμὸς ὑμῖν ἐμποιεῖν εἴωθε. Σκόπει δὲ ἀρχόμενος κάτωθεν· ὁ κοπρώνης ἀλγεῖ καὶ ὀδυνᾶται, ὅτι μὴ ἀπήλλακται τοῦ ταλαιπώρου καὶ ἐπονειδίστου εἶναι δοκοῦντος ἐπιτηδεύματος τούτου· ἀλλ' ἂν ἀπαλλάξῃς αὐτὸν τούτου, καὶ ποιήσῃς μετὰ ἀδείας τῶν ἀναγκαίων εὐπορεῖν, ἀλγήσει πάλιν ὅτι μὴ πλείω τῆς χρείας κέκτηται· κἂν πλείω παρέχῃς, βουλήσεται αὐτὰ διπλασίονα εἶναι πάλιν, καὶ διὰ τοῦτο ὀδυνηθήσεται οὐχ ἧττον, ἢ πρότερον· κἂν διπλασίονα, κἂν τριπλασίονα δῷς, ἀθυμήσει πάλιν, ὅτι μὴ πολιτεύεται· κἂν τοῦτο παρέχῃς αὐτῷ, ἄθλιον ἑαυτὸν ἡγήσεται, ὅτι μὴ τῶν τὰ πρῶτα πολιτευομένων ἐστί· καὶ ταύτης δὲ ἐπιλαβόμενος τῆς τιμῆς, θρηνήσει, ὅτι μὴ ἄρχει· ὅταν δὲ ἄρξῃ, ὅτι μὴ ἔθνους ὁλοκλήρου· ὅταν δὲ καὶ ἔθνους ὁλοκλήρου, ὅτι μὴ ἐθνῶν πολλῶν· ὅταν δὲ ἐθνῶν πολλῶν, ὅτι μὴ πάντων. Ὅταν ὕπαρχος γένηται, λυπηθήσεται πάλιν, ὅτι μὴ καὶ βασιλεύς· κἂν βασιλεὺς, ὅτι μὴ μόνος· κἂν μόνος, ὅτι μὴ καὶ βαρβάρων, ὅτι μὴ καὶ τῆς οἰκουμένης ἁπάσης· ὅταν καὶ τῆς οἰκουμένης ἁπάσης, διὰ τί μὴ καὶ ἑτέρου κόσμου; Καὶ οὕτως ἐπ' ἄπειρον ὁ λογισμὸς προϊὼν, οὐκ ἀφίησιν αὐτὸν ἡσθῆναί ποτε.