Ancient Greek · ~16 min
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 2.1-10
Not analysed yet
Ἐνταῦθα πρὸς τοὺς ἄρχοντας διαλέγεται. Νουθετεῖτε, φησὶ, τοὺς ἀτάκτους· τουτέστι, μὴ ἀπὸ ἐξουσίας, μηδὲ ἀπὸ αὐθαδείας ἐπιπλήσσετε, ἀλλὰ μετὰ ἐπιεικείας, μετὰ ἡμερότητος. Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁ γὰρ αὐστηρῶς ἐπιπληττόμενος, ἀπεγνωκὼς ἑαυτοῦ, θρασύτερος γίνεται καταφρονῶν· διὰ τοῦτο τῇ νουθεσίᾳ χρὴ ἡδὺ κατασκευάζειν τὸ φάρμακον. Τίνες δέ εἰσιν οἱ ἄτακτοι; Πάντως οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες. Τάξεως γάρ ἐστι τῆς στρατιωτικῆς ἁρμοδιωτέρα αὕτη ἡ τάξις τῆς Ἐκκλησίας. Ὥστε καὶ ὁ λοίδορος ἄτακτος, καὶ ὁ μέθυσος ἄτακτος καὶ ὁ πλεονέκτης καὶ πάντες οἱ ἁμαρτάνοντες· οὐ γὰρ τεταγμένα βαδίζουσιν ἐν τῇ φάλαγγι, ἀλλὰ παράφορα· διὸ καὶ περιτρέπονται. Ἀλλ' ἔστι καὶ ἕτερον εἶδος τῶν κακῶν, οὐ τοιοῦτον μὲν, κακία δὲ καὶ αὐτό. Ποῖον τοῦτο; Ἡ μικροψυχία· καὶ γὰρ καὶ αὕτη ὁμοίως τῇ ῥᾳθυμίᾳ ἀπόλλυσιν. Ὁ μὴ φέρων ὕβριν, ὀλιγόψυχος· ὁ μὴ φέρων πειρασμὸν, ὀλιγόψυχος· οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. Ἔστι καὶ ἄλλο εἶδος, τὸ τῆς ἀσθενείας. Ἀντέχεσθε, φησὶ, τῶν ἀσθενῶν, ἀσθενῶν λέγων τῶν περὶ πίστιν· γίνεται γὰρ ἀσθένεια καὶ περὶ αὐτήν. Ἀλλ' ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς διαπτύεσθαι. Καὶ ἀλλαχοῦ δὲ γράφων ἔλεγε, Τοὺς ἀσθενοῦντας τῇ πίστει προσλαμβάνεσθε. Καὶ γὰρ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις τὸ ἀσθενοῦν μέρος οὐκ ἐῶμεν ἀπολέσθαι. Μακροθυμεῖτε, φησὶ, πρὸς πάντας. Τί οὖν; καὶ πρὸς τοὺς ἀτάκτους; Καὶ σφόδρα· οὐδὲν γὰρ τούτου φαρμάκου ἴσον διδασκάλῳ μάλιστα, οὐδὲν οὕτω τοῖς ἀρχομένοις ἐπιτήδειον· πάντως ἐντρέψαι δύναται, πάντως δυσωπῆσαι, καὶ τὸν πάντων ἀγριώτερον καὶ ἀναισχυντότερον. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ μᾶλλον κακὸν ἀντὶ ἀγαθοῦ, πολλῷ μᾶλλον μὴ προϋπάρξαντος κακοῦ, ἀποδοῦναι κακόν. Ἀλλ' ὁ δεῖνα, φησὶ, πονηρός ἐστι, καὶ ἐλύπησε, καὶ πολλά με ἠδίκησε. Βούλει αὐτὸν ἀμύνασθαι; μὴ ἀνταποδῷς· ἔασον ἀτιμώρητον. Ἆρα μέχρι τούτου; Οὐδαμῶς. Ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Αὕτη μείζων ἡ φιλοσοφία, μὴ μόνον κακοῖς μὴ ἀμύνεσθαι τὰ κακὰ, ἀλλὰ ἀγαθοῖς· αὕτη γάρ ἐστιν ὄντως ἄμυνα κἀκείνῳ βλάβην ἔχουσα, καὶ ὠφέλειάν σοι· μᾶλλον δὲ κἀκείνῳ πολλὴν τὴν ὠφέλειαν, ἐὰν θέλῃ. Καὶ ἵνα μὴ νομίσῃς ὅτι περὶ τῶν πιστῶν μόνων τοῦτο εἴρηται, διὰ τοῦτο εἶπε· Καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Πάντοτε χαίρετε. Τοῦτο περὶ τῶν πειρασμῶν τῶν θλῖψιν ἐμποιούντων. Ἀκούετε, ὅσοι πενίᾳ περιπεπτώκατε, ὅσοι λυπηροῖς πράγμασιν· ἀπὸ τούτων γὰρ χαρὰ τίκτεται. Ὅταν γὰρ τοιαύτην ἔχωμεν ψυχὴν, ὥστε μηδένα ἀμύνεσθαι, ἀλλὰ πάντας εὐεργετεῖν, πόθεν, εἰπέ μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται; Ὁ γὰρ οὕτω χαίρων τῷ παθεῖν κακῶς, ὡς καὶ εὐεργεσίαις ἀμύνεσθαι τὸν πεποιηκότα κακῶς, πόθεν δυνήσεται ἀνιαθῆναι λοιπόν; Καὶ πῶς οἷόν τε τοῦτο, φησίν; Ἂν ἐθέλωμεν, δυνατόν. Εἶτα καὶ τὴν ὁδὸν ἔδειξεν· Ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ. Τὸ ἀεὶ εὐχαριστεῖν, τοῦτο φιλοσόφου ψυχῆς. Ἔπαθές τι κακόν; Ἀλλ' ἐὰν θέλῃς, οὐκ ἔστι κακόν· εὐχαρίστησον τῷ Θεῷ, καὶ μετεβλήθη τὸ κακὸν εἰς ἀγαθόν· εἰπὲ καὶ σὺ ὡς Ἰώβ· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Τί γὰρ, εἰπέ μοι, τοιοῦτον πέπονθας; νόσος ἐπέπεσεν; ἀλλ' οὐδὲν ξένον· θνητὸν γὰρ ἡμῖν τὸ σῶμα καὶ παθητόν. Ἀλλὰ πενία συνήντησε χρημάτων; ἀλλὰ καὶ ταῦτα κτητὰ καὶ ἀπόκτητα, καὶ ἐνταῦθα μένοντα. Ἀλλ' ἐπιβουλαὶ καὶ συκοφαντίαι παρ' ἐχθρῶν; ἀλλ' οὐχ ἡμεῖς ἠδικήμεθα ἐν τούτοις, ἀλλ' ἐκεῖνοι οἱ πεποιηκότες· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Ἥμαρτε δὲ οὐχ ὁ παθὼν κακῶς, ἀλλ' ὁ ποιήσας κακῶς. Οὐ τοίνυν τὸν ἀποθανόντα ἀμύνεσθαι χρὴ, ἀλλ' εὔχεσθαι ὑπὲρ αὐτοῦ, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ θανάτου. Οὐχ ὁρᾶτε τὴν μέλισσαν, ὅτι πλήττουσα ἐπαποθνήσκει τῷ κέντρῳ; Δι' ἐκείνου τοῦ ζώου παιδεύει ἡμᾶς ὁ Θεὸς μὴ λυπεῖν τοὺς πλησίον· αὐτοὶ γὰρ τὸν θάνατον δεχόμεθα πρότεροι. Ἐκείνους μὲν γὰρ πλήττοντες ἴσως πρὸς μικρὸν ἐλυπήσαμεν· αὐτοὶ δὲ οὐκέτι ζησόμεθα, καθάπερ οὐδὲ ἐκεῖνο τὸ ζῶον. Καίτοι γε ἐπαινεῖ αὐτὸ ἡ Γραφὴ λέγουσα· Ὡς ἐργάτις ἐστίν· ἧς τὴν ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ἀλλ' οὐδὲν αὐτῆς προΐσταται εἰς τὸ μὴ ἀποθανεῖν, ἀλλὰ δεῖ πάντως ἀπολέσθαι. Εἰ δὲ ἐκείνην οὐκ ἐξαιρεῖται ἡ λοιπὴ πλεονεξία ποιοῦσαν κακῶς, πολλῷ μᾶλλον ἡμᾶς.