Ancient Greek
Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 2.1-2
Not analysed yet
Μεγάλα μὲν καὶ τὰ ὑμέτερα πλὴν ἀλλ' οὐδὲ ἡμεῖς ἀνθρωπίνῳ λόγῳ ἐχρησάμεθα. Ἀλλ' ὅπερ ἄνω φησὶ, τοῦτο καὶ ἐνταῦθα, ὅτι ἀμφοτέρωθεν δείκνυται τὸ κήρυγμα οἷόν ἐστιν, ἀπό τε τῶν σημείων, ἀπό τε τῆς τῶν κηρυττόντων προαιρέσεως, ἀπό τε τῆς τῶν δεχομένων θερμότητος καὶ σπουδῆς. Αὐτοὶ γὰρ οἴδατε, φησὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονε· τουτέστιν, ὅτι οὐκ ἀνθρωπίνη, οὐδὲ ἡ τυχοῦσα. Ἀπὸ γὰρ κινδύνων ὄντες μεγάλων καὶ θανάτων καὶ πληγῶν, εὐθέως εἰς κινδύνους ἐνεπέσομεν. Ἀλλὰ προπαθόντες, φησὶ, καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν. Ὁρᾷς πῶς πάλιν τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ; Λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. Οὐκ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ἐκεῖ μὲν ἐκινδυνεύσαμεν, ἐνταῦθα δὲ οὔ· ἴστε καὶ ὑμεῖς ὅσος ὁ κίνδυνος, καὶ μεθ' ὅσης ἀγωνίας ἐγενόμεθα πρὸς ὑμᾶς. Ὅπερ καὶ πρὸς Κορινθίους φησὶ γράφων, ὅτι Ἐν ἀσθενείᾳ καὶ ἐν πόνῳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Ὁρᾷς ὅτι ὅπερ ἔφην, ἀπὸ τῆς ἐνστάσεως αὐτῶν ποιεῖται τεκμήριον τοῦ θεῖον εἶναι τὸ κήρυγμα; Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, εἰ ἀπάτη ἦν, τοσούτους κινδύνους ὑπεμείναμεν ἂν, οὐδὲ ἀναπνεῦσαι διδόντας ἡμῖν. Τί ποτ' οὖν ἐστιν; Εἰ μή τι τῶν μελλόντων διήγειρεν ἡμᾶς, εἰ μὴ ἐπεπείσμεθα ὅτι ἐλπίς ἐστιν ἀγαθὴ, οὐκ ἂν προθυμότεροι πάσχοντες διεκείμεθα. Τίς γὰρ ἂν ἕλοιτο ὑπὲρ τῶν ἐνταῦθα τοσαῦτα ὑπομένειν, καὶ βίον ἐναγώνιον ζῇν, καὶ κινδύνων γέμοντα; τίνα γὰρ ἂν πείσαιεν; αὐτὰ γὰρ ταῦτα οὐχ ἱκανὰ θορυβῆσαι τοὺς μαθητὰς, ὅταν τοὺς διδασκάλους ὁρῶσιν ἐν κινδύνοις; Ἀλλ' οὐχ ὑμεῖς τοῦτο πεπόνθατε· Ἡ γὰρ παράκλησις ἡμῶν, τουτέστιν, ἡ διδαχὴ, οὐκ ἐκ πλάνης. Οὐκ ἔστι δόλος, φησὶ, τὸ πρᾶγμα, οὐδὲ ἀπάτη, ἵνα ἐνδῶμεν· οὐκ ἔστιν ὑπὲρ μυσαρῶν πραγμάτων, οἷον γοήτων καὶ μάγων· τοῦτο γὰρ τὸ, Ἐξ ἀκαθαρσίας· οὔτε ἐν δόλῳ, οὔτε ἐν ἐπιστάσει τινὶ, ὅπερ ὁ Θευδᾶς ἐποίησεν· Ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ. Ὁρᾷς, ὅτι οὐκ ἔστι κενοδοξία; Ἀλλὰ τῷ Θεῷ, φησὶ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὐδὲν πρὸς ἀρέσκειαν ἀνθρώπων πράττομεν, φησί· τίνος γὰρ ἕνεκεν ταῦτα ἂν ἐπράξαμεν; Ἔπειτα ἐπαινέσας αὐτοὺς, τῷ λέγειν, Οὐχ ὡς ἀνθρώποις θέλοντες ἀρέσαι, οὔτε