Ancient Greek · ~18 min
Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ ἀμέμπτως καὶ δικαίως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 6.1
Not analysed yet
Πῶς δὲ καὶ ζημία γίνεται χαλεπή; Ὅταν τὴν ψυχὴν ζημιωθῇς. Εἰπὲ γάρ μοι, ἀπεστέρησέ σε χρημάτων ὁ κλέπτης; διὰ τί σὺ σαυτὸν ἀποστερεῖς σωτηρίας, διὰ τί ἀλγῶν ἐφ' οἷς παρ' ἑτέρων κακῶς ἔπαθες, αὐτὸς πλείοσι περιβάλλεις σαυτὸν κακοῖς; Ἐκεῖνός σε ἴσως πενίᾳ περιέβαλε, σὺ δὲ σαυτὸν ἐν τοῖς καιρίοις μάλιστα καταβλάπτεις κακούργως· ἐκεῖνος ἀπεστέρησέ σε τὰ ἐκτός σου ὄντα, καὶ ὕστερον καὶ ἄκοντός σου ἀποπηδήσοντα· σὺ δὲ τὸν αἰώνιον πλοῦτον σαυτὸν ἀφαιρῇ. Ἐλύπησέ σε ὁ διάβολος ἀφελόμενος τὰ χρήματα; λύπησον αὐτὸν καὶ σὺ εὐχαριστήσας, καὶ μὴ εὐφράνῃς. Ἂν πρὸς μάντεις ἀπέλθῃς, εὔφρανας· ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν. Καὶ ὅρα τί γίνεται· οὔτε αὐτὰ εὑρήσεις ἀπελθὼν πρὸς τοὺς μάντεις· οὐ γάρ ἐστιν ἐκείνων εἰδέναι· εἰ δέ που καὶ εἶπον ἐπιτυχόντες, καὶ τὴν ψυχὴν προσαπολλύεις, καὶ ὑπὸ τῶν ἀδελφῶν καταγελασθήσῃ τῶν σῶν, καὶ πάλιν αὐτὰ κακῶς ἀπολεῖς. Ὁ γὰρ δαίμων εἰδὼς ὅτι ζημίαν οὐ φέρεις, ἀλλ' ὑπὲρ τούτων καὶ τὸν Θεόν σου ἀρνῇ, πάλιν χρήματα δίδωσιν, ἵνα ἀφορμὴν σχῇ τοῦ πάλιν σε ἀπατῆσαι. Εἰ δὲ καὶ λέγοιεν οἱ μάντεις, μὴ θαυμάζετε· ἀσώματός ἐστιν ὁ δαίμων, πανταχοῦ περίεισιν· αὐτὸς αὐτοὺς ὁπλίζει τοὺς λῃστάς· οὐ γὰρ ἄνευ δαίμονος ταῦτα γίνεται. Εἰ τοίνυν ὁπλίζει τούτους, καὶ οἶδε καὶ ποῦ κατατίθενται· οὐκ ἀγνοεῖ τοὺς αὐτοῦ ὑπηρέτας. Οὐκ ἔστι δὲ θαυμαστὸν τοῦτο· ἂν ἴδῃ ἀλγοῦντά σε τῇ ζημίᾳ, καὶ ἑτέραν ἐπάγει· ἂν ἴδῃ καταγελῶντα καὶ καταφρονοῦντα, ἀποστήσεται ταύτης τῆς ὁδοῦ. Καθάπερ γὰρ ἡμεῖς ἐκεῖνα τοὺς ἐχθροὺς διατίθεμεν ἐν οἷς λυποῦμεν αὐτούς· ἂν δὲ ἴδωμεν ὅτι οὐκ ἀλγοῦσιν, ἀφιστάμεθα λοιπὸν, ὡς οὐκ ἔχοντες αὐτοὺς δακεῖν· οὕτω καὶ ὁ διάβολος. Τί λέγεις; οὐχ ὁρᾷς τοὺς ἐν τῇ θαλάσσῃ πλέοντας, πῶς οὐ φροντίζουσι χρημάτων, χειμῶνος γινομένου, ἀλλὰ καὶ τὰ ὄντα ῥίπτουσι; καὶ οὐδεὶς λέγει, Τί ποιεῖς, ἄνθρωπε; τῷ χειμῶνι συμπράττεις καὶ τῷ ναυαγίῳ; πρὶν ἤ σε τὸ κῦμα τὸν πλοῦτον ἀφέληται, σὺ ταῖς σαυτοῦ χερσὶ τοῦτο ποιεῖς; τί πρὸ τοῦ ναυαγίου ναυαγίῳ περιβάλλεις σαυτόν; Ἀλλὰ ταῦτα μὲν ἂν εἴποι ἄγροικος ἄνθρωπος, καὶ τῶν ἐν θαλάττῃ πειρασμῶν ἄπειρος· ὁ μέντοι ναυτικὸς, καὶ τί μὲν ἐργάζεται γαλήνην, τί δὲ ποιεῖ χειμῶνα ἀκριβῶς ἐπιστάμενος, καὶ καταγελάσεται τοῦ ταῦτα λέγοντος· Διὰ γὰρ τοῦτο ῥίπτω, φησὶν, ἵνα μὴ κλυδὼν γένηται. Οὕτω καὶ ὁ ἔμπειρος τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ τῶν πειρασμῶν, ὅταν ἴδῃ τὸν χειμῶνα ἐπιστάντα, καὶ τὰ πνευματικὰ τῆς πονηρίας ναυάγιον ἐργάσασθαι βουλόμενα, καὶ τὰ λείποντα τῶν χρημάτων ῥίπτει. Ἐγένετο κλοπή σοι, ποίησον ἐλεημοσύνην, καὶ κουφίζεις τὸ πλοῖον. Ἥρπασαν οἱ λῃσταί; σὺ δὸς τὰ λείψανα τῷ Χριστῷ· οὕτω καὶ τὴν ἐπὶ τοῖς προτέροις παραμυθήσῃ πενίαν. Κούφισον τὸ πλοῖον, μὴ κατάσχῃς τὰ μείναντα, ἵνα μὴ περιαντλῆται τὸ σκάφος. Ἐκεῖνοι, ἵνα σώματα φυλάξωσιν, ἐκβολὴν ποιοῦνται τῶν σκευῶν, καὶ οὐ περιμένουσι τὸ κῦμα ἐπελθὸν περιτρέψαι τὸ σκάφος· σὺ ἵνα ψυχὰς σώσῃ, οὐ παύσεις τὸ ναυάγιον; Πειράσατε, εἰ ἀπιστεῖτε, παρακαλῶ, πειράσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ. Ὅταν σοί τι λυπηρὸν συμβῇ, δὸς ἐλεημοσύνην εὐθέως, εὐχαρίστησον ὅτι συνέβη, καὶ ὄψει πόση χαρὰ ἐπεισέρχεται. Τὸ γὰρ κέρδος τὸ πνευματικὸν κἂν ὀλίγον ᾖ, τοσοῦτόν ἐστιν, ὡς πᾶσαν ἀποκρύψαι ζημίαν σωματικήν. Ἕως ἂν ἔχῃς διδόναι τῷ Χριστῷ, πλουτεῖς. Εἰπέ μοι, εἰ συληθέντι σοι προσελθὼν ὁ βασιλεὺς χεῖρα ὑπέτεινεν ἀξιῶν τι λαβεῖν παρὰ σοῦ, ἆρα οὐκ ἂν ἐνόμισας πάντων εἶναι πλουσιώτερος, εἰ μηδὲ μετὰ τοσαύτην πενίαν ἐπαισχύνεταί σε ὁ βασιλεύς; Μὴ συναρπαγῇς· μόνον κράτησον σαυτοῦ, καὶ κρατήσεις τῆς τοῦ διαβόλου ἐπιβουλῆς. Ἔξεστί σοι κερδᾶναι μεγάλα. Καταφρονήσωμεν πλούτου, ἵνα μὴ καταφρονήσωμεν τῆς ψυχῆς, Πῶς δὲ ἄν τις καταφρονήσειεν; Οὐχ ὁρᾶτε τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τοὺς ἐρῶντας αὐτῶν· ἕως μὲν ἂν ἐν ὄψεσιν ᾖ, ἐκκαίεται τὸ πῦρ, λαμπρὰ ἄνεισιν ἡ φλόξ· ἐπειδὰν δέ τις αὐτοὺς ἀπαγάγῃ πόῤῥω, πάντα ἔσβεσται, πάντα κεκοίμισται; Οὕτω καὶ ἐπὶ τοῦ πλούτου, μηδεὶς χρυσία κατασκευαζέτω, μηδεὶς λίθους τιμίους, μηδεὶς περιδέῤῥαια· δελεάζει τοὺς ὀφθαλμοὺς ὁρώμενα. Εἰ δὲ βούλει πλουτεῖν ὡς οἱ παλαιοὶ, πλούτει μὴ ἐν χρυσίῳ, ἀλλ' ἐν τοῖς ἀναγκαίοις, ἵνα καὶ ἐξ ἑτοίμου παρέχῃς τοῖς ἄλλοις· μὴ φιλόκοσμος ἔσο· ὁ τοιοῦτος πλοῦτος καὶ τοῖς λῃσταῖς ἐστιν εὐεπιβούλευτος, καὶ ἡμῖν παρέχει φροντίδας· μὴ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ κτῶ, ἀλλ' ἔστωσαν ἀποθῆκαι σίτου, οἴνου, ἐλαίου· ἔστωσαν, οὐχ ἵνα πάλιν διαπραθεῖσαι ἄργυρον ἐργάσωνται, ἀλλ' ἵνα τοῖς δεομένοις χορηγῶνται. Ἂν ἀπάγωμεν ἑαυτοὺς ἐκείνων τῶν περιττῶν, ἐπιτευξόμεθα τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.