Ancient Greek · ~18 min
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 1.1-10
Not analysed yet
Πολλὰς ἀνάγκη τὸν ἄρχοντα μικροψυχιῶν ἀφορμὰς ἔχειν· καὶ καθάπερ ἰατρῶν παῖδες πολλὰ λυπεῖν ἀναγκάζονται τοὺς κάμνοντας, καὶ σιτία καὶ φάρμακα κατασκευάζοντες, ἡδονὴν μὲν οὐκ ἔχοντα, πολλὴν δὲ τὴν ὠφέλειαν· καὶ καθάπερ πατέρες πολλαχοῦ τοῖς υἱοῖς εἰσι φορτικοί· οὕτω καὶ οἱ διδάσκαλοι, καὶ πολλῷ μᾶλλον. Ὁ μὲν γὰρ ἰατρὸς κἂν πρὸς τὸν κάμνοντα ἀπεχθάνηται, ἀλλὰ πρὸς τοὺς προσήκοντας αὐτῷ καὶ ἐπιτηδείους ἔχει ἡδέως, καὶ πρὸς αὐτὸν δὲ πολλάκις τὸν κάμνοντα· καὶ ὁ πατὴρ δὲ ἀπό τε τῶν τῆς φύσεως, ἀπό τε τῶν νόμων τῶν ἔξωθεν μετὰ πολλῆς τῆς εὐκολίας κέχρηται τῇ κατὰ τοῦ παιδὸς ἀρχῇ· κἂν ἄκοντα παιδεύσῃ καὶ ἐπιπλήξῃ, οὐδεὶς ὁ κωλύσων, ἀλλ' οὐδὲ αὐτὸς ἐκεῖνος ἀντιβλέψαι δυνήσεται· ἐπὶ δὲ τοῦ ἱερέως πολλὴ ἡ δυσκολία. Πρῶτον μὲν οὖν ἑκόντων ἄρχειν ὀφείλει, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων· τοῦτο δὲ οὐκ ἔνι συμβαίνειν ταχέως. Ὁ γὰρ ἐλεγχόμενος καὶ ἐπιτιμώμενος, οἷος ἂν ᾖ, πάντως τὴν χάριν ἀφεὶς, ἀπεχθῶς ἔχει· ὡσαύτως καὶ ὁ παραινούμενος, καὶ ὁ νουθετούμενος, καὶ ὁ παρακαλούμενος ποιήσει. Ἂν εἴπω τοίνυν· Χρήματα κένωσον εἰς τοὺς δεομένους, ἐπαχθὲς εἶπόν τι καὶ φορτικόν· ἂν εἴπω· Κόλασον τὴν ὀργὴν, σβέσον τὸν θυμὸν, παῦσον τὴν ἄτοπον ἐπιθυμίαν, ὑπότεμε τῆς τρυφῆς μέρος μικρὸν, πάντα φορτικὰ καὶ ἐπαχθῆ. Κἂν κολάσω ῥᾳθυμοῦντα, ἢ τῆς ἐκκλησίας ἀπαγάγω, ἢ τῆς κοινῆς εὐχῆς ἀπείρξω, ἀλγεῖ, οὐ διὰ τὸ τούτων ἐκπεσεῖν, ἀλλὰ διὰ τὴν κοινὴν αἰσχύνην. Καὶ τοῦτο γὰρ τῆς νόσου ἐπίτασις, ὅτι τῶν πνευματικῶν κωλυόμενοι, οὐ διὰ τὴν στέρησιν τῶν τοσούτων ἀγαθῶν ἀλγοῦμεν, ἀλλὰ διὰ τὴν τῶν ὁρώντων αἰσχύνην· οὐ φρίττομεν, οὐ δεδοίκαμεν τὸ πρᾶγμα. Διὰ τοῦτο ἄνω καὶ κάτω Παῦλος περὶ τούτων πολλὰ διαλέγεται. Καὶ ὁ μὲν Χριστὸς αὐτοὺς μετὰ τοσαύτης ὑπέταξε τῆς ἀνάγκης, ὡς εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν τηρεῖν, τηρεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Καὶ πάλιν, ἡνίκα τὸν λεπρὸν ἐθεράπευσεν, ἔλεγεν· Ὕπαγε, δεῖξον σαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκαι τὸ δῶρόν σου, ὃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. Καὶ μὴν σὺ λέγεις· Ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. Διὰ τοῦτο εἶπον, φησὶν, Ἃ ποιοῦσι, μὴ ποιεῖτε. Πᾶσαν τοίνυν ἐξέκλεισε πρόφασιν τῷ ἀρχομένῳ ὁ Χριστός. Οὗτος δὲ καὶ Τιμοθέῳ γράφων ἔλεγεν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν. Καὶ πρὸς Ἑβραίους δὲ γράφων ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· καὶ ἐνταῦθα πάλιν· Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ εἶπεν· Οἰκοδομεῖτε εἷς τὸν ἕνα, ἵνα μὴ νομίσωσιν, ὅτι εἰς τὸ τῶν διδασκάλων ἀξίωμα αὐτοὺς ἀνήγαγε, τοῦτο ἐπήγαγε, μονονουχὶ λέγων, ὅτι Καὶ ὑμῖν ἐπέτρεψα οἰκοδομεῖν ἀλλήλους· οὐ γὰρ δυνατὸν πάντα τὸν διδάσκαλον εἰπεῖν. Τοὺς κοπιῶντας, φησὶν, ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς. Καὶ πῶς οὐκ ἄτοπον, φησί; Τί λέγεις; σὺ μὲν, ἂν μὲν ἄνθρωπός σου προστῇ πρὸς ἄνθρωπον, πάντα πράττεις, πᾶσαν ὁμολογεῖς χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προΐσταταί σου, καὶ οὐχ ὁμολογεῖς χάριν; Καὶ πῶς προΐσταται, φησίν; Ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευματικῇ δωρεᾷ τῇ διὰ τοῦ βαπτίσματος ὑπηρετεῖται, ἐπισκέπτεται, παραινεῖ καὶ νουθετεῖ, μέσαις νυξὶν, ἂν καλέσῃς, ἥκει, οὐδὲν ἄλλο ἢ μόνον ὑπόκειταί σου τῷ στόματι, καὶ τὰς βλασφημίας φέρει τὰς παρὰ σοῦ. Ποίαν εἶχεν ἀνάγκην; καλῶς ἐποίησεν, ἢ κακῶς; Σὺ μὲν καὶ γυναῖκα ἔχεις, καὶ τρυφᾷς, καὶ βίον αἱρῇ ἐμπορικόν· ὁ δὲ ἱερεὺς πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· οὐδεὶς αὐτῷ βίος ἕτερος, ἀλλὰ περὶ τὴν Ἐκκλησίαν στρέφεται. Ἡγεῖσθαι αὐτοὺς, φησὶν, ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Ὁρᾷς πῶς οἶδε μικροψυχίας γινομένας; Μὴ ἁπλῶς, φησὶν, ἀγαπᾶτε, ἀλλ', ὑπὲρ ἐκπερισσοῦ, ὡσανεὶ παῖδες πατέρας. Διὰ γὰρ αὐτῶν ἐτέχθητε τὴν γέννησιν τὴν αἰώνιον, δι' αὐτῶν τῆς βασιλείας ἐπετύχετε, διὰ τῶν χειρῶν αὐτῶν πάντα γίνεται, δι' αὐτῶν ὑμῖν πύλαι οὐράνιαι ἀνοίγονται. Μηδεὶς στασιαζέτω, μηδεὶς φιλονεικείτω. Ὁ τὸν Χριστὸν ἀγαπῶν, οἷος ἂν ᾖ ὁ ἱερεὺς, ἀγαπήσει αὐτὸν, ὅτι δι' αὐτοῦ τῶν φρικτῶν μυστηρίων ἐπέτυχεν. Εἰπέ μοι, εἰ βουληθεὶς ἰδεῖν τὰ βασίλεια πολλῷ καταλάμποντα τῷ χρυσῷ, καὶ περιαστράπτοντα τῇ τῶν λίθων αἴγλῃ, εὕροις τὸν τὰς κλεῖς ἔχοντα, ὁ δὲ παρακληθεὶς, εὐθέως ἤνοιξε, καὶ παρέπεμψέ σε ἔνδον, οὐχὶ πάντων ἂν αὐτὸν προετίθεις; οὐχὶ τῶν ὀφθαλμῶν ἴσον ἠγάπησας; οὐχὶ ἐφίλεις; Τὸν οὐρανόν σοι ἀνέῳξεν οὗτος, καὶ οὐ φιλεῖς καὶ περιέπεις; Εἰ γυναῖκα ἔχοις, οὐχὶ τὸν προξενήσαντα ποθεῖς πάντων μάλιστα; Οὕτως, εἰ φιλεῖς τὸν Χριστὸν, εἰ φιλεῖς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπίγνωθι διὰ τίνων ἔσχες αὐτήν. Διὰ τοῦτό φησι. Διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.