τὰς παρὰ ἀνθρώπων ἐπιζητοῦντες τιμὰς, ἐπήγαγεν· Ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον. Ὡς εἰ ἔλεγεν· Εἰ μὴ εἶδε παντὸς ἀπηλλαγμένους βιωτικοῦ, οὐκ ἂν ἡμᾶς εἵλετο· καθὼς οὖν ἐδοκίμασε, τοιοῦτοι καὶ μένομεν. Δεδο κιμάσμεθα, φησὶν, ὑπὸ τοῦ Θεοῦ· τουτέστιν, ἡμᾶς ἐδοκίμασε καὶ ἐνεπίστευσε τὸ Εὐαγγέλιον. Ὡς οὖν δόκιμοι ἐφάνημεν τῷ Θεῷ, οὕτω καὶ μένομεν. Ταύτης τῆς ἀρετῆς τεκμήριον τὸ πιστευθῆναι τὸ Εὐαγγέλιον· οὐκ ἂν δὲ, εἴ τι φαῦλον ἐν ἡμῖν ἦν, ὁ Θεὸς ἡμᾶς ἐδοκίμασε. Τὸ δὲ, Ἐδοκίμασεν, ἐνταῦθα ἀντὶ τοῦ, Εὗρε δοκίμους καὶ ἐπίστευσεν, οὐχὶ ἐρευνῆσαί ἐστιν· ἡμεῖς μὲν γὰρ ἀπὸ τοῦ δοκιμάσαι πράττομεν, αὐτὸς δὲ χωρὶς δοκιμῆς. Οὐκοῦν οὕτω λαλοῦμεν, ὥσπερ εἰκὸς τοὺς ὑπὸ τοῦ Θεοῦ δοκιμασθέντας καὶ πιστευθέντας ἀξίους εἶναι τοῦ Εὐαγγελίου· καὶ, Λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες· τουτέστιν, οὐ δι' ὑμᾶς ταῦτα πάντα ποιοῦμεν. Ἐπειδὴ προλαβὼν αὐτοὺς ἐπῄνεσεν, ἵνα μὴ εἰς ὑποψίαν ἀγάγῃ τὸν λόγον, φησίν· Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, ὁ Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ' ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, φησί· τουτέστιν, Οὐκ ἐκολακεύσαμεν, ὅπερ ἐστὶ τῶν ἀπατώντων, τῶν βουλομένων κατασχεῖν καὶ κρατῆσαι. Οὐκ ἔστιν εἰπεῖν ὅτι ἐκολακεύσαμεν, ἵνα κρατήσωμεν, οὐδὲ ὅτι χρημάτων ἕνεκεν ἐπὶ τοῦτο ἥκομεν. Τούτου λοιπὸν, ὅπερ ἦν δῆλον, αὐτοὺς καλεῖ μάρτυρας· Εἰ ἐκολακεύσαμεν, ὑμεῖς οἴδατε, φησίν· ὅπερ δὲ ἄδηλον ἦν, τὸ, εἰ τρόπῳ πλεονεξίας, Θεὸν καλεῖ μάρτυρα. Οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ' ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι· τουτέστιν, οὔτε τιμὰς ἐπιζητοῦντες, καὶ κομπάζοντες, καὶ δορυφορούμενοι. Καίτοι εἰ καὶ τοῦτο εἰργασάμεθα, οὐδὲν ἀλλότριον ἐποιοῦμεν· εἰ γὰρ παρὰ βασιλέων ἀποστελλόμενοί τινες ὅμως εἰσὶν ἐν τιμῇ, πολλῷ μᾶλλον ἡμεῖς. Καὶ οὐκ εἶπεν, ὅτι Ἠτιμάσθημεν, οὐδὲ ὅτι Οὐκ ἀπελαύσαμεν τιμῆς, ὅπερ ἦν ὀνειδίζοντος αὐτούς· ἀλλ', Οὐκ ἐζητήσαμεν. Οἱ τοίνυν, ἐξὸν ζητῆσαι, μὴ ζητήσαντες, καὶ τοῦ κηρύγματος τοῦτο ἀπαιτοῦντος, πῶς δόξης ἕνεκέν τι πράττομεν; Καίτοι γε εἰ καὶ ἐζητήσαμεν, οὐδὲ οὕτως ἦν ἔγκλημα· εἰκὸς γὰρ τοὺς παρὰ Θεοῦ πρὸς ἀνθρώπους ἀποσταλέντας, ὡσανεὶ ἀπὸ τοῦ οὐρανοῦ νῦν ἥκοντας πρέσβεις, πολλῆς ἀπολαῦσαι τιμῆς. Ἀλλ' ἐκ περιουσίας ἡμεῖς οὐδὲν τούτων πράττομεν, ἵνα τὰ τῶν ἐναντίων ἐμφράξωμεν στόματα.