Ancient Greek · ~17 min
Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν πάντοτε ἀγαθὴν, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν, πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 1.1-4
Not analysed yet
Ζήτημα πρόκειται τήμερον ἡμῖν παρὰ πολλῶν ζητούμενον, καὶ πολλαχόθεν συλλεγόμενον. Τί δὲ τὸ ζήτημά ἐστι; Διὰ τοῦτο, φησὶ, κἀγὼ μηκέτι στέγων, ἔπεμψα Τιμόθεον εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν. Τί λέγεις; ὁ τοσαῦτα εἰδὼς, ὁ ἀπόῤῥητα ἀκούσας ῥήματα, ὁ μέχρι τρίτου ἀνελθὼν οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὤν; καίτοι οὐ πολλοῦ ὄντος τοῦ διαστήματος, οὐδὲ πρὸ πολλοῦ χωρισθεὶς αὐτῶν· Ἀπορφανισθέντες γὰρ, φησὶν, ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας. Οὐκ οἶδε οὖν ὁ τοιοῦτος τὰ Θεσσαλονικέων, ἀλλ' ἀναγκάζεται πέμψαι Τιμόθεον εἰς τὸ γνῶναι τὴν πίστιν αὐτῶν· Μή πως ἐπείρασεν ὑμᾶς, φησὶν, ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν; Τί οὖν ἄν τις εἴποι; ὅτι οὐ πάντα ᾔδεισαν οἱ ἅγιοι; Καὶ ὅτι οὐκ ᾔδεισαν, πολλαχόθεν ἄν τις μάθοι, ἀπό τε τῶν πρώτων, ἀπό τε τῶν μετὰ ταῦτα· καθάπερ Ἑλισσαῖος περὶ τῆς γυναικὸς ἠγνόησε· καθάπερ Ἠλίας ἔλεγε πρὸς τὸν Θεόν· Ἐγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Διὰ τοῦτο ἤκουε παρὰ τοῦ Θεοῦ, ὅτι Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας. Καθάπερ ὁ Σαμουὴλ πάλιν, ἡνίκα ἀπεστάλη χρῖσαι τὸν Δαυΐδ· Εἶπε, φησὶ, Κύριος πρὸς αὐτόν· Μὴ πρόσχες εἰς τὴν ὄψιν αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν τοῦ μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἄνθρωπος ὄψεται ὁ Θεός· ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Τοῦτο δὲ γίνεται κατὰ πολλὴν τοῦ Θεοῦ κηδεμονίαν. Πῶς καὶ τίνι τρόπῳ; Αὐτῶν τε ἕνεκεν τῶν ἁγίων, καὶ τῶν πιστευόντων αὐτοῖς. Καθάπερ γὰρ καὶ διωγμοὺς συγχωρεῖ γίνεσθαι, οὕτως αὐτοὺς συγχωρεῖ πολλὰ καὶ ἀγνοεῖν, ἵνα καταστέλλωνται. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ πάλιν, ἵνα καὶ οἱ ἄλλοι μὴ μεγάλα περὶ αὐτὸν φαντάζωνται. Εἰ γὰρ ἀπὸ σημείων θεοὺς αὐτοὺς εἶναι ἐνόμισαν, πολλῷ μᾶλλον, εἰ διαπαντὸς ἐπέμενον τὰ πάντα εἰδότες. Καὶ τοῦτο καὶ αὐτὸς πάλιν φησίν· Ἵνα μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ πάλιν ἄκουε τοῦ Πέτρου λέγοντος, ἡνίκα τὸν χωλὸν ἐθεράπευσε· Τί ἡμῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ τοῦτο πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Εἰ δὲ καὶ αὐτῶν τοῦτο λεγόντων καὶ ποιούντων, ὅμως καὶ ἀπὸ τῶν ὀλίγων καὶ μικρῶν οὕτως ἐτίκτοντο ὑπόνοιαι πονηραὶ, πολλῷ μᾶλλον ἀπὸ τῶν μεγάλων. Καὶ δι' ἕτερον δὲ ταῦτα συνεχωρεῖτο. Ἵνα γὰρ μή τις ἔχῃ λέγειν, ὅτι οὐχὶ ἄνθρωποι ὄντες κατώρθωσαν ἅπερ κατώρθωσαν, καὶ οὕτω πάντες ὕπτιοι γίνωνται, διὰ τοῦτο δείκνυσι καὶ αὐτοὺς ὄντας ἐν ἀσθενείᾳ, ἵνα τῶν ἀγνωμονεῖν βουλομένων πᾶσαν ἐγκόψῃ ἀναισχυντίας πρόφασιν. Διὰ τοῦτο ἀγνοεῖ, διὰ τοῦτο καὶ πολλάκις προθέμενος οὐκ ἔρχεται, ἵνα μάθωσιν ὅτι πολλὰ οὐκ οἶδε. Πολὺ οὖν ἐκ τούτου τὸ κέρδος ἦν. Ἦ γὰρ ἂν ἦσαν ἔτι καὶ οὕτω λέγοντές τινες, ὅτι Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη, καὶ ἄλλοι τινὲς, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα. Εἰ μὴ ταῦτα ἐγένοντο, τί οὐκ ἂν ἐνόμισαν; Ἐνταῦθα δὲ δοκεῖ μέντοι εἶναι αὐτῶν κατηγορία· τῷ δὲ ἀκριβῶς σκοποῦντι καὶ πολὺ τὸ θαῦμα αὐτῶν ἐμφαίνει, καὶ τῶν πειρασμῶν ἡ ὑπερβολὴ δείκνυται. Πῶς, πρόσεχε. Εἰ γὰρ προεῖπες αὐτοῖς ὅτι, Εἰς τοῦτο κείμεθα, καὶ Μηδεὶς θορυβείσθω, τί πάλιν πέμπεις τὸν Τιμόθεον, ὥσπερ δεδοικὼς μή τι γένηται ὧν οὐ βούλει; Τοῦτο μὲν οὖν ἀπὸ πολλῆς ἀγάπης ποιεῖ· οἱ γὰρ φιλοῦντες καὶ τὰ ἀσφαλῆ ὑποπτεύουσιν ἀπὸ τῆς πολλῆς θερμότητος· τοῦτο δὲ ἀπὸ τῶν πολλῶν πειρασμῶν. Εἶπον μὲν γὰρ, ὅτι Εἰς τοῦτο κείμεθα· ἡ δὲ ὑπερβολὴ τῶν κακῶν ἐφόβησέ με. Διὸ οὐκ εἶπεν, ὅτι Καταγνοὺς ὑμῶν ἀποστέλλω, ἀλλὰ, Μηκέτι στέγων· ὃ μᾶλλον φιλίας ἦν. Τί ἐστι, Μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων; Ὁρᾷς ὅτι τὸ ἐν ταῖς θλίψεσι σαλεύεσθαι διαβολικόν ἐστι, καὶ τῆς ἐκείνου παρατροπῆς; Ὅταν γὰρ ἡμᾶς αὐτοὺς μὴ δυνηθῇ, ἑτέρως δι' ἡμῶν τοὺς ἀσθενεστέρους παρασαλεύει· ὅπερ ὑπερβαλλούσης ἀσθενείας ἐστὶ, καὶ οὐδεμίαν ἐχούσης ἀπολογίαν· καθάπερ ἐπὶ τοῦ Ἰὼβ πεποίηκε, τὴν γυναῖκα διεγείρας· Εἰπέ τι ῥῆμα, φησὶ, πρὸς Κύριον, καὶ τελεύτα. Ἴδε πῶς αὐτὴν ἐπείρασε. Διὰ τί δὲ μὴ εἶπεν, ἐσάλευσεν, ἀλλ', Ἐπείρασεν; Ὅτι τοσοῦτον, φησὶν, ὑπώπτευσα μόνον, ὅσον πειρασθῆναι ὑμᾶς· οὐ γὰρ δὴ τὴν πεῖραν αὐτοῦ σάλον καλεῖ. Ὁ γὰρ δεχόμενος αὐτοῦ τὴν προσβολὴν, ἐσαλεύθη. Βαβαὶ. πόση φιλοστοργία τοῦ Παύλου· οὐκ ἔμελεν αὐτῷ τῶν θλίψεων οὐδὲ τῶν ἐπιβουλῶν. Οἶμαι γὰρ αὐτὸν ἐκεῖ τότε μεμενηκέναι· καθάπερ φησὶν ὁ Λουκᾶς, ὅτι ἐν τῇ Ἑλλάδι ἔμεινε τρίμηνον, γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων.