Ancient Greek · ~21 min
Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 1.1-2
Not analysed yet
Καθάπερ μύρον εὐῶδες τὴν εὐωδίαν οὐκ ἐν ἑαυτῷ συγκλεῖσαν ἔχει, ἀλλὰ πόῤῥωθεν ἀφίησι, καὶ τὸν ἀέρα ἀναχρῶσαν τῆς ὀσμῆς, οὕτως ἐνίησι καὶ ταῖς τῶν πλησίων αἰσθήσεσιν· οὕτω δὴ καὶ οἱ γενναῖοι καὶ θαυμαστοὶ ἄνδρες οὐκ ἐν ἑαυτοῖς τὴν ἀρετὴν συγκλείσαντες ἔχουσιν, ἀλλὰ πολλοὺς διὰ τῆς φήμης αὐτῶν ὠφελοῦσι καὶ ἀμείνους ἐργάζονται. Ὅπερ οὖν καὶ τότε γεγένηται. Διὰ τοῦτο ἔλεγεν· Ὥστε ὑμᾶς τύπους γενέσθαι πᾶσι τοῖς πιστεύουσιν ἐν Ἀχαΐᾳ καὶ τῇ Μακεδονίᾳ. Ἀφ' ὑμῶν γὰρ, φησὶν, ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Τῆς μὲν οὖν παιδεύσεως τοὺς πλησίον πάντας ἐνεπλήσατε, φησὶ, τοῦ δὲ θαύματος τὴν οἰκουμένην· τὸ γὰρ, Ἐν παντὶ τόπῳ, τοῦτό ἐστι. Καὶ οὐκ εἶπε· Διατεθρύλληται ἡ πίστις ὑμῶν, ἀλλ', Ἐξήχηται· δηλῶν ὅτι ὥσπερ σάλπιγγος λαμπρὸν ἠχούσης ὁ πλησίον ἅπας πληροῦται τόπος, οὕτω τῆς ὑμετέρας ἀνδρείας ἡ φήμη, καθάπερ ἐκείνη σαλπίζουσα, ἱκανὴ τὴν οἰκουμένην ἐμπλῆσαι, καὶ πᾶσι τοῖς πανταχοῦ μετὰ τῆς ἴσης ἠχῆς προσπεσεῖν. Τὰ γὰρ μεγάλα τῶν πραγμάτων ἔνθα μὲν ἂν γένηται, λαμπρότερον ᾄδεται, πόῤῥω δὲ ᾄδεται μὲν, οὐχ οὕτω δέ· ἀφ' ὑμῶν δὲ οὖν οὐχ οὕτως, ἀλλ' ἠχὴ εὔσημος πανταχοῦ τῆς γῆς ἐξελήλυθε. Καὶ μή τις ὑπερβολῆς εἶναι νομίσῃ τὰ ῥήματα· καὶ γὰρ τοῦτο τὸ ἔθνος τὸ τῶν Μακεδόνων πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐπίσημον ἦν, καὶ πανταχοῦ ᾔδετο Ῥωμαίων μᾶλλον· καὶ Ῥωμαῖοι διὰ τοῦτο θαυμαστοὶ, ὅτι τούτους εἷλον. Ἃ γὰρ ὁ Μακεδόνων βασιλεὺς εἰργάσατο, πάντα ὑπερέβαινε λόγον, ἀπὸ μικρᾶς μὲν ὁρμηθεὶς πόλεως, τὴν δὲ οἰκουμένην καταλαβών. Διὰ τοῦτο καὶ πτηνὴν Πάρδαλιν αὐτὸν ὁρᾷ ὁ προφήτης, τὸ τάχος καὶ τὸ σφοδρὸν καὶ τὸ πυρῶδες καὶ τὸ ἄφνω που διαπτῆναι τὴν οἰκουμένην μετὰ τροπαίων καὶ νίκης δηλῶν. Λέγουσι, δὲ, ὅτι καὶ φιλοσόφου τινὸς ἀκούσας λέγοντος, ὅτι ἄπειροι κόσμοι εἰσὶ, πικρὸν ἐστέναξεν, εἴ γε ἀπείρων ὄντων, μηδὲ ἑνός που κεκράτηκεν· οὕτως ἦν μεγαλόφρων καὶ μεγαλόψυχος, καὶ πανταχοῦ τῆς οἰκουμένης ᾔδετο. Τῇ γοῦν τοῦ βασιλέως φήμῃ συνανῄει καὶ ἡ τοῦ ἔθνους δόξα· Ἀλέξανδρος γὰρ ὁ Μακεδὼν ἐλέγετο· ὥστε διαβοωμένου ἐκείνου, εἰκότως καὶ τὰ ἐκεῖ γενόμενα πανταχοῦ ᾄδεσθαι· τῶν γὰρ ἐπισήμων οὐδὲν δύναται λαθεῖν. Οὐχ ἧττον οὖν τῶν Ῥωμαίων τὰ Μακεδόνων ἦν. Ἡ πίστις ὑμῶν ἡ πρὸς Θεὸν, φησὶν, ἐξελήλυθεν. Ὅρα πῶς ὡς περὶ ἐμψύχου διαλεγόμενος τὸ, Ἐξελήλυθε, τέθεικε· τοῦτο δὲ καὶ ἀπὸ τῆς σφοδρότητος αὐτῶν γέγονεν. Εἶτα δηλῶν ὅτι οὕτω τὴν πίστιν αὐτῶν σφοδρὰν καὶ ἐνεργῆ ἐπεδείξαντο, ἐπάγει· Ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς. Οὐ περιμένουσιν ἀκοῦσαι περὶ ὑμῶν, ἀλλὰ τοὺς παρόντας καὶ τεθεαμένους τὰ ὑμέτερα κατορθώματα, οἱ μὴ παρόντες, μηδὲ τεθεαμένοι παραλαμβάνουσιν· οὕτω δήλη πανταχοῦ γέγονε ταῖς ἀκοαῖς. Οὐκοῦν οὐ δεησόμεθα τὰ ὑμέτερα διηγούμενοι, εἰς ζῆλον αὐτοὺς ἀγαγεῖν τὸν ἴσον· ἃ γὰρ αὐτοὺς ἐχρῆν παρ' ἡμῶν ἀκούειν, ταῦτα αὐτοὶ προλαβόντες λέγουσι. Καίτοι γε πολλαχοῦ ἐπὶ τῶν τοιούτων φθόνος ἐστίν· ἀλλ' ἡ ὑπερβολὴ καὶ τοῦτον ἐνίκησε, καὶ αὐτοὶ κήρυκές εἰσι τῶν ὑμετέρων ἄθλων. Καίτοι γε ἀπολιμπανόμενοι, οὐδὲ οὕτω σιγῶσιν, ἀλλὰ προφθάνουσι. Τοιούτοις δὲ οὖσιν οὐκ ἔστιν ἡμῖν λέγουσιν ἀπιστῆσαι. Τί ἐστιν, Ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς; Ὅτι κινδύνων ἔγεμεν, ὅτι θανάτων μυρίων, ὅτι τούτων οὐδὲν ὑμᾶς ἐτάραττεν· ἀλλ', ὡς οὐδενὸς γενομένου, οὕτως ἡμῶν εἴχεσθε· ὡς οὐδὲν παθόντες κακὸν, ἀλλ' ὡς μυρίων ἀπολαύσαντες ἀγαθῶν, οὕτως ἡμᾶς ἐδέξασθε μετὰ ταῦτα. Δευτέρα γὰρ ἦν εἴσοδος αὕτη. Οἷον ἀπῆλθον εἰς Βέῤῥοιαν, ἐδιώχθησαν· καὶ μετὰ ταῦτα ἐλθόντας αὐτοὺς οὕτως ἐδέξαντο, ὡς τιμηθῆναι καὶ παρ' αὐτῶν, ὥστε καὶ τὴν ψυχὴν αὑτῶν ὑπὲρ αὐτῶν ἔθηκαν. Τὸ οὖν, Ὁποίαν εἴσοδον ἔσχομεν, συμπεπλεγμένον ἐστι· καὶ τούτων γὰρ, καὶ αὐτῶν ἔχει ἐγκώμιον· ἀλλ' αὐτὸς τοῦτο ἔτρεψεν εἰς τὸ αὐτῶν. Καὶ πῶς ἐπεστρέψατε, φησὶ, πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ· Τουτέστιν, ὅτι εὐκόλως, ὅτι μετὰ πολλῆς τῆς σφοδρότητος, ὅτι οὐκ ἐδεήθητε πολλῆς πραγματείας εἰς τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Ἐνταῦθα καὶ παραίνεσιν εἰσήγαγεν, ὅπερ ἐστὶν ἀνεπαχθέστερον τὸν λόγον ποιοῦντος. Καὶ ἀναμένειν, φησὶ, τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Καὶ ἀναμένειν, φησὶ, τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, τὸν ἐσταυρωμένον, τὸν ταφέντα· διὸ καὶ τοῦτο δηλῶν ἐπάγει, Ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν. Εἶδες ὁμοῦ πάντα, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν, καὶ τὴν δευτέραν παρουσίαν, τὴν κρίσιν, τὴν τῶν δικαίων ἀνταπόδοσιν, τὴν τῶν πονηρῶν τιμωρίαν; Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς, φησὶν, ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Τοῦτο καὶ παραμυθία, καὶ παράκλησις, καὶ προτροπὴ ἐκείνων. Εἰ γὰρ ἤγειρεν ἐκ τῶν νεκρῶν, καὶ ἐν οὐρανῷ ἐστι, καὶ ἐκεῖθεν ἐλεύσεται (τοῦτο δὲ οὕτως ἔχειν ἐπιστεύσατε· οὐ γὰρ ἂν, εἰ μὴ ἐπιστεύσατε, τοσαῦτα ἐπάθετε)· ἱκανὴ παραμυθία καὶ ταῦτα. Εἰ δὲ καὶ δώσουσι πάντως οὗτοι δίκην, ὅπερ οὖν καὶ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ φησιν, ἑτέραν καὶ ὑμεῖς ἕξετε παραμυθίαν οὐ μικράν. Ἄλλως δὲ καὶ ἀναμένειν εἶπε τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, δηλῶν ὅτι τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν μελλήσει, ὅταν ὁ Χριστὸς ἀπὸ τῶν οὐρανῶν ἔλθῃ. Ὅρα πόσης δεῖται ἐλπίδος, ὅτι ὁ σταυρωθεὶς ἠγέρθη, ὅτι ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς, Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